Humanitext Reader

亚里士多德 · 修辞学 §1.9.1-1.9.17

美德与崇高行为的定义及具体品德

第 18 段,共 98 段 · 希腊语

内容简介

从美德与恶德、美与丑的定义出发,具体规定了正义、勇敢、节制等具体美德的内涵,并分析了哪些行为或征兆被视为是美的(高尚的)。

§1.9.1μετὰ δὲ ταῦτα λέγωμεν περὶ ἀρετῆς καὶ κακίας καὶ καλοῦ καὶ αἰσχροῦ· οὗτοι γὰρ σκοποὶ τῷ ἐπαινοῦντι καὶ ψέγοντι·
在此之后,让我们来谈谈美德与恶德、美与丑;因为这些是赞美者和指责者的目标。
συμβήσεται γὰρ ἅμα περὶ τούτων λέγοντας κἀκεῖνα δηλοῦν ἐξ ὧν ποιοί τινες ὑποληφθησόμεθα κατὰ τὸ ἦθος, ἥπερ ἦν δευτέρα πίστις· ἐκ τῶν αὐτῶν γὰρ ἡμᾶς τε καὶ ἄλλον ἀξιόπιστον δυνησόμεθα ποιεῖν πρὸς ἀρετήν.
因为在谈论这些时,我们将同时表明那些使我们在性格上被推定为具有某种品质的事物,而这就是第二种说服手段;因为通过同样的事物,我们将能够使我们自己和他人,在美德方面都变得值得信赖。
§1.9.2ἐπεὶ δὲ συμβαίνει καὶ χωρὶς σπουδῆς καὶ μετὰ σπουδῆς ἐπαινεῖν πολλάκις οὐ μόνον ἄνθρωπον ἢ θεὸν ἀλλὰ καὶ ἄψυχα καὶ τῶν ἄλλων ζῴων τὸ τυχόν, τὸν αὐτὸν τρόπον καὶ περὶ τούτων ληπτέον τὰς προτάσεις, ὥστε ὅσον παραδείγματος χάριν εἴπωμεν καὶ περὶ τούτων.
既然人们经常不仅赞美人或神,而且还赞美无生命的事物以及其他任何动物,且无论是无意还是有意,我们都必须以同样的方式掌握关于这些事物的命题,以便我们在例示的范围内也谈谈这些事物。
§1.9.3καλὸν μὲν οὖν ἐστιν ὃ ἂν διʼ αὑτὸ αἱρετὸν ὂν ἐπαινετὸν ᾖ, ἢ ὃ ἂν ἀγαθὸν ὂν ἡδὺ ᾖ, ὅτι ἀγαθόν·
那么,美就是因其自身而值得选择并值得赞美的事物,或者是作为善因其为善而令人愉快的事物。
εἰ δὲ τοῦτό ἐστι τὸ καλόν, ἀνάγκη τὴν ἀρετὴν καλὸν εἶναι· ἀγαθὸν γὰρ ὂν ἐπαινετόν ἐστιν.
如果这就是美,那么美德必然是美的;因为美德既是善的,又是值得赞美的。
§1.9.4ἀρετὴ δʼ ἐστὶ μὲν δύναμις ὡς δοκεῖ ποριστικὴ ἀγαθῶν καὶ φυλακτική, καὶ δύναμις εὐεργετικὴ πολλῶν καὶ μεγάλων, καὶ πάντων περὶ πάντα·
依世人所见,美德是一种能够获得并保持善事物的能力,也是一种能够施予许多且重大的恩惠的能力,甚至是能够在一切事物的各方面施予一切恩惠的能力。
§1.9.5μέρη δὲ ἀρετῆς δικαιοσύνη, ἀνδρεία, σωφροσύνη, μεγαλοπρέπεια, μεγαλοψυχία, ἐλευθεριότης, φρόνησις, σοφία.
美德的组成部分是正义、勇敢、节制、豪阔、大度、慷慨、明智、智慧。
