§1.5.1σχεδὸν δὲ καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι σκοπός τις ἔστιν οὗ στοχαζόμενοι καὶ αἱροῦνται καὶ φεύγουσιν· καὶ τοῦτʼ ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν ἥ τʼ εὐδαιμονία καὶ τὰ μόρια αὐτῆς·
几乎对每个人私下里,以及对所有人公同地,都有一个目标,他们瞄准这个目标来选择和避免;简而言之,这就是幸福及其组成部分。
§1.5.2ὥστε παραδείγματος χάριν λάβωμεν τί ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἡ εὐδαιμονία, καὶ ἐκ τίνων τὰ μόρια ταύτης· περὶ γὰρ ταύτης καὶ τῶν εἰς ταύτην συντεινόντων καὶ τῶν ἐναντίων ταύτῃ αἵ τε προτροπαὶ καὶ αἱ ἀποτροπαὶ πᾶσαί εἰσιν· τὰ μὲν γὰρ παρασκευάζοντα ταύτην ἢ τῶν μορίων τι, ἢ μεῖζον ἀντʼ ἐλάττονος ποιοῦντα, δεῖ πράττειν, τὰ δὲ φθείροντα ἢ ἐμποδίζοντα ἢ τὰ ἐναντία ποιοῦντα μὴ πράττειν.
因此,为了举例,让我们探究,简单地说,幸福是什么,以及它的组成部分由什么构成;因为关于幸福、促成幸福的事物以及与幸福相反的事物,所有劝说和阻止都是围绕这些展开的;因为那些能产生幸福或其部分、或者使它们由小变大的事情,我们应当去做,而那些毁灭、阻碍或产生相反结果的事情,我们不应当去做。
§1.5.3ἔστω δὴ εὐδαιμονία εὐπραξία μετʼ ἀρετῆς, ἢ αὐτάρκεια ζωῆς, ἢ ὁ βίος ὁ μετὰ ἀσφαλείας ἥδιστος, ἢ εὐθενία κτημάτων καὶ σωμάτων μετὰ δυνάμεως φυλακτικῆς τε καὶ πρακτικῆς τούτων· σχεδὸν γὰρ τούτων ἓν ἢ πλείω τὴν εὐδαιμονίαν ὁμολογοῦσιν εἶναι ἅπαντες.
那么,且把幸福定义为伴随德行的善行,或是生活的自足,或是伴随安全的最快乐的生活,或是伴随保护和支配这些事物的力量的财产与身体的丰裕;因为几乎所有人都会同意,幸福就是这些之中的一种或几种。
§1.5.4εἰ δή ἐστιν ἡ εὐδαιμονία τοιοῦτον, ἀνάγκη αὐτῆς εἶναι μέρη εὐγένειαν, πολυφιλίαν, χρηστοφιλίαν, πλοῦτον, εὐτεκνίαν, πολυτεκνίαν, εὐγηρίαν· ἔτι τὰς τοῦ σώματος ἀρετάς (οἷον ὑγίειαν, κάλλος, ἰσχύν, μέγεθος, δύναμιν ἀγωνιστικήν), δόξαν, τιμήν, εὐτυχίαν, ἀρετήν· οὕτω γὰρ ἂν αὐταρκέστατός τις εἴη, εἰ ὑπάρχοι αὐτῷ τά τʼ ἐν αὐτῷ καὶ τὰ ἐκτὸς ἀγαθά·
如果幸福确实是这样一件事,那么它的组成部分必然是高贵的出身、众多的朋友、优秀的友人、财富、优秀的子女、众多的子女、安乐的晚年;此外还有身体的诸种德行(如健康、美貌、力量、身材、竞技能力)、名声、荣誉、好运、美德;因为只有当一个人既拥有自身的善,又拥有外部的善时,他才是最自足的;因为除此之外没有别种善。
οὐ γὰρ ἔστιν ἄλλα παρὰ ταῦτα. ἔστι δʼ ἐν αὐτῷ μὲν τὰ περὶ ψυχὴν καὶ τὰ ἐν σώματι, ἔξω δὲ εὐγένεια καὶ φίλοι καὶ χρήματα καὶ τιμή, ἔτι δὲ προσήκειν οἰόμεθα δυνάμεις ὑπάρχειν καὶ τύχην· οὕτω γὰρ ἀσφαλέστατος ὁ βίος.
