§1.7.1ἐπεὶ δὲ πολλάκις ὁμολογοῦντες ἄμφω συμφέρειν περὶ τοῦ μᾶλλον ἀμφισβητοῦσιν, ἐφεξῆς ἂν εἴη λεκτέον περὶ τοῦ μείζονος ἀγαθοῦ καὶ τοῦ μᾶλλον συμφέροντος.
但是,由于人们常常同意两者都有利,却对哪一个更有利产生争议,因此接下来应该探讨“更大的善”和“更有利的事物”。
§1.7.2ἔστω δὴ ὑπερέχον μὲν τὸ τοσοῦτον καὶ ἔτι, ὑπερεχόμενον δὲ τὸ ἐνυπάρχον, καὶ μεῖζον μὲν ἀεὶ καὶ πλεῖον πρὸς ἔλαττον, μέγα δὲ καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον πρὸς τὸ τῶν πολλῶν μέγεθος, καὶ ὑπερέχον μὲν τὸ μέγα, τὸ δὲ μικρὸν ἐλλεῖπον, καὶ πολὺ καὶ ὀλίγον ὡσαύτως.
那么,所谓“超越者”是指具有同等分量且超出其上的事物,而被超越者则是指包含在其中的事物;“更大”和“更多”总是相对于“更小”和“更少”而言,而“大”与“小”、“多”与“少”则是相对于大众的标准大小而言;超越者即是“大”,不足者即是“小”,而“多”与“少”也是如此。
§1.7.3ἐπεὶ οὖν ἀγαθὸν λέγομεν τό τε αὐτὸ αὑτοῦ ἕνεκα καὶ μὴ ἄλλου αἱρετόν, καὶ οὗ πάντʼ ἐφίεται, καὶ ὃ νοῦν ἂν καὶ φρόνησιν λαβόντα ἕλοιτο, καὶ τὸ ποιητικὸν καὶ τὸ φυλακτικόν, ἢ ᾧ ἕπεται τὰ τοιαῦτα, τέλος δέ ἐστιν οὗ ἕνεκα τὰ ἄλλα, αὐτῷ δὲ ἀγαθὸν τὸ πρὸς αὐτὸν ταῦτα πεπονθός, ἀνάγκη τά γε πλείω τοῦ ἑνὸς καὶ τῶν ἐλαττόνων, συναριθμουμένου τοῦ ἑνὸς ἢ τῶν ἐλαττόνων, μεῖζον ἀγαθὸν εἶναι· ὑπερέχει γάρ, τὸ δὲ ἐνυπάρχον ὑπερέχεται.
既然我们称之为“善”的是指那些因其自身、而非为了他物而值得选择的事物,以及一切事物所向往的事物,以及拥有理智和智慧的生物会选择的事物,以及产生或保存这些事物的事物,或者是被这些事物所随行的事物;而“目的”则是指其他事物为之存在的事物,而对各人而言的“善”则是指对他具有这些关系的事物;那么,数量较多的善,必然比单一的或数量较少的善是更大的善(如果该单一的或较少的善被共同算入其中的话);因为较多者构成超越,而包含在其中的较少者被超越。
§1.7.4καὶ ἐὰν τὸ μέγιστον τοῦ μεγίστου ὑπερέχῃ, καὶ αὐτὰ αὐτῶν· καὶ ὅσα αὐτὰ αὐτῶν, καὶ τὸ μέγιστον τοῦ μεγίστου·
此外,如果一类的最大者超越另一类的最大者,则该类本身也超越另一类;如果两类本身相互超越,则其最大者也相互超越。
οἷον εἰ ὁ μέγιστος ἀνὴρ γυναικὸς τῆς μεγίστης μείζων, καὶ ὅλως οἱ ἄνδρες τῶν γυναικῶν μείζους, καὶ εἰ οἱ ἄνδρες ὅλως τῶν γυναικῶν μείζους, καὶ ἀνὴρ ὁ μέγιστος τῆς μεγίστης γυναικὸς μείζων·
例如,如果最大的男人比最大的女人更大,那么总体上男人比女人更大;如果男人总体上比女人更大,那么最大的男人也比最大的女人更大。
ἀνάλογον γὰρ ἔχουσιν αἱ ὑπεροχαὶ τῶν γενῶν καὶ τῶν μεγίστων ἐν αὐτοῖς.