§1.9.6ἀνάγκη δὲ μεγίστας εἶναι ἀρετὰς τὰς τοῖς ἄλλοις χρησιμωτάτας, εἴπερ ἐστὶν ἡ ἀρετὴ δύναμις εὐεργετική, καὶ διὰ τοῦτο τοὺς δικαίους καὶ ἀνδρείους μάλιστα τιμῶσιν· ἡ μὲν γὰρ ἐν πολέμῳ, ἡ δὲ καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ χρήσιμος ἄλλοις.
如果美德确实是一种施予恩惠的能力,那么最大的美德必然是对他人最有用处的那些,为此人们最尊崇正义者和勇敢者;因为勇敢者在战争中对他人有用,正义者则在战争中和和平中都对他人有用。
εἶτα ἐλευθεριότης· προΐενται γὰρ καὶ οὐκ ἀνταγωνίζονται περὶ τῶν χρημάτων, ὧν μάλιστα ἐφίενται ἄλλοι.
其次是慷慨;因为他们放弃钱财,不为他人最渴望获得的财物进行争夺。
§1.9.7ἔστι δὲ δικαιοσύνη μὲν ἀρετὴ διʼ ἣν τὰ αὑτῶν ἕκαστοι ἔχουσι, καὶ ὡς ὁ νόμος· ἀδικία δὲ διʼ ἣν τὰ ἀλλότρια, οὐχ ὡς ὁ νόμος.
正义是使每个人都占有属于自己的财产并且符合法律的美德;不正义则是使人占有他人的财产且不符合法律的恶德。
§1.9.8ἀνδρεία δὲ διʼ ἣν πρακτικοί εἰσι τῶν καλῶν ἔργων ἐν τοῖς κινδύνοις, καὶ ὡς ὁ νόμος κελεύει, καὶ ὑπηρετικοὶ τῷ νόμῳ· δειλία δὲ τοὐναντίον.
勇敢是使人在危险中实践高尚行为、并按照法律命令行事、且服务于法律的美德;懦弱则相反。
§1.9.9σωφροσύνη δὲ ἀρετὴ διʼ ἣν πρὸς τὰς ἡδονὰς τὰς τοῦ σώματος οὕτως ἔχουσιν ὡς ὁ νόμος κελεύει· ἀκολασία δὲ τοὐναντίον.
节制是使人们对于身体的快乐按照法律所命令的方式去对待的美德;放纵则相反。
§1.9.10ἐλευθεριότης δὲ περὶ χρήματα εὐποιητική, ἀνελευθερία δὲ τοὐναντίον.
慷慨是关于钱财施予恩惠的美德;吝啬则相反。
§1.9.11μεγαλοψυχία δὲ ἀρετὴ μεγάλων ποιητικὴ εὐεργετημάτων,
大度是产生重大恩惠的美德。
§1.9.12μεγαλοπρέπεια δὲ ἀρετὴ ἐν δαπανήμασι μεγέθους ποιητική, μικροψυχία δὲ καὶ μικροπρέπεια τἀναντία.
豪阔是在开支中产生弘大尺度的美德;而气量狭小和寒酸是它的相反面。
§1.9.13φρόνησις δʼ ἐστὶν ἀρετὴ διανοίας καθʼ ἣν εὖ βουλεύεσθαι δύνανται περὶ ἀγαθῶν καὶ κακῶν τῶν εἰρημένων εἰς εὐδαιμονίαν.
明智是理智的美德,依靠它人们能够针对涉及幸福的、前面所提到的善与恶进行良好的审议。
§1.9.14περὶ μὲν οὖν ἀρετῆς καὶ κακίας καθόλου καὶ περὶ τῶν μορίων εἴρηται κατὰ τὸν ἐνεστῶτα καιρὸν ἱκανῶς, περὶ δὲ τῶν ἄλλων οὐ χαλεπὸν ἰδεῖν·
因此,关于总体的美德与恶德以及它们的各个部分,目前情况下已经作了足够的阐述;至于其它的主题则不难看清。
φανερὸν γὰρ ὅτι ἀνάγκη τά τε ποιητικὰ τῆς ἀρετῆς εἶναι καλά (πρὸς ἀρετὴν γάρ) καὶ τὰ ἀπʼ ἀρετῆς γινόμενα, τοιαῦτα δὲ τά τε σημεῖα τῆς ἀρετῆς καὶ τὰ ἔργα·
