Humanitext Reader

亚里士多德 · 修辞学 §1.6.17-1.6.30

论证有争议之善的各种论据

第 13 段,共 98 段 · 希腊语

内容简介

亚里士多德列举了确定有争议的善的各种论据,这些论据源于相反事物的性质、敌人的期望、付出劳辛所获之物、智者的选择以及个人的偏好。

§1.6.17ταῦτα μὲν οὖν σχεδὸν τὰ ὁμολογούμενα ἀγαθά ἐστιν·
因此,以上这些大体上是众所公认的善。
§1.6.18ἐν δὲ τοῖς ἀμφισβητησίμοις ἐκ τῶνδε οἱ συλλογισμοί.
但是对于存在争议的善,则可以从以下几点来进行推论。
ᾧ τὸ ἐναντίον κακόν, τοῦτʼ ἀγαθόν.
凡是其相反面为恶的事物,它就是善。
§1.6.19καὶ οὗ τὸ ἐναντίον τοῖς ἐχθροῖς συμφέρει·
凡是其相反面对敌人有利的事物。
οἷον εἰ τὸ δειλοὺς εἶναι μάλιστα συμφέρει τοῖς ἐχθροῖς, δῆλον ὅτι ἀνδρεία μάλιστα ὠφέλιμον τοῖς πολίταις.
例如,如果胆怯对敌人最有利,那么显然勇敢对公民最有用。
§1.6.20καὶ ὅλως ὃ οἱ ἐχθροὶ βούλονται ἢ ἐφʼ ᾧ χαίρουσι, τοὐναντίον τούτου ὠφέλιμον φαίνεται·
一般而言,凡是敌人所期望的或为之高兴的,其相反面显然就是有用的。
διὸ εἴρηται " ἦ κεν γηθήσαι Πρίαμος. " ἔστι δʼ οὐκ ἀεὶ τοῦτο, ἀλλʼ ὡς ἐπὶ τὸ πολύ·
因此有诗云: “普里阿摩斯确实会感到高兴吧” 但这并非总是如此,而是在大多数情况下。
οὐδὲν γὰρ κωλύει ἐνίοτε ταὐτὸ συμφέρειν τοῖς ἐναντίοις· ὅθεν λέγεται ὡς τὰ κακὰ συνάγει τοὺς ἀνθρώπους, ὅταν ᾖ ταὐτὸ βλαβερὸν ἀμφοῖν.
因为没有任何东西能阻碍同一事物有时对敌对双方都有利;所以人们常说“恶使人们结合在一起”,即当同一事物对双方都有害时。
§1.6.21καὶ οὗ μὴ ἔστιν ὑπερβολή, τοῦτο ἀγαθόν, ὃ δʼ ἂν ᾖ μεῖζον ἢ δεῖ, κακόν.
此外,没有过度可言的事物是善,而任何超过应有程度的事物则是恶。
§1.6.22καὶ οὗ ἕνεκα πολλὰ πεπόνηται ἢ δεδαπάνηται· φαινόμενον γὰρ ἀγαθὸν ἤδη, καὶ ὡς τέλος τὸ τοιοῦτον ὑπολαμβάνεται, καὶ τέλος πολλῶν, τὸ δὲ τέλος ἀγαθόν.
此外,凡是为此付出许多辛劳或耗费许多财力的事物;因为这已经显现为善,且这样子的事物被视为一种目的,且作为许多事物的目的,而目的是善。
ὅθεν ταῦτʼ εἴρηται " κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ " καὶ " αἰσχρόν τοι δηρόν τε μένειν. " καὶ ἡ παροιμία δὲ τὸ ἐπὶ θύραις τὴν ὑδρίαν.
因此有这些诗句: “并且他们会给普里阿摩斯留下荣耀” 以及 “长期停留确实是令人羞耻的事” 还有谚语所说的“在门前打破水罐”。
§1.6.23καὶ οὗ οἱ πολλοὶ ἐφίενται, καὶ τὸ περιμάχητον φαινόμενον· οὗ γὰρ πάντες ἐφίενται, τοῦτο ἀγαθὸν ἦν, οἱ δὲ πολλοὶ ὥσπερ πάντες φαίνονται.
此外,凡是大众所向往的,以及显现为争夺对象的事物;因为凡是一切事物所向往的都是善,而大众看起来就等于“一切人”。
§1.6.24καὶ τὸ ἐπαινετόν· οὐδεὶς γὰρ τὸ μὴ ἀγαθὸν ἐπαινεῖ.
此外,凡是值得称赞的事物;因为没有人会称赞不善的事物。
καὶ ὃ οἱ ἐχθροὶ καὶ οἱ φαῦλοι ἐπαινοῦσιν· ὥσπερ γὰρ πάντες ἤδη ὁμολογοῦσιν, εἰ καὶ οἱ κακῶς πεπονθότες· διὰ γὰρ τὸ φανερὸν ὁμολογοῖεν ἄν, ὥσπερ καὶ φαῦλοι οὓς οἱ φίλοι ψέγουσι καὶ οὓς οἱ ἐχθροὶ μὴ ψέγουσιν (διὸ λελοιδορῆσθαι ὑπέλαβον Κορίνθιοι ὑπὸ Σιμωνίδου ποιήσαντος " κορινθίοις δʼ οὐ μέμφεται τὸ Ἴλιον). "
