§1.9.18καὶ ὅσα τεθνεῶτι ἐνδέχεται ὑπάρχειν μᾶλλον ἢ ζῶντι· τὸ γὰρ αὑτοῦ ἕνεκα μᾶλλον ἔχει τὰ ζῶντι.
凡是死后比生前更容易归属于个人的事物也是美的;因为属于生者的事物更多地带有为了自身的性质。
§1.9.19καὶ ὅσα ἔργα τῶν ἄλλων ἕνεκα· ἧττον γὰρ αὑτοῦ.
凡是为他人而做出的功业也是美的;因为它们较少是为了自己。
καὶ ὅσαι εὐπραγίαι περὶ ἄλλους ἀλλὰ μὴ περὶ αὑτόν, καὶ αἱ περὶ τοὺς εὖ ποιήσαντας· δίκαιον γάρ.
以及凡是对他人而非对自己做出的善行,以及对施恩者所做的善行;因为这是正义的。
καὶ τὰ εὐεργετήματα· οὐ γὰρ εἰς αὑτόν.
还有恩惠的施予;因为这不是针对自己的。
§1.9.20καὶ τὰ ἐναντία ἢ ἐφʼ οἷς αἰσχύνονται· τὰ γὰρ αἰσχρὰ αἰσχύνονται καὶ λέγοντες καὶ ποιοῦντες καὶ μέλλοντες, ὥσπερ καὶ Σαπφὼ πεποίηκεν, εἰπόντος τοῦ Ἀλκαίου
"
θέλω τι εἰπῆν, ἀλλά με κωλύει
αἰδώς,
"
"
αἱ δʼ ἦχες ἐσθλῶν ἵμερον ἢ καλῶν
καὶ μή τι εἰπῆν γλῶσσʼ ἐκύκα κακόν
αἰδώς κέν σε οὐκ εἶχεν ὄμματʼ,
ἀλλʼ ἔλεγες περὶ τῶ δικαίω.
凡是与人们感到羞耻的事物相反的事物也是美的;因为人们在说、做、或意图做丑陋的事时都会感到羞耻,正如萨福在阿尔凯奥斯说 “我想说些什么,但羞耻阻碍了我” 时所写的那样: “如果你渴望的是高尚或美好的事物,且你的舌头没有在酿造什么恶言,羞耻就不会笼罩你的双眼,而你会谈论正义的事。
" §1.9.21καὶ περὶ ὧν ἀγωνιῶσι μὴ φοβούμενοι· περὶ γὰρ τῶν πρὸς δόξαν φερόντων ἀγαθῶν τοῦτο πάσχουσιν.
” 凡是人们毫不畏惧、悉心追求的事物也是美的;因为人们对于带来名声的善事会产生这种情感。
§1.9.22καὶ αἱ τῶν φύσει σπουδαιοτέρων ἀρεταὶ καλλίους καὶ τὰ ἔργα, οἷον ἀνδρὸς ἢ γυναικός.
凡是天性更优秀之人的美德和功业也更美,例如男子的美德和功业优于女子的。
§1.9.23καὶ αἱ ἀπολαυστικαὶ ἄλλοις μᾶλλον ἢ αὐτοῖς· διὸ τὸ δίκαιον καὶ ἡ δικαιοσύνη καλόν.
凡是让别人而非让自己享受的美德也更美;因此,正义的事物和正义本身是美的。
§1.9.24καὶ τὸ τοὺς ἐχθροὺς τιμωρεῖσθαι καὶ μὴ καταλλάττεσθαι· τό τε γὰρ ἀνταποδιδόναι δίκαιον, τὸ δὲ δίκαιον καλόν, καὶ ἀνδρείου τὸ μὴ ἡττᾶσθαι.
惩罚敌人且不与和解也是美的;因为以牙还牙是正义的,而正义的是美的,且不屈服是勇敢者的特征。
§1.9.25καὶ νίκη καὶ τιμὴ τῶν καλῶν· αἱρετά τε γὰρ ἄκαρπα ὄντα, καὶ ὑπεροχὴν ἀρετῆς δηλοῖ.
胜利和名誉也属于美的事物;因为即使不带来实利,它们也值得选择,并且展示了美德的卓越。
καὶ τὰ μνημονευτά, καὶ τὰ μᾶλλον μᾶλλον.
以及那些值得被铭记的事物,越是如此就越美。
καὶ ἃ μὴ ζῶντι ἕπεται, καὶ οἷς τιμὴ ἀκολουθεῖ, καὶ τὰ περιττά, καὶ τὰ μόνῳ ὑπάρχοντα, καλλίω· εὐμνημονευτότερα γάρ.
还有那些不伴随活人(而伴随死者)的事物,以及伴随荣誉的事物,超凡的事物,和仅属于个人的事物,都更美;因为它们更容易被记住。
§1.9.26καὶ κτήματα ἄκαρπα· ἐλευθεριώτερα γάρ.
缺乏实利的财产也是美的;因为它们更符合自由人的身份。
καὶ τὰ παρʼ ἑκάστοις δὲ ἴδια καλά, καὶ ὅσα σημεῖά ἐστιν τῶν παρʼ ἑκάστοις ἐπαινουμένων, οἷον ἐν Λακεδαίμονι κομᾶν καλόν· ἐλευθέρου γὰρ σημεῖον· οὐ γάρ ἐστιν κομῶντα ῥᾴδιον οὐδὲν ποιεῖν ἔργον θητικόν.
各个地方特有的事物也是美的,以及凡是作为各地备受称赞之事的征兆也是美的,例如在拉刻代蒙,蓄长发是美的;因为这是自由人的征兆,因为留长发的人不容易做任何雇工的杂役。
§1.9.27καὶ τὸ μηδεμίαν ἐργάζεσθαι βάναυσον τέχνην· ἐλευθέρου γὰρ τὸ μὴ πρὸς ἄλλον ζῆν.