因为显而易见,产生美德的事物必然是美的(因为它们导向美德),由美德产生的事物也必然是美的,属于这类事物的既有美德的征兆,也有其功业。
§1.9.15ἐπεὶ δὲ τὰ σημεῖα καὶ τὰ τοιαῦτα ἅ ἐστιν ἀγαθοῦ ἔργα ἢ πάθη καλά, ἀνάγκη ὅσα τε ἀνδρείας ἔργα ἢ σημεῖα ἀνδρείας ἢ ἀνδρείως πέπρακται καλὰ εἶναι, καὶ τὰ δίκαια καὶ τὰ δικαίως ἔργα (πάθη δὲ οὔ· ἐν μόνῃ γὰρ ταύτῃ τῶν ἀρετῶν οὐκ ἀεὶ τὸ δικαίως καλόν, ἀλλʼ ἐπὶ τοῦ ζημιοῦσθαι αἰσχρὸν τὸ δικαίως μᾶλλον ἢ τὸ ἀδίκως), καὶ κατὰ τὰς ἄλλας δὲ ἀρετὰς ὡσαύτως.
既然美德的征兆以及诸如一个善人的功业或遭遇这类事物是美的,那么凡是勇敢的功业或勇敢的征兆,或者是勇敢地做出的行为,就必然是美的;同样,正义的事物和正义地做出的行为也必然是美的(但是遭遇则不然;因为在所有美德中,唯独在这项美德上,正义地遭遇并不总是美的,而是在遭受惩罚的场合,正义地受罚比非正义地受罚更丑陋),关于其它美德也是同样的情况。
§1.9.16καὶ ἐφʼ ὅσοις τὰ ἆθλα τιμή, καλά.
凡是以荣誉作为奖赏的事物都是美的。
καὶ ἐφʼ ὅσοις τιμὴ μᾶλλον ἢ χρήματα.
凡是奖赏更多是荣誉而非金钱的事物也是美的。
καὶ ὅσα μὴ αὑτοῦ ἕνεκα πράττει τις τῶν αἱρετῶν, §1.9.17καὶ τὰ ἁπλῶς ἀγαθά, ὅσα τε ὑπὲρ πατρίδος τις ἐποίησεν παριδὼν τὸ αὑτοῦ, καὶ τὰ τῇ φύσει ἀγαθά, καὶ ἃ μὴ αὐτῷ ἀγαθά· αὑτοῦ γὰρ ἕνεκα τὰ τοιαῦτα.
以及在值得选择的事物中,凡是某人不为自己的利益而做出的行为,以及绝对的善,和任何一个人不顾个人私利而为祖国所做的事,以及天性为善的事物,和那些并非对自己而言是善的事物;因为这类事物是为了他自己的利益。

词汇与语法注释

  1. §1.9.1ἥπερ ἦν δευτέρα πίστις — 关系代词为阴性单数 `ἥπερ`,是由于受到表语名词 `πίστις` 的吸引,但在逻辑上其先行词是指前面整个“我们被推定为具有某种性格”的分句。
  2. §1.9.3ὅτι ἀγαθόν — 连词 `ὅτι` 表示原因,修饰前面的形容词 `ἡδύ`,意思是“正因为它是善的,所以是令人愉快的”。
  3. §1.9.15πάθη δὲ οὔ — 省略句,意为“但遭遇(受动经历)则非如此(即非总是美的)”。这是一个例外规定,指出在正义这一美德中,受动地“正当受罚”比“无辜受罚”更为丑陋,因此正义地遭遇并不总是高尚的。
  4. §1.9.17αὑτοῦ γὰρ ἕνεκα τὰ τοιαῦτα — 指示代词 `τὰ toiaûta` 指代紧接其前的“对自己而言是善的事物”(`ἃ αὐτῷ ἀγαθά` 的反面)。这些事物以自己的利益为目的,因此不符合“美(高尚)”所要求的利他性质。

引用这一段

亚里士多德, 修辞学 §1.9.1-1.9.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.9.1-1.9.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。