还有敌人和卑劣之人也称赞的事物;因为这相当于所有人已经一致同意了,甚至包括那些受过其害的人;因为他们由于其显而易见性而不得不表示同意,这正如朋友所非难、敌人不非难的人是卑劣之人一样(因此柯林斯人认为自己受到了西莫尼德斯的侮辱,因为他写道: “伊利翁并不责怪柯林斯人”)。
§1.6.25καὶ ὃ τῶν φρονίμων τις ἢ τῶν ἀγαθῶν ἀνδρῶν ἢ γυναικῶν προέκρινεν, οἷον Ὀδυσσέα Ἀθηνᾶ καὶ Ἑλένην Θησεὺς καὶ Ἀλέξανδρον αἱ θεαὶ καὶ Ἀχιλλέα Ὅμηρος.
此外,凡是贤明之人或善男信女所选好的事物,例如雅典娜选择奥德修斯,忒修斯选择海伦,女神们选择亚历山大,荷马选择阿喀琉斯。
§1.6.26καὶ ὅλως τὰ προαιρετά· προαιροῦνται δὲ πράττειν τά τε εἰρημένα καὶ τὰ τοῖς ἐχθροῖς κακὰ καὶ τὰ τοῖς φίλοις ἀγαθὰ καὶ τὰ δυνατά·
一般而言,凡是可供选择的事物;人们选择去做的,是上述事物、对敌人有害的事物、对朋友有利的事物以及可能做到的事物。
§1.6.27ταῦτα δὲ διχῶς ἐστιν, τά τε γενόμενα ἂν καὶ τὰ ῥᾳδίως γιγνόμενα·
这(可能做到的事物)有两种情况:将要发生的事物和容易发生的事物。
ῥᾴδια δὲ ὅσα ἢ ἄνευ λύπης ἢ ἐν ὀλίγῳ χρόνῳ· τὸ γὰρ χαλεπὸν ὁρίζεται ἢ λύπῃ ἢ πλήθει χρόνου.
凡是无痛苦或在短时间内完成的就是容易的;因为困难是通过痛苦或时间的冗长来定义的。
καὶ ἐὰν ὡς βούλονται· βούλονται δὲ ἢ μηδὲν κακὸν ἢ ἔλαττον τοῦ ἀγαθοῦ (τοῦτο δὲ ἔσται, ἐὰν ἢ λανθάνῃ ἢ ἡ τιμωρία μικρὰ ᾖ).
还有如果事情如愿以偿;而人们所期望的或者是完全没有恶,或者恶少于善(如果事情不易发觉或者惩罚很小,情况就会是这样)。
§1.6.28καὶ τὰ ἴδια, καὶ ἃ μηδείς, καὶ τὰ περιττά· τιμὴ γὰρ οὕτω μᾶλλον.
此外,属于自己独有的事物,他人所没有的事物,以及超常的事物;因为这样更容易获得荣誉。
καὶ τὰ ἁρμόττοντα αὐτοῖς· τοιαῦτα δὲ τά τε προσήκοντα κατὰ γένος καὶ δύναμιν, καὶ ὧν ἐλλείπειν οἴονται καὶ ἂν μικρὰ ᾖ· οὐδὲν γὰρ ἧττον προαιροῦνται ταῦτα πράττειν.
还有适合自己的事物;此类事物包括按出身和能力所相称的事物,以及自己认为缺少的、即使是微小的事物;因为人们同样会选择去做这些事。
§1.6.29καὶ τὰ εὐκατέργαστα.
此外,易于成功的事物。
δυνατὰ γὰρ καὶ ῥᾴδια· εὐκατέργαστα δὲ ἃ πάντες ἢ οἱ πολλοὶ ἢ οἱ ὅμοιοι ἢ οἱ ἥττους κατώρθωσαν.
因为它们是可能的且容易的;易于成功的事物是指所有人、大众、同等之人或比自己低微的人已经成功做到的事物。
καὶ ἃ χαριοῦνται τοῖς φίλοις, ἢ ἃ ἀπεχθήσονται τοῖς ἐχθροῖς.
还有能取悦朋友或能使敌人怨恨的事物。
καὶ ὅσα οὓς θαυμάζουσι προαιροῦνται πράττειν.
还有凡是自己所仰慕的人选择去做的事物。
καὶ πρὸς ἃ εὐφυεῖς εἰσιν καὶ ἔμπειροι· ῥᾷον γὰρ κατορθώσειν οἴονται.
还有自己有天赋且有经验的事物;因为他们认为这样更容易成功。
καὶ ἃ μηδεὶς φαῦλος· ἐπαινετὰ γὰρ μᾶλλον.
还有凡是卑劣之人都不做的事物;因为这更值得称赞。
καὶ ὧν ἐπιθυμοῦντες τυγχάνουσιν, οὐ γὰρ μόνον ἡδὺ ἀλλὰ καὶ βέλτιον φαίνεται.
还有自己恰好渴望的事物;因为这不仅令人愉快,而且显得更好。
§1.6.30καὶ μάλιστα ἕκαστοι πρὸς ἃ φιλοτοίουτοι, οἷον οἱ φιλόνικοι εἰ νίκη ἔσται, οἱ φιλότιμοι εἰ τιμή, οἱ φιλοχρήματοι εἰ χρήματα, καὶ οἱ ἄλλοι ὡσαύτως.
尤其是每个人特别偏爱的事物;例如好胜者期望胜利,好名者期望荣誉,好利者期望财富,其他人也依此类推。
περὶ μὲν οὖν ἀγαθοῦ καὶ τοῦ συμφέροντος ἐκ τούτων ληπτέον τὰς πίστεις.
关于善和利益,必须从这些方面来把握论据。

