Humanitext Reader

亚里士多德 · 修辞学 §1.6.1-1.6.16

善与利益的定义及其构成要素

第 12 段,共 98 段 · 希腊语

内容简介

亚里士多德提出了作为协商性演说终极目标的“利益”与“善”的定义,并列举了构成这些概念的各种内在与外在的善物(如幸福、美德、身体优势、财富、朋友、荣誉和能力等)。

§1.6.1ὧν μὲν οὖν δεῖ στοχάζεσθαι προτρέποντα ὡς ἐσομένων ἢ ὑπαρχόντων, καὶ ὧν ἀποτρέποντα, φανερόν· τὰ γὰρ ἐναντία τούτων ἐστίν.
因而,在劝说时,作为将要发生或现存的事物,人们应当追求什么,以及在阻止时应当避开什么,是显而易见的;因为后者正是前者的相反面。
ἐπεὶ δὲ πρόκειται τῷ συμβουλεύοντι σκοπὸς τὸ συμφέρον (βουλεύονται γὰρ οὐ περὶ τοῦ τέλους, ἀλλὰ περὶ τῶν πρὸς τὸ τέλος, ταῦτα δʼ ἐστὶ τὰ συμφέροντα κατὰ τὰς πράξεις, τὸ δὲ συμφέρον ἀγαθόν), ληπτέον ἂν εἴη τὰ στοιχεῖα περὶ ἀγαθοῦ καὶ συμφέροντος ἁπλῶς.
但是,既然建议者的设定的目标是利益(因为人们熟议的不是目的,而是通往目的的手段,而这些手段即在行动中有益的事物,有益的事物也就是善),那么我们就必须把握关于普通的“善”与“利益”的基本要素。
§1.6.2ἔστω δὴ ἀγαθὸν ὃ ἂν αὐτὸ ἑαυτοῦ ἕνεκα ᾖ αἱρετόν, καὶ οὗ ἕνεκα ἄλλο αἱρούμεθα, καὶ οὗ ἐφίεται πάντα, ἢ πάντα τὰ αἴσθησιν ἔχοντα ἢ νοῦν ἢ εἰ λάβοι νοῦν, καὶ ὅσα ὁ νοῦς ἂν ἑκάστῳ ἀποδοίη, καὶ ὅσα ὁ περὶ ἕκαστον νοῦς ἀποδίδωσιν ἑκάστῳ· τοῦτό γάρ ἐστιν ἑκάστῳ ἀγαθόν, καὶ οὗ παρόντος εὖ διάκειται καὶ αὐτάρκως ἔχει, καὶ τὸ αὔταρκες, καὶ τὸ ποιητικὸν ἢ φυλακτικὸν τῶν τοιούτων, καὶ ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα, καὶ τὰ κωλυτικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικά.
那么,让我们假定,“善”是指:其自身就值得选择的事物;我们为了它而选择其他事物的事物;一切事物都向往的事物,或者一切具有感觉或理性的事物,或者如果获得了理性也会向往的事物;以及理性会分配给每个人的事物,以及关于每个人的具体理性分配给每个人的事物(因为这就是每个人的善);此外,还有其存在能使人处于良好状态并感到自足的事物,以及自足本身,以及生产或保护这些事物的东西,以及这些事物所伴随的东西,还有阻碍和破坏其相反面的东西。
§1.6.3ἀκολουθεῖ δὲ διχῶς (ἢ γὰρ ἅμα ἢ ὕστερον, οἷον τῷ μὲν μανθάνειν τὸ ἐπίστασθαι ὕστερον, τῷ δὲ ὑγιαίνειν τὸ ζῆν ἅμα), καὶ τὰ ποιητικὰ τριχῶς, τὰ μὲν ὡς τὸ ὑγιαίνειν ὑγιείας, τὰ δὲ ὡς σιτία ὑγιείας, τὰ δὲ ὡς τὸ γυμνάζεσθαι, ὅτι ὡς ἐπὶ τὸ πολὺ ποιεῖ ὑγίειαν.
伴随有两种方式(或者是同时发生,或者是其后发生;例如,认识伴随着学习是其后发生的,而生存伴随着健康是同时发生的);起生产作用的事物也有三种方式:有些正如处于健康状态对健康本身起作用一样,有些正如食物对健康起作用一样,有些正如进行锻炼起作用一样,因为这在大多数情况下能产生健康。
§1.6.4τούτων δὲ κειμένων ἀνάγκη τάς τε λήψεις τῶν ἀγαθῶν ἀγαθὰς εἶναι καὶ τὰς τῶν κακῶν ἀποβολάς· ἀκολουθεῖ γὰρ τῷ μὲν τὸ μὴ ἔχειν τὸ κακὸν ἅμα, τῷ δὲ τὸ ἔχειν τὸ ἀγαθὸν ὕστερον.
既然这些已经确立,那么获得善物与抛弃恶物必然都是善的;因为对于后者(抛弃恶物),不拥有恶是同时伴随的;对于前者(获得善物),拥有善是其后伴随的。
§1.6.5καὶ ἡ ἀντʼ ἐλάττονος ἀγαθοῦ μείζονος λῆψις καὶ ἀντὶ μείζονος κακοῦ ἐλάττονος· ᾧ γὰρ ὑπερέχει τὸ μεῖζον τοῦ ἐλάττονος, τούτῳ γίνεται τοῦ μὲν λῆψις τοῦ δʼ ἀποβολή.
