Humanitext Reader

亚里士多德 · 修辞学 §1.8.1-1.8.7

四种政体的定义、目的与说服的运用

第 17 段,共 98 段 · 希腊语

内容简介

指出理解国制在说服中最为关键,定义了四种主要国制(民主制、寡头制、贵族制、君主制)及其终极目的,并论述了为了进行伦理说服而掌握各自动机和性格的必要性。

§1.8.1μέγιστον δὲ καὶ κυριώτατον ἁπάντων πρὸς τὸ δύνασθαι πείθειν καὶ καλῶς συμβουλεύειν τὸ τὰς πολιτείας ἁπάσας λαβεῖν καὶ τὰ ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα διελεῖν.
但是,为了能够说服并做好劝告,在所有事情中最重大且最决定性的,是掌握所有的国制,并区划出每种国制的性格、惯行和利益。
§1.8.2πείθονται γὰρ ἅπαντες τῷ συμφέροντι, συμφέρει δὲ τὸ σῶζον τὴν πολιτείαν.
因为所有人都会被利益说服,而维护国制的事物便是利益。
ἔτι δὲ κυρία μέν ἐστιν ἡ τοῦ κυρίου ἀπόφανσις, τὰ δὲ κύρια διῄρηται κατὰ τὰς πολιτείας· ὅσαι γὰρ αἱ πολιτεῖαι, τοσαῦτα καὶ τὰ κύριά ἐστιν.
此外,主权者的决定具有主权,而主权事物是根据国制来划分的;因为有多少种国制,就有多少种主权事物。
§1.8.3εἰσὶν δὲ πολιτεῖαι τέτταρες, δημοκρατία, ὀλιγαρχία, ἀριστοκρατία, μοναρχία, ὥστε τὸ μὲν κύριον καὶ τὸ κρῖνον τούτων τι ἂν εἴη μόριον ἢ ὅλον τούτων.
国制有四种:民主制、寡头制、贵族制、君主制。 因此,掌握主权并做出判决的要素,应该是这些国制的一部分或全部。
§1.8.4ἔστιν δὲ δημοκρατία μὲν πολιτεία ἐν ᾗ κλήρῳ διανέμονται τὰς ἀρχάς, ὀλιγαρχία δὲ ἐν ᾗ οἱ ἀπὸ τιμημάτων, ἀριστοκρατία δὲ ἐν ᾗ κατὰ τὴν παιδείαν· παιδείαν δὲ λέγω τὴν ὑπὸ τοῦ νόμου κειμένην.
民主制是抽签分配官职的国制,寡头制是根据财产估价的人[进行统治]的国制,贵族制则是根据教育[进行统治]的国制;而我所说的教育,是指由法律规定的教育。
οἱ γὰρ ἐμμεμενηκότες ἐν τοῖς νομίμοις ἐν τῇ ἀριστοκρατίᾳ ἄρχουσιν.
因为在贵族制中,坚守法律惯行的人进行统治。
ἀνάγκη δὲ τούτους φαίνεσθαι ἀρίστους, ὅθεν καὶ τοὔνομα εἴληφεν τοῦτο.
这些人必然显得是最优秀的,这也是这个名称的来源。
μοναρχία δʼ ἐστὶν κατὰ τοὔνομα ἐν ᾗ εἷς ἁπάντων κύριός ἐστιν· τούτων δὲ ἡ μὲν κατὰ τάξιν τινὰ βασιλεία, ἡ δʼ ἀόριστος τυραννίς.
君主制正如其名,是一人对所有人掌握主权的国制;在其中,遵循某种秩序的是君主制,而无限制的是僭主制。
§1.8.5τὸ δὴ τέλος ἑκάστης πολιτείας οὐ δεῖ λανθάνειν· αἱροῦνται γὰρ τὰ πρὸς τὸ τέλος.
因此,决不能忽视每种国制的终极目的;因为人们选择有助于实现终极目的的事物。
ἔστι δὲ δημοκρατίας μὲν τέλος ἐλευθερία, ὀλιγαρχίας δὲ πλοῦτος, ἀριστοκρατίας δὲ τὰ περὶ παιδείαν καὶ τὰ νόμιμα, τυραννίδος δὲ φυλακή.
民主制的终极目的是自由,寡头制的终极目的是财富,贵族制的终极目的是关于教育和法律惯行的事务,僭主制的终极目的是自我防卫。
δῆλον οὖν ὅτι τὰ πρὸς τὸ τέλος ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα διαιρετέον, εἴπερ αἱροῦνται πρὸς τοῦτο ἐπαναφέροντες.
显而易见,既然人们是参照这一终极目的来进行选择的,那就必须区划出有助于每种国制终极目的的性格、惯行和利益。
§1.8.6ἐπεὶ δὲ οὐ μόνον αἱ πίστεις γίνονται διʼ ἀποδεικτικοῦ λόγου, ἀλλὰ καὶ διʼ ἠθικοῦ (τῷ γὰρ ποιόν τινα φαίνεσθαι τὸν λέγοντα πιστεύομεν, τοῦτο δʼ ἐστὶν ἂν ἀγαθὸς φαίνηται ἢ εὔνους ἢ ἄμφω), δέοι ἂν τὰ ἤθη τῶν πολιτειῶν ἑκάστης ἔχειν ἡμᾶς· τὸ μὲν γὰρ ἑκάστης ἦθος πιθανώτατον ἀνάγκη πρὸς ἑκάστην εἶναι.
而且,既然说服不仅通过论证性的言论产生,而且也通过伦理性的言论产生(因为我们信任说话者是因为他显得具有某种品质,而这发生在当他显得善良、或怀有善意、或两者兼有时),所以我们有必要掌握每种国制的性格;因为每种国制的性格对于该国制的人民必然是最具说服力的。
ταῦτα δὲ ληφθήσεται διὰ τῶν αὐτῶν· τὰ μὲν γὰρ ἤθη φανερὰ κατὰ τὴν προαίρεσιν, ἡ δὲ προαίρεσις ἀναφέρεται πρὸς τὸ τέλος.
而这些性格将通过同样的途径被掌握;因为性格通过抉择显现,而抉择则关联到终极目的。
§1.8.7ὧν μὲν οὖν δεῖ ὀρέγεσθαι προτρέποντας ὡς ἐσομένων ἢ ὄντων, καὶ ἐκ τίνων δεῖ τὰς περὶ τοῦ συμφέροντος πίστεις λαμβάνειν, ἔτι δὲ τῶν περὶ τὰς πολιτείας ἠθῶν καὶ νομίμων διὰ τίνων τε καὶ πῶς εὐπορήσομεν, ἐφʼ ὅσον ἦν τῷ παρόντι καιρῷ σύμμετρον, εἴρηται· διηκρίβωται γὰρ ἐν τοῖς Πολιτικοῖς περὶ τούτων.
因此,在进行劝诱时应当追求哪些作为将来的或现在的事物,以及应当从哪些源泉中获取关于利益的说服材料,此外关于国制的性格和惯行,我们将通过什么途径以及如何丰富地获取,在目前时机下适度的范围内,已经阐述完毕;因为在《政治学》中已经对这些问题作了详尽的探讨。