因为各类别之间的优越性,与各类别中最大者之间的优越性是成比例的。
§1.7.5καὶ ὅταν τόδε μὲν τῷδε ἕπηται, ἐκεῖνο δὲ τούτῳ μή, ἕπηται δὲ ἢ τῷ ἅμα ἢ τῷ ἐφεξῆς ἢ τῇ δυνάμει· ἐνυπάρχει γὰρ ἡ χρῆσις ἡ τοῦ ἑπομένου ἐν τῇ θατέρου.
此外,当这一事物随行于那一事物,而那一事物并不随行于这一事物时(这种随行可以是同时的、相继的、或是潜在的);因为随行之物的功用包含在另一事物的功用之中。
ἕπεται δὲ ἅμα μὲν τῷ ὑγιαίνειν τὸ ζῆν, τούτῳ δὲ ἐκεῖνο οὔ, ὕστερον δὲ τῷ μανθάνειν τὸ ἐπίστασθαι, δυνάμει δὲ τῷ ἱεροσυλεῖν τὸ ἀποστερεῖν· ὁ γὰρ ἱεροσυλήσας κἂν ἀποστερήσειεν.
同时随行的例子是“活着”随行于“健康”,但后者不随行于前者;相继随行的例子是“知晓”随行于“学习”;潜在随行的例子是“剥夺”随行于“劫掠神庙”,因为劫掠神庙者也会进行剥夺。
§1.7.6καὶ τὰ ὑπερέχοντα τοῦ αὐτοῦ μείζονι μείζω· ἀνάγκη γὰρ ὑπερέχειν καὶ τοῦ μείονι.
此外,以更大的幅度超越同一事物的那些事物更大;因为它们也必然超越那些以较小幅度超越同一事物的事物。
§1.7.7καὶ τὰ μείζονος ἀγαθοῦ ποιητικὰ μείζω· τοῦτο γὰρ ἦν τὸ μείζονος ποιητικῷ εἶναι.
此外,产生更大之善的事物更大;因为这就是“作为更大之善的产生者”的含义。
καὶ οὗ τὸ ποιητικὸν μεῖζον, ὡσαύτως· εἰ γὰρ τὸ ὑγιεινὸν αἱρετώτερον τοῦ ἡδέος καὶ μεῖζον ἀγαθόν, καὶ ἡ ὑγίεια τῆς ἡδονῆς μείζων.
同样,其产生原因更大者也是如此;因为,如果促进健康的事物比令人愉快的事物更值得选择、是更大的善,那么健康也比快乐更大。
§1.7.8καὶ αἱρετώτερον τὸ καθʼ αὑτὸ τοῦ μὴ καθʼ αὑτό, οἷον ἰσχὺς ὑγιεινοῦ· τὸ μὲν γὰρ οὐχ αὑτοῦ ἕνεκα, τὸ δὲ αὑτοῦ, ὅπερ ἦν τὸ ἀγαθόν.
此外,因自身而值得选择的事物,比不因自身而值得选择的事物更值得选择;例如,强壮比促进健康的事物更值得选择;因为后者不为了自身,而前者是为了自身,这正是善的定义。
§1.7.9κἂν ᾖ τὸ μὲν τέλος, τὸ δὲ μὴ τέλος· τὸ μὲν γὰρ ἄλλου ἕνεκα, τὸ δὲ αὑτοῦ, οἷον τὸ γυμνάζεσθαι τοῦ εὖ ἔχειν τὸ σῶμα.