还有以更大的善代替较小的善,以及以较小的恶代替更大的恶,也都是善;因为在更大者超出较小者的限度内,这就成了一方面的获得和另一方面的抛弃。
§1.6.6καὶ τὰς ἀρετὰς δὲ ἀνάγκη ἀγαθὸν εἶναι (κατὰ γὰρ ταύτας εὖ τε διάκεινται οἱ ἔχοντες, καὶ ποιητικαὶ τῶν ἀγαθῶν εἰσι καὶ πρακτικαί· §1.6.7περὶ ἑκάστης δὲ καὶ τίς καὶ ποία χωρὶς ῥητέον), καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι· πάντα γὰρ ἐφίεται τὰ ζῷα αὐτῆς τῇ φύσει· ὥστε καὶ τὰ ἡδέα καὶ τὰ καλὰ ἀνάγκη ἀγαθὰ εἶναι· τὰ μὲν γὰρ ἡδονῆς ποιητικά, τῶν δὲ καλῶν τὰ μὲν ἡδέα τὰ δὲ αὐτὰ καθʼ ἑαυτὰ αἱρετά ἐστιν.
美德也必然是善(因为根据这些美德,拥有它们的人处于良好状态,而且美德能生产并实践善物;至于每种美德是什么,具有什么性质,必须另作讨论);快乐也必然是善,因为所有的动物天生都向往它;因此,令人愉快的事物和美的事物也必然是善;因为前者能生产快乐,而美的事物中,有些是令人愉快的,有些则是其自身就值得选择的。
§1.6.8ὡς δὲ καθʼ ἓν εἰπεῖν, ἀνάγκη ἀγαθὰ εἶναι τάδε.
总之,以下事物必然是善。
εὐδαιμονία· καὶ γὰρ καθʼ αὑτὸ αἱρετὸν καὶ αὔταρκες, καὶ ἕνεκα αὐτῆς τἆλλα αἱρούμεθα.
幸福;因为幸福自身就值得选择,并且是自足的,我们为了它而选择其他一切事物。
§1.6.9δικαιοσύνη, ἀνδρεία, σωφροσύνη, μεγαλοψυχία, μεγαλοπρέπεια, καὶ αἱ ἄλλαι αἱ τοιαῦται ἕξεις· ἀρεταὶ γὰρ ψυχῆς.
正义、勇敢、节制、大度、豪奢,以及其他类似的状态;因为它们是灵魂的美德。
§1.6.10καὶ ὑγίεια καὶ κάλλος καὶ τὰ τοιαῦτα· ἀρεταὶ γὰρ σώματος καὶ ποιητικὰ πολλῶν, οἷον ὑγίεια καὶ ἡδονῆς καὶ τοῦ ζῆν, διὸ καὶ ἄριστον δοκεῖ εἶναι, ὅτι δύο τῶν τοῖς πολλοῖς τιμιωτάτων αἴτιόν ἐστιν, ἡδονῆς καὶ τοῦ ζῆν.
还有健康、美以及类似的事物;因为它们是身体的德行,并且能生产许多事物;例如健康能生产快乐和生存,因此它也被认为是最优的事物,因为它是大多数人最珍视的两样事物——快乐与生存的原因。
§1.6.11πλοῦτος· ἀρετὴ γὰρ κτήσεως καὶ ποιητικὸν πολλῶν.
财富;因为它是占有的德行,并且能生产许多事物。
§1.6.12φίλος καὶ φιλία· καὶ γὰρ καθʼ αὑτὸν αἱρετὸς ὁ φίλος καὶ ποιητικὸς πολλῶν.
朋友与友谊;因为朋友自身就值得选择,并且能生产许多事物。
§1.6.13τιμή, δόξα· καὶ γὰρ ἡδέα καὶ ποιητικὰ πολλῶν, καὶ ἀκολουθεῖ αὐταῖς ὡς ἐπὶ τὸ πολὺ τὸ ὑπάρχειν ἐφʼ οἷς τιμῶνται.
荣誉和名声;因为它们令人愉快,能生产许多事物,而且它们通常伴随着拥有那些人们为之受到尊敬的品质。
§1.6.14δύναμις τοῦ λέγειν, τοῦ πράττειν· ποιητικὰ γὰρ πάντα τὰ τοιαῦτα ἀγαθῶν.
说话和行动的能力;因为所有这些能力都能生产善。
§1.6.15ἔτι εὐφυΐα, μνήμη, εὐμάθεια, ἀγχίνοια, πάντα τὰ τοιαῦτα· ποιητικαὶ γὰρ αὗται ἀγαθῶν αἱ δυνάμεις εἰσίν.
还有,好的天赋、记忆力、易学者、机敏,以及所有类似的事物;因为这些能力能生产善。
ὁμοίως δὲ καὶ αἱ ἐπιστῆμαι πᾶσαι καὶ αἱ τέχναι.
同样地,一切科学和技术也都是如此。
καὶ τὸ ζῆν· εἰ γὰρ μηδὲν ἄλλο ἕποιτο ἀγαθόν, §1.6.16καθʼ αὑτὸ αἱρετόν ἐστιν.
还有生存;因为即使没有其他善物伴随,它自身也是值得选择的。
καὶ τὸ δίκαιον· συμφέρον γάρ τι κοινῇ ἐστιν.
还有公正;因为它在某种程度上是共同的利益。