而自身的善是指关于灵魂和身体内的善,外部的善则是高贵出身、朋友、财富和荣誉;此外,我们认为还应当拥有权力和好运;因为这样生活才最安全。
λάβωμεν τοίνυν ὁμοίως καὶ τούτων ἕκαστον τί ἐστιν.
那么,让我们同样来看看这之中的每一项究竟是什么。
§1.5.5εὐγένεια μὲν οὖν ἐστιν ἔθνει μὲν καὶ πόλει τὸ αὐτόχθονας ἢ ἀρχαίους εἶναι, καὶ ἡγεμόνας τοὺς πρώτους ἐπιφανεῖς, καὶ πολλοὺς ἐπιφανεῖς γεγονέναι ἐξ αὐτῶν ἐπὶ τοῖς ζηλουμένοις· ἰδίᾳ δὲ εὐγένεια ἢ ἀπʼ ἀνδρῶν ἢ ἀπὸ γυναικῶν, καὶ γνησιότης ἀπʼ ἀμφοῖν, καί, ὥσπερ ἐπὶ πόλεως, τὸ τούς τε πρώτους γνωρίμους ἢ ἐπʼ ἀρετῇ ἢ πλούτῳ ἢ ἄλλῳ τῳ τῶν τιμωμένων εἶναι, καὶ πολλοὺς ἐπιφανεῖς ἐκ τοῦ γένους καὶ ἄνδρας καὶ γυναῖκας καὶ νέους καὶ πρεσβυτέρους.
那么,对于一个民族或城邦来说,高贵的出身就是指他们是土著或历史悠久,并且最初的领袖们声名显赫,以及他们之中有许多人在令人羡慕的事情上出类拔萃;而对于个人来说,高贵的出身是指源于父方或母方,并且双方皆为提合法子嗣,而且如同城邦的情况一样,最初的先祖因美德、财富或任何其他受人尊崇的事情而闻名,且其家族中产生了许多显赫的人物,包括男人和女人,年轻的和年长的。
§1.5.6εὐτεκνία δὲ καὶ πολυτεκνία οὐκ ἄδηλα.
优秀的子女和众多的子女,其含义是显而易见的。
ἔστιν δὲ τῷ κοινῷ μὲν, νεότης ἂν ᾖ πολλὴ καὶ ἀγαθή, ἀγαθὴ δὲ κατʼ ἀρετὴν σώματος, οἷον μέγεθος, κάλλος, ἰσχύν, δύναμιν ἀγωνιστικήν· ψυχῆς δὲ σωφροσύνη καὶ ἀνδρεία νέου ἀρεταί· ἰδίᾳ δὲ εὐτεκνία καὶ πολυτεκνία τὸ τὰ ἴδια τέκνα πολλὰ καὶ τοιαῦτα εἶναι, καὶ θήλεα καὶ ἄρρενα·
在公共方面,它是指青年人众多且优秀,而优秀是指身体的德行,如身材、美貌、力量、竞技能力;在灵魂方面,青年人的德行是节制和勇敢;在个人方面,优秀的子女和众多的子女是指自己的孩子众多且具备上述品质,包括女儿和儿子。
θηλειῶν δὲ ἀρετὴ σώματος μὲν κάλλος καὶ μέγεθος, ψυχῆς δὲ σωφροσύνη καὶ φιλεργία ἄνευ ἀνελευθερίας.
