§1.4.1πρῶτον μὲν οὖν ληπτέον περὶ ποῖα ἀγαθὰ ἢ κακὰ ὁ συμβουλεύων συμβουλεύει, ἐπειδὴ οὐ περὶ ἅπαντα ἀλλʼ ὅσα ἐνδέχεται καὶ γενέσθαι καὶ μή,
首先,我们必须掌握建议者所建议的是哪一类好事或坏事,因为他退而求其次并不是针对所有事物提供建议,而仅针对那些既可能发生也可能不发生的事物。
§1.4.2ὅσα δὲ ἐξ ἀνάγκης ἢ ἔστιν ἢ ἔσται, ἢ ἀδύνατον ἢ εἶναι ἢ γενέσθαι, περὶ δὲ τούτων οὐκ ἔστι συμβουλή.
而对于那些必然存在或将要存在,或者不可能存在或发生的事物,关于这些则是没有建议的。
§1.4.3οὐδὲ δὴ περὶ τῶν ἐνδεχομένων ἁπάντων· ἔστιν γὰρ καὶ φύσει ἔνια καὶ ἀπὸ τύχης γινόμενα ἀγαθὰ τῶν ἐνδεχομένων καὶ γίγνεσθαι καὶ μή, περὶ ὧν οὐδὲν πρὸ ἔργου τὸ συμβουλεύειν·
当然,也不是关于所有可能发生的事物;因为在那些既可能发生也可能不发生的事物中,有些是由自然或偶然产生的善,对于这些事物,提出建议是毫无用处的。
ἀλλὰ δῆλον ὅτι περὶ ὅσων ἐστὶν τὸ βουλεύεσθαι.
相反,显而易见的是,建议是关于那些可以被深思熟虑的事物。
τοιαῦτα δʼ ἐστὶν ὅσα πέφυκεν ἀνάγεσθαι εἰς ἡμᾶς, καὶ ὧν ἡ ἀρχὴ τῆς γενέσεως ἐφʼ ἡμῖν ἐστιν·
而这类事物就是那些天生可以归结于我们自身,且其产生的始点在于我们掌控之中的事物。
μέχρι γὰρ τούτου σκοποῦμεν, ἕως ἂν εὕρωμεν εἰ ἡμῖν δυνατὰ ἢ ἀδύνατα πρᾶξαι.
因为我们考量到这一点为止,直到我们发现对我们来说这些事是可能做到的还是不可能做到的。
§1.4.4καθʼ ἕκαστον μὲν οὖν ἀκριβῶς διαριθμήσασθαι καὶ διαλαβεῖν εἰς εἴδη περὶ ὧν εἰώθασι χρηματίζειν, ἔτι δʼ ὅσον ἐνδέχεται περὶ αὐτῶν διορίσαι κατὰ τὴν ἀλήθειαν, οὐ δεῖ κατὰ τὸν παρόντα καιρὸν ζητεῖν διὰ τὸ μήτε τῆς ῥητορικῆς εἶναι τέχνης, ἀλλʼ ἐμφρονεστέρας καὶ μᾶλλον ἀληθινῆς, πολλῷ τε πλείω δεδόσθαι καὶ νῦν αὐτῇ τῶν οἰκείων θεωρημάτων·
因此,对于人们习惯于讨论的具体事务,去进行精确的逐一列举并划分其种类,以及根据真理在可能范围内对它们进行界定,在当前是不应该追求的。 因为这不属于修辞学的技术,而属于一种更具智慧、更求真的学科,并且当前已经给予修辞学比其自身固有定理多得多的内容了。
§1.4.5ὅπερ γὰρ καὶ πρότερον εἰρηκότες τυγχάνομεν ἀληθές ἐστιν, ὅτι ἡ ῥητορικὴ σύγκειται μὲν ἔκ τε τῆς ἀναλυτικῆς ἐπιστήμης καὶ τῆς περὶ τὰ ἤθη πολιτικῆς, ὁμοία δʼ ἐστὶν τὰ μὲν τῇ διαλεκτικῇ τὰ δὲ τοῖς σοφιστικοῖς λόγοις.