词汇与语法注释

  1. §1.6.1ἐπεὶ δὲ πρόκειται τῷ συμβουλεύοντι σκοπὸς τὸ συμφέρον — 这是一个复杂的长句结构,由从属引导词 `ἐπεὶ δὲ...` 开始,中间夹杂了长篇插入解释(`βουλεύονται γὰρ...`),最后落在主句 `ληπτέον 应对 ἂν εἴη`(带有潜在语气 `ἄν` 的动形容词无人称结构,意为“应当把握”)上。在括号内的插入语中,代词 `ταῦτα` 指代前文的 `τῶν πρὸς τὸ τέλος`(通往目的的手段)。
  2. §1.6.2ὅσα ὁ νοῦς ἂν ἑκάστῳ ἀποδοίη, καὶ ὅσα ὁ περὶ ἕκαστον νοῦς ἀποδίδωσιν ἑκάστῳ — 两个并列关系从句中语气的不同具有重要意义。前者使用 `ἄν` 连同希求法过去时(`ἀποδοίη`),表示一种潜在的或假设性的情况(“普遍理性可能分配给每个人的事物”)。后者则使用直说法的现在时(`ἀποδίδωσιν`),表示具体、现实的实际情况(“每个人身上具体化了的理性现今分配给每个人的事物”),在语法上形成了普遍与特殊、理想与现实的对照。
  3. §1.6.3τὰ μὲν ὡς τὸ ὑγιαίνειν ὑγιείας — 这里解释了“起生产作用的”(`ποιητικά`)三种方式中的第一种。带冠词的不定式 `τὸ ὑγιαίνειν`(处于健康状态,即活动状态)作比较的主语,而属格名词 `ὑγιείας`(健康,即作为名词的美德或状态)作为被生产的对象,受 `ποιητικά` 的支配。它表明了这样一种关系:活动本身就与它所生产的本质结果是一体并行的。
  4. §1.6.4ἀκολουθεῖ γὰρ τῷ μὲν τὸ μὴ ἔχειν τὸ κακὸν ἅμα, τῷ δὲ τὸ ἔχειν τὸ ἀγαθὸν ὕστερον — 与格指示代名词 `τῷ μὲν` 和 `τῷ δὲ` 以交叉配位(chiasmus)的方式指代前文的 `τάς τε λήψεις τῶν ἀγαθῶν`(获得善物)和 `τὰς τῶν κακῶν ἀποβολάς`(抛弃恶物)。即,`τῷ μὲν` 指代后者(抛弃恶物),`τῷ δὲ` 指代前者(获得善物)。这符合其逻辑:抛弃恶物时“不拥有恶”是同时伴随的,而获得善物时“拥有善”是在其后伴随的。

引用这一段

亚里士多德, 修辞学 §1.6.1-1.6.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.6.1-1.6.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。