词汇与语法注释

  1. 1.8.1τὸ τὰς πολιτείας ἁπάσας λαβεῖν καὶ τὰ ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα διελεῖν — 不定式短语 τὸ ... λαβεῖν ... καὶ ... διελεῖν 是整个句子的主语。谓语是置于句首的 μέγιστον δὲ καὶ κυριώτατον ἁπάντων [ἐστιν],而 πρὸς τὸ δύνασθαι πείθειν... 表示目的或关联,即“为了能够说服……”。
  2. 1.8.4ὀλιγαρχία δὲ ἐν ᾗ οἱ ἀπὸ τιμημάτων — 在 ἐν ᾗ 之后省略了表示统治的动词(例如 ἄρχουσιν 或 τὰς ἀρχὰς ἔchousin)。可以根据前文中民主制定义中的动词、后文关于贵族制的说明以及随后出现的动词 ἄρχουσιν 来补全统治之意。
  3. 1.8.5εἴπερ αἱροῦνται πρὸς τοῦτο ἐπαναφέροντες — 动词 αἱροῦνται 意为“选择(行动或手段)”。πρὸς τοῦτο 意为“指向这一(终极目的)”,并与现在分词 ἐπαναφέροντες(将……关联起来、参照)相连。这解释了一种因果关系,即人们是通过参照国制的“终极目的(τέλος)”来进行行为选择的。
  4. 1.8.6δέοι ἂν τὰ ἤθη τῶν πολιτειῶν ἑκάστης ἔχειν ἡμᾶς — δέοι ἂν 是无人称动词 δέει 的希求语气加 ἄν,表示温和的必要性(“我们应当需要……”)。其后连接着“对格加不定式”句型,其中 ἡμᾶς 是不定式 ἔχειν 的主语,而 τὰ ἤθη 是其宾语。

引用这一段

亚里士多德, 修辞学 §1.8.1-1.8.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.8.1-1.8.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。