因为我们此前所说的是真实的,即修辞学是由分析学和关于性格的政治学组成的,它在某些方面类似于辩证法,在另一些方面类似于诡辩式的论证。
§1.4.6ὅσῳ δʼ ἄν τις ἢ τὴν διαλεκτικὴν ἢ ταύτην μὴ καθάπερ ἂν δυνάμεις ἀλλʼ ἐπιστήμας πειρᾶται κατασκευάζειν, λήσεται τὴν φύσιν αὐτῶν ἀφανίσας τῷ μεταβαίνειν ἐπισκευάζων εἰς ἐπιστήμας ὑποκειμένων τινῶν πραγμάτων, ἀλλὰ μὴ μόνον λόγων.
如果有人企图把辩证法或修辞学不当作能力而是当作科学来建立,他就会在不知不觉中抹杀它们的本性,因为他在重建它们时,已经跨越到针对某些具体实体的科学,而不再仅仅是关于言辞的科学。
§1.4.7ὅμως δὲ ὅσα πρὸ ἔργου μέν ἐστι διελεῖν, ἔτι δʼ ὑπολείπει σκέψιν τῇ πολιτικῇ ἐπιστήμῃ, εἴπωμεν καὶ νῦν.
然而,对于那些现在进行划分是有用的、且仍留给政治学去探讨的事物,我们现在也来说一说。
σχεδὸν γάρ, περὶ ὧν βουλεύονται πάντες καὶ περὶ ὧν ἀγορεύουσιν οἱ συμβουλεύοντες, τὰ μέγιστα τυγχάνει πέντε τὸν ἀριθμὸν ὄντα·
因为几乎所有人们所深思熟虑、以及建议者在公共场合所宣讲的事物,最重要的在数量上恰好有五种。
ταῦτα δʼ ἐστὶν περί τε πόρων, καὶ πολέμου καὶ εἰρήνης, ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας, καὶ τῶν εἰσαγομένων καὶ ἐξαγομένων, καὶ νομοθεσίας·
这些就是:财政收入、战争与和平、以及国土防御、进口与出口、和立法。
§1.4.8ὥστε περὶ μὲν πόρων τὸν μέλλοντα συμβουλεύειν δέοι ἂν τὰς προσόδους τῆς πόλεως εἰδέναι τίνες καὶ πόσαι, ὅπως εἴτε τις παραλείπεται προστεθῇ καὶ εἴ τις ἐλάττων αὐξηθῇ, ἔτι δὲ τὰς δαπάνας τῆς πόλεως ἁπάσας, ὅπως εἴ τις περίεργος ἀφαιρεθῇ καὶ εἴ τις μείζων ἐλάττων γένηται·
因此,关于财政,那将要提出建议的人应该知道城邦的收入是什么以及有多少,以便如有遗漏则予以增加,如有不足则予以扩大;此外,还应知道城邦的所有支出,以便如有冗余则予以裁撤,如有过大则予以削减。
οὐ γὰρ μόνον πρὸς τὰ ὑπάρχοντα προστιθέντες πλουσιώτεροι γίγνονται, ἀλλὰ καὶ ἀφαιροῦντες τῶν δαπανημάτων.
因为人们变得更加富裕,不仅是通过增加现有的财产,而且也是通过削减开支。
ταῦτα δʼ οὐ μόνον ἐκ τῆς περὶ τὰ ἴδια ἐμπειρίας ἐνδέχεται συνορᾶν, ἀλλʼ ἀναγκαῖον καὶ τῶν παρὰ τοῖς ἄλλοις εὑρημένων ἱστορικὸν εἶναι πρὸς τὴν περὶ τούτων συμβουλήν.
而这些事情不仅能从关于私事的经验中看清,而且为了关于这些事务的建议,还必须对其他城邦所采用的做法进行调查。