词汇与语法注释

  1. §1.6.18ᾧ τὸ ἐναντίον κακόν — 关系代词 ᾧ 的先行词指示代词(ἐκεῖνο)被省略,整个关系从句在主句中充当主语(或表语)。
  2. §1.6.20ἦ κεν γηθήσαι — 带有助词 κεν(相当于雅典方言中的 ἄν)的希求语气(γηθήσαι)表示反事实或强烈的潜在推论(“普里阿摩斯确实会感到高兴吧”)。引用自荷马《伊利亚特》1.255。
  3. §1.6.24διὰ γὰρ τὸ φανερὸν ὁμολογοῖεν ἄν — 希求语气加 ἄν (ὁμολογοῖεν ἄν) 表示潜在可能性:“正因为其显而易见,他们也必然会同意”。
  4. §1.6.27γενόμενα ἂν — 带有助词 ἄν 的分词(γενόμενα 流 ἂν)表示潜在的直陈语气或希求语气(“可能发生的事情”)。
  5. §1.6.28ὧν ἐλλείπειν — 关系代词 ὧν 采用属格,是因为不定式 ἐλλείπειν(缺少、不足)要求支配属格。

引用这一段

亚里士多德, 修辞学 §1.6.17-1.6.30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.6.17-1.6.30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。