Humanitext Reader

亚里士多德 · 修辞学 §1.7.14-1.7.28

判定更大之善的个别论题

第 15 段,共 98 段 · 希腊语

内容简介

亚里士多德列举了用于判定“更大之善”的多种论题(topoi),从稀缺性与实用性、目的与手段、德性与恶德、智者的判定、快乐、持久性以及词形关联等多个维度,提出了进行比较和衡量的方法。

§1.7.14καὶ τὸ σπανιώτερον τοῦ ἀφθόνου, οἷον χρυσὸς σιδήρου, ἀχρηστότερος ὤν· μεῖζον γὰρ ἡ κτῆσις διὰ τὸ χαλεπωτέρα εἶναι.
此外,稀少之物比丰裕之物是更大的善,例如金之于铁,尽管金更无实用;因为获取更为困难,所以拥有它的价值更大。
(ἄλλον δὲ τρόπον τὸ ἄφθονον τοῦ σπανίου, ὅτι ἡ χρῆσις ὑπερέχει· τὸ γὰρ πολλάκις τοῦ ὀλιγάκις ὑπερέχει, ὅθεν λέγεται " ἄριστον μὲν ὕδωρ.
(但从另一个角度来看,丰裕之物比稀少之物是更大的善,因为其用途更为优越;因为经常使用的超越了很少使用的,由此人们说: "水是最美好的。
) " §1.7.15καὶ ὅλως τὸ χαλεπώτερον τοῦ ῥᾴονος· σπανιώτερον γάρ.
")通常,困难之物比容易之物是更大的善;因为困难之物更为稀少。
ἄλλον δὲ τρόπον τὸ ῥᾷον τοῦ χαλεπωτέρου· ἔχει γὰρ ὡς βουλόμεθα.
但从另一个角度来看,容易之物比困难之物是更大的善;因为它正如我们所希望的那样存在。
§1.7.16καὶ ᾧ τὸ ἐναντίον μεῖζον, καὶ οὗ ἡ στέρησις μείζων.
此外,其相反者是更大之恶的事物,以及失去它会带来更大损失的事物。
καὶ ἀρετὴ μὴ κακίας καὶ κακία μὴ ἀρετῆς μείζων· τὰ μὲν γὰρ τέλη, τὰ δʼ οὐ τέλη.
德性比无恶德(非恶)更大,而恶德比无德性(非德)更大;因为前者是目的,而后者不是目的。
§1.7.17καὶ ὧν τὰ ἔργα καλλίω ἢ αἰσχίω, μείζω αὐτά, καὶ ὧν αἱ κακίαι καὶ αἱ ἀρεταὶ μείζους, καὶ τὰ ἔργα μείζω, ἐπείπερ ὡς τὰ αἴτια καὶ αἱ ἀρχαί, καὶ τὰ ἀποβαίνοντα, καὶ ὡς τὰ ἀποβαίνοντα, καὶ τὰ αἴτια καὶ αἱ ἀρχαί.
此外,其作用更为美好或更为可耻的事物,其自身也更大;而其恶德与德性更大者,其作用也更大,因为正如原因和起点如何,结果也如何,而结果如何,原因和起点也如何。
§1.7.18καὶ ὧν ἡ ὑπεροχὴ αἱρετωτέρα ἢ καλλίων, οἷον τὸ ἀκριβῶς ὁρᾶν αἱρετώτερον τοῦ ὀσφραίνεσθαι (καὶ γὰρ ὄψις ὀσφρήσεως), καὶ τὸ φιλεταιρώτερον εἶναι τοῦ φιλοχρηματώτερον κάλλιον, ὥστε καὶ φιλεταιρία φιλοχρηματίας.
此外,其优越性更值得选择或更为美好的事物;例如,精确的视觉比嗅觉更值得选择(因为视觉比嗅觉更值得选择),而更爱友伴比更爱财富更为美好,因此爱友伴之情比爱财富之情也更为美好。
καὶ ἀντικειμένως δὲ τῶν βελτιόνων αἱ ὑπερβολαὶ βελτίους καὶ αἱ καλλιόνων καλλίους.
反之,更优越之物的过度更优越,更美好之物的过度也更美好。
§1.7.19καὶ ὧν αἱ ἐπιθυμίαι καλλίους ἢ βελτίους· αἱ γὰρ μείζους ὀρέξεις μειζόνων εἰσίν.
此外,对其欲望更为美好或更优越的事物;因为更大的欲望是针对更大之物的。
καὶ τῶν καλλιόνων δὲ ἢ βελτιόνων αἱ ἐπιθυμίαι βελτίους καὶ καλλίους διὰ τὸ αὐτό.
出于同样的原因,对更美好或更优越之物的欲望,本身也更优越、更美好。
§1.7.20καὶ ὧν αἱ ἐπιστῆμαι καλλίους ἢ σπουδαιότεραι, καὶ τὰ πράγματα καλλίω καὶ σπουδαιότερα· ὡς γὰρ ἔχει ἡ ἐπιστήμη, καὶ τὸ ἀληθές· κελεύει δὲ τὸ αὑτῆς ἑκάστη.
此外,其科学更为美好或更为严肃者,其对象也更为美好和更为严肃;因为科学的状态如何,其真理也如何;而每门科学都指引其特有的对象。
καὶ τῶν σπουδαιοτέρων δὲ καὶ καλλιόνων αἱ ἐπιστῆμαι ἀνάλογον διὰ τὸ αὐτό.
出于同样的原因,针对更严肃、更美好之物的科学,也成比例地更严肃、更美好。
§1.7.21καὶ ὃ κρίνειαν ἂν ἢ κεκρίκασιν οἱ φρόνιμοι ἢ πάντες ἢ οἱ πολλοὶ ἢ οἱ πλείους ἢ οἱ κράτιστοι ἀγαθὸν μεῖζον, ἀνάγκη οὕτως ἔχειν, ἢ ἁπλῶς ἢ ᾗ κατὰ τὴν φρόνησιν ἔκριναν.