如果一者是目的,而另一者不是目的,情况也是如此;因为后者是为了他物,而前者是为了自身;例如,体育锻炼相对于身体健康。
§1.7.10καὶ τὸ ἧττον προσδεόμενον θατέρου ἑτέρων· αὐταρκέστερον γάρ· ἧττον δὲ προσδεῖται τὸ ἐλαττόνων ἢ ῥᾳόνων προσδεόμενον.
此外,比起另一者来,更少需要其他事物的事物;因为这更加自足;而需要较少或较易获得之物的事物,就是更少有所需要。
§1.7.11καὶ ὅταν τόδε μὲν ἄνευ τοῦδε μὴ ᾖ, ἢ μὴ δυνατὸν ᾖ γενέσθαι, θάτερον δὲ ἄνευ τούτου, αὐταρκέστερον τὸ μὴ δεόμενον, ὥστε φαίνεται μεῖζον ἀγαθόν.
此外,当这一事物没有另一事物就不能存在或不可能产生,而那一事物没有这一事物却可以存在时;不需要他物的那一者更加自足,因而显现为更大的善。
§1.7.12κἂν ᾖ ἀρχή, τὸ δὲ μὴ ἀρχή, κἂν ᾖ αἴτιον, τὸ δʼ οὐκ αἴτιον, διὰ τὸ αὐτό· ἄνευ γὰρ αἰτίου καὶ ἀρχῆς ἀδύνατον εἶναι ἢ γενέσθαι.
如果一者是起点(原理)而另一者不是,或者一者是原因而另一者不是,也是出于同样的原因;因为没有原因和起点,存在或产生是不可能的。
καὶ δυοῖν ἀρχαῖν τὸ ἀπὸ τῆς μείζονος ἀρχῆς μεῖζον, καὶ δυοῖν αἰτίοιν τὸ ἀπὸ τοῦ μείζονος αἰτίου μεῖζον.
在两个起点中,源于更大起点者更大;在两个原因中,源于更大原因者更大。
καὶ ἀνάπαλιν δὲ δυοῖν ἀρχαῖν ἡ τοῦ μείζονος ἀρχὴ μείζων, καὶ δυοῖν αἰτίοιν τὸ τοῦ μείζονος αἴτιον μεῖζον.
反之亦然,在两个事物中,更大之物的起点更大;在两个事物中,更大之物的原因更大。
§1.7.13δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι ἀμφοτέρως μεῖζον ἔστιν φαίνεσθαι· καὶ γὰρ εἰ ἀρχή, τὸ δὲ μὴ ἀρχή, δόξει μεῖζον εἶναι, καὶ εἰ μὴ ἀρχή, τὸ δὲ ἀρχή·
因此,从上述讨论中可以清楚地看出,可以通过这两种方式使一个事物显得更大;因为,如果一者是起点而另一者不是,它显得更大,而反过来如果它不是起点而另一者是,它也显得更大;因为目的是更大的,而起点不是。
τὸ γὰρ τέλος μεῖζον καὶ οὐχ ἡ ἀρχή, ὥσπερ ὁ Λεωδάμας κατηγορῶν ἔφη Καλλιστράτου τὸν βουλεύσαντα τοῦ πράξαντος μᾶλλον ἀδικεῖν· οὐ γὰρ ἂν πραχθῆναι μὴ βουλεύσαντος· πάλιν δὲ καὶ Χαβρίου, τὸν πράξαντα τοῦ βουλεύσαντος· οὐ γὰρ ἂν γενέσθαι, εἰ μὴ ἦν ὁ πράξων· τούτου γὰρ ἕνεκα ἐπιβουλεύειν, ὅπως πράξωσιν.
这正如莱奥达马斯在指控卡利斯特拉托斯时所说,谋划者比执行者更为不义,因为如果没有人谋划,事情就不会被执行;而在指控哈布里亚斯时,他又反过来声称,执行者比谋划者更为不义,因为如果没有人执行,事情就不会发生,毕竟人们图谋阴谋正是为了去执行。