对于女性,身体的德行是美貌和身材,灵魂的德行是节制以及不失体面的勤劳。
ὁμοίως δὲ καὶ ἰδίᾳ καὶ κοινῇ, καὶ κατʼ ἄνδρας καὶ κατὰ γυναῖκας, δεῖ ζητεῖν ἕκαστον ὑπάρχειν τῶν τοιούτων· ὅσοις γὰρ τὰ κατὰ γυναῖκας φαῦλα ὥσπερ Λακεδαιμονίοις, σχεδὸν κατὰ τὸ ἥμισυ οὐκ εὐδαιμονοῦσιν.
同样,无论在个人还是公共方面,也无论对男人还是女人,我们都应当追求这些品质中的每一项都具备;因为在那些女性状况恶劣的地方,如在拉栖代梦人那里,他们几乎失去了半个城邦的幸福。
§1.5.7πλούτου δὲ μέρη νομίσματος πλῆθος καὶ γῆς, χωρίων κτῆσις πλήθει καὶ μεγέθει καὶ κάλλει διαφερόντων, ἔτι δὲ ἐπίπλων κτῆσις καὶ ἀνδραπόδων καὶ βοσκημάτων πλήθει καὶ κάλλει διαφερόντων, ταῦτα δὲ πάντα οἰκεῖα καὶ ἀσφαλῆ καὶ ἐλευθέρια καὶ χρήσιμα.
财富的组成部分是:货币的丰裕、土地、在数量、面积和美观上出众的庄产的占有,此外还有在数量和美观上出众的动产、奴隶和牲畜的占有;所有这些都应当是属于自己的、安全的、自由人的和有用的。
ἔστιν δὲ χρήσιμα μὲν μᾶλλον τὰ κάρπιμα, ἐλευθέρια δὲ τὰ πρὸς ἀπόλαυσιν (κάρπιμα δὲ λέγω ἀφʼ ὧν αἱ πρόσοδοι, ἀπολαυστικὰ δὲ ἀφʼ ὧν μηδὲν παρὰ τὴν χρῆσιν γίγνεται ὅ τι καὶ ἄξιον).
有用的财产更多是指能产生收益的,而自由人的财产则是为了享受(我所说的产生收益是指能从中获得收入,而享受则是指除了使用之外不会产生其他有价值的东西)。
ὅρος δὲ ἀσφαλείας μὲν τὸ ἐνταῦθα καὶ οὕτω κεκτῆσθαι ὥστʼ ἐφʼ αὑτῷ εἶναι τὴν χρῆσιν αὐτῶν, τοῦ δὲ οἰκεῖα εἶναι ἢ μὴ ὅταν ἐφʼ αὑτῷ ᾖ ἀπαλλοτριῶσαι· λέγω δὲ ἀπαλλοτρίωσιν δόσιν καὶ πρᾶσιν.
安全的标准是在特定地点并以特定方式占有,以至于其使用完全取决于自己;而是否属于自己财产的标准,在于转让它们是否取决于自己;我所说的转让是指赠送和出售。
ὅλως δὲ τὸ πλουτεῖν ἐστιν ἐν τῷ χρῆσθαι μᾶλλον ἢ ἐν τῷ κεκτῆσθαι· καὶ γὰρ ἡ ἐνέργειά ἐστι τῶν τοιούτων καὶ ἡ χρῆσις πλοῦτος.
总而言之,富裕在于使用,而不在于占有;因为这些事物的现实活动和使用才真正是财富。
§1.5.8εὐδοξία δʼ ἐστὶν τὸ ὑπὸ πάντων σπουδαῖον ὑπολαμβάνεσθαι ἢ τοιοῦτόν τι ἔχειν οὗ πάντες ἐφίενται ἢ οἱ πολλοὶ ἢ οἱ ἀγαθοὶ ἢ οἱ φρόνιμοι.
良好的名声是指被所有人视为优秀的,或者拥有某些所有人、或多数人、或善人、或智者所向往的品质。