此外,凡是有智者、或所有人、或多数人、或更大众、或最杰出的人,判定或已经判定为更大之善的事物,必然也是如此,无论是绝对地、还是就他们依其智慧所做出的判定而言。
ἔστι δὲ τοῦτο κοινὸν καὶ κατὰ τῶν ἄλλων· καὶ γὰρ τὶ καὶ ποσὸν καὶ ποιὸν οὕτως ἔχει ὡς ἂν ἡ ἐπιστήμη καὶ ἡ φρόνησις εἴποι.
这对应于其他事物也是共通的;因为事物的本质、数量和性质,正是科学和智慧所指明的那样。
ἀλλʼ ἐπʼ ἀγαθῶν εἰρήκαμεν· ὥρισται γὰρ ἀγαθὸν εἶναι ὃ λαβὸν φρόνησιν ἕλοιτʼ ἂν ἕκαστον· δῆλον οὖν ὅτι καὶ μεῖζον ὃ μᾶλλον ἡ φρόνησις λέγει.
但我们现在谈论的是善;因为善已被定义为:各人在获得了智慧时所会选择的事物;那么显然,智慧更指明是如此的事物,也就是更大的善。
§1.7.22καὶ τὸ τοῖς βελτίοσιν ὑπάρχον, ἢ ἁπλῶς ἢ ᾗ βελτίους, οἷον ἡ ἀνδρεία ἰσχύος.
此外,属于更优越者之物,无论是绝对地、还是就他们更优越而言;例如,勇武之于强壮。
καὶ ὃ ἕλοιτʼ ἂν ὁ βελτίων, ἢ ἁπλῶς ἢ ᾗ βελτίων, οἷον τὸ ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν· τοῦτο γὰρ ὁ δικαιότερος ἂν ἕλοιτο.
以及更优越者所会选择之物,无论是绝对地、还是就其更优越而言;例如,受不义比行不义更值得选择;因为更公正的人会选择这一点。
§1.7.23καὶ τὸ ἥδιον τοῦ ἧττον ἡδέος· τὴν γὰρ ἡδονὴν πάντα διώκει, καὶ αὑτοῦ ἕνεκα τοῦ ἥδεσθαι ὀρέγονται, ὥρισται δὲ τούτοις τὸ ἀγαθὸν καὶ τὸ τέλος· ἥδιον δὲ τό τε ἀλυπότερον καὶ τὸ πολυχρονιώτερον ἡδύ.
此外,较不愉快之物,比不上更愉快之物;因为一切事物都追求快乐,并因快乐其自身而渴望它,而善和目的正是通过这些来定义的;而痛苦更少且更为长久的快乐,就是更愉快的。
§1.7.24καὶ τὸ κάλλιον τοῦ ἧττον καλοῦ· τὸ γὰρ καλόν ἐστιν ἤτοι τὸ ἡδὺ ἢ τὸ καθʼ αὑτὸ αἱρετόν.
此外,比起较不美好之物,更美好之物是更大的善;因为美好之物要么是愉快的,要么是因其自身而值得选择的。
§1.7.25καὶ ὅσων αὐτοὶ αὑτοῖς ἢ φίλοις βούλονται αἴτιοι εἶναι μᾶλλον, ταῦτα μείζω ἀγαθά, ὅσων δὲ ἧττον, μείζω κακά.
此外,人们更希望自己成为自身或朋友的产生原因的那些事物,是更大的善;而人们最不希望自己成为原因的那些事物,则是更大的恶。
§1.7.26καὶ τὰ πολυχρονιώτερα τῶν ὀλιγοχρονιωτέρων καὶ τὰ βεβαιότερα τῶν ἀβεβαιοτέρων· ὑπερέχει γὰρ ἡ χρῆσις τῶν μὲν τῷ χρόνῳ τῶν δὲ τῇ βουλήσει· ὅταν γὰρ βούλωνται, ὑπάρχει μᾶλλον ἡ τοῦ βεβαίου.
此外,较短久之物比不上更长久之物,不稳固之物比不上更稳固之物;因为前者的使用在时间上更为优越,后者的使用在意志上更为优越;因为当人们需要时,稳固之物更可供使用。
§1.7.27καὶ ὡς ἂν ἓν τῶν συστοίχων καὶ τῶν ὁμοίων πτώσεων, καὶ τἆλλʼ ἀκολουθεῖ, οἷον εἰ τὸ ἀνδρείως κάλλιον καὶ αἱρετώτερον τοῦ σωφρόνως, καὶ ἀνδρεία σωφροσύνης αἱρετωτέρα καὶ τὸ ἀνδρεῖον εἶναι τοῦ σωφρονεῖν.
此外,正如在同源词和类似屈折变化的词中,若其中一者成立,其他也随之成立;例如,如果“勇敢地”比“节制地”更为美好且更值得选择,那么“勇敢”也比“节制”更值得选择,“成为勇敢的”也比“成为节制的”更值得选择。
§1.7.28καὶ ὃ πάντες αἱροῦνται τοῦ μὴ ὃ πάντες.
此外,所有人选择之物,比非所有人选择之物是更大的善。
καὶ ὃ οἱ πλείους ἢ ὃ οἱ ἐλάττους· ἀγαθὸν γὰρ ἦν οὗ πάντες ἐφίενται, ὥστε καὶ μεῖζον οὗ μᾶλλον.
而多数人选择之物,比少数人选择之物是更大的善;因为善已被定义为一切事物所向往之物,因此被更多向往之物就是更大的善。
καὶ ὃ οἱ ἀμφισβητοῦντες ἢ οἱ ἐχθροί, ἢ οἱ κρίνοντες ἢ οὓς οὗτοι κρίνουσιν· τὸ μὲν γὰρ ὡς ἂν εἰ πάντες φαῖέν ἐστι, τὸ δὲ οἱ κύριοι καὶ οἱ εἰδότες.
此外,论争者、仇敌、裁判者、或裁判者所裁决的人宣告为如此之物也是如此;因为前者相当于所有人宣告,而后者则是拥有权威者和知晓者。