以及不从事任何卑贱的技艺;因为不依附他人而活是自由人的特征。
§1.9.28ληπτέον δὲ καὶ τὰ σύνεγγυς τοῖς ὑπάρχουσιν ὡς ταὐτὰ ὄντα καὶ πρὸς ἔπαινον καὶ πρὸς ψόγον, οἷον τὸν εὐλαβῆ ψυχρὸν καὶ ἐπίβουλον καὶ τὸν ἠλίθιον χρηστὸν ἢ τὸν ἀνάλγητον πρᾶον,
为了赞美和指责的目的,我们也必须将与实际存在的品质极邻近的品质视作是相同的品质;例如,把谨慎的人视为冷淡和阴险的人,把愚蠢的人视为纯朴厚道的人,或者把无感觉的人视为温和的人。
§1.9.29καὶ ἕκαστον δʼ ἐκ τῶν παρακολουθούντων ἀεὶ κατὰ τὸ βέλτιστον, οἷον τὸν ὀργίλον καὶ τὸν μανικὸν ἁπλοῦν καὶ τὸν αὐθάδη μεγαλοπρεπῆ καὶ σεμνόν, καὶ τοὺς ἐν ταῖς ὑπερβολαῖς ὡς ἐν ταῖς ἀρεταῖς ὄντας, οἷον τὸν θρασὺν ἀνδρεῖον καὶ τὸν ἄσωτον ἐλευθέριον·
我们还必须总是根据相随的特征向着最好的方向去解释每一个品质;例如,把易怒和狂热的人称为“纯朴”,把刚愎自用的人称为“豪阔和庄严”,并把处于过度状态中的人视作处于美德之中;例如,把鲁莽的人视为“勇敢”,把挥霍的人视为“慷慨”。
δόξει τε γὰρ τοῖς πολλοῖς, καὶ ἅμα παραλογιστικὸν τῆς αἰτίας. εἰ γὰρ οὗ μὴ ἀνάγκη κινδυνευτικός, πολλῷ μᾶλλον ἂν δόξειεν ὅπου καλόν, καὶ εἰ προετικὸς τοῖς τυχοῦσι, καὶ τοῖς φίλοις· ὑπερβολὴ γὰρ ἀρετῆς τὸ πάντας εὖ ποιεῖν.
因为在大众看来确实会是这样,且同时也可以从原因中得出一个谬误的推论:因为如果一个人在没有必要的地方也愿意冒险,那么在有高尚目的的地方他就更会被认为会这样做;如果他把钱财施予任何偶遇的人,他就更会被认为会施予朋友;因为对所有人施予恩惠是美德的过度展现。
§1.9.30σκοπεῖν δὲ καὶ παρʼ οἷς ὁ ἔπαινος· ὥσπερ γὰρ ὁ Σωκράτης ἔλεγεν, οὐ χαλεπὸν Ἀθηναίους ἐν Ἀθηναίοις ἐπαινεῖν.
我们还必须考虑在什么人面前进行赞美;因为正如苏格拉底所说,在雅典人面前赞美雅典人并不困难。
δεῖ δὲ τὸ παρʼ ἑκάστοις τίμιον ὂν λέγειν ὡς ὑπάρχει, οἷον ἐν Σκύθαις ἢ Λάκωσιν ἢ φιλοσόφοις.
我们必须宣称,在各人中备受尊崇的质量是他们所具备的,例如在斯基泰人、拉刻代蒙人或哲学家中。
καὶ ὅλως δὲ τὸ τίμιον ἄγειν εἰς τὸ καλόν, ἐπείπερ γε δοκεῖ γειτνιᾶν.
总而言之,要把受尊崇的事物引向美的事物,因为它们看来极其邻近。
§1.9.31καὶ ὅσα κατὰ τὸ προσῆκον, οἷον εἰ ἄξια τῶν προγόνων καὶ τῶν προϋπηργμένων· εὐδαιμονικὸν γὰρ καὶ καλὸν καὶ τὸ προσεπικτᾶσθαι τιμήν.
以及凡是符合本分的事物,例如,如果它们配得上祖先和先前取得的成就;因为额外获得荣誉是导向幸福且是美的。
καὶ εἰ παρὰ τὸ προσῆκον ἐπὶ δὲ τὸ βέλτιον καὶ τὸ κάλλιον, οἷον εἰ εὐτυχῶν μὲν μέτριος, ἀτυχῶν δὲ μεγαλόψυχος, ἢ μείζων γιγνόμενος βελτίων καὶ καταλλακτικώτερος.
还有,如果超出本分,却是向着更好、更美的方向发展;例如,在顺境中保持克制,在逆境中表现得大度,或者在变得更加伟大时变得更好、更易于和解。
τοιοῦτον δὲ τὸ τοῦ Ἰφικράτους,
"ἐξ οἵων εἰς οἷα"
, καὶ τὸ τοῦ Ὀλυμπιονίκου
"
πρόσθε μὲν ἀμφʼ ὤμοισιν ἔχων τραχεῖαν,
"
καὶ τὸ τοῦ Σιμωνίδου
"
ἣ πατρός τε καὶ ἀνδρὸς ἀδελφῶν τʼ οὖσα τυράννων. "
伊菲克拉特斯所说的“从何等境遇至何等境遇”,以及奥林匹亚获胜者所写的“以前我双肩担着粗糙的[竹筐]”,还有西摩尼得斯所写的“她曾是僭主的女儿、妻子和兄弟”,都属于这种情况。