词汇与语法注释

  1. 1364a23καὶ τὸ σπανιώτερον τοῦ ἀφθόνου — 这里提出了两个相互对立的比较价值标准(论题):一是因获取困难而产生占有欲的“稀缺价值”(侧重拥有,κτῆσις),二是因能频繁使用而产生的“实用价值”(侧重使用,χρῆσις)。
  2. 1364a32ἀρετὴ μὴ κακίας καὶ κακία μὴ ἀρετῆς μείζων — μὴ κακίας 与 μὴ ἀρετῆς 分别是意为“没有恶德(不恶)”和“没有德性(无德)”的否定名词短语。此处通过将积极状态(德性/恶德)与单纯的缺乏状态进行对比,论证了积极状态的优越性。
  3. 1364b14ἢ ἁπλῶς ἢ ᾗ κατὰ τὴν φρόνησιν ἔκριναν — ἢ ἁπλῶς(绝对地、无条件地)与 ἢ ᾗ...(就……而言、从特定角度)的对比。它表明,智者的判定不论是在绝对价值的意义上,还是在依其智慧这一特定能力的限定意义上,都是行之有效的。
  4. 1364b34καὶ ὡς ἂν ἓν τῶν συστοίχων — 使用 τῶν συστοίχων(同源词)和 τῶν ὁμοίων πτώσεων(类似屈折变化的词)的逻辑论题。它解释了语言类比的推理规则:如果某对词(如副词“勇敢地”与“节制地”)之间成立某种优越关系,那么其同源的名词或动词之间也同样成立该关系。

引用这一段

亚里士多德, 修辞学 §1.7.14-1.7.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.7.14-1.7.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。