§1.4.9περὶ δὲ πολέμου καὶ εἰρήνης τὴν δύναμιν εἰδέναι τῆς πόλεως, ὁπόση τε ὑπάρχει ἤδη καὶ πόσην ἐνδέχεται ὑπάρξαι, καὶ ποία τις ἥ τε ὑπάρχουσά ἐστιν καὶ ἥτις ἐνδέχεται προσγενέσθαι, ἔτι δὲ πολέμους πῶς καὶ τίνας πεπολέμηκεν.
关于战争与和平,应当了解城邦的力量,即目前已经有多少力量,以及可能拥有多少力量,还有现存的力量属于什么类型,以及可能增加什么类型的力量,此外还应了解城邦是如何以及打了哪些战争。
οὐ μόνον δὲ τῆς οἰκείας πόλεως ἀλλὰ καὶ τῶν ὁμόρων ταῦτα ἀναγκαῖον εἰδέναι, καὶ πρὸς οὓς ἐπίδοξον πολεμεῖν, ὅπως πρὸς μὲν τοὺς κρείττους εἰρηνεύηται, πρὸς δὲ τοὺς ἥττους ἐφʼ αὑτοῖς ᾖ τὸ πολεμεῖν, καὶ τὰς δυνάμεις, πότερον ὅμοιαι ἢ ἀνόμοιαι· ἔστιν γὰρ καὶ ταύτῃ πλεονεκτεῖν ἢ ἐλαττοῦσθαι.
不仅对于本城邦,而且对于邻国,也有必要了解这些情况,并知道可能与谁发生战争,以便对于较强者保持和平,对于较弱者则可以自主决定是否交战;还应了解他们的力量是相似还是不相似,因为在这方面同样可能占便宜或吃亏。
ἀναγκαῖον δὲ καὶ πρὸς ταῦτα μὴ μόνον τοὺς οἰκείους πολέμους τεθεωρηκέναι ἀλλὰ καὶ τοὺς τῶν ἄλλων, πῶς ἀποβαίνουσιν· ἀπὸ γὰρ τῶν ὁμοίων τὰ ὅμοια γίγνεσθαι πέφυκεν.
为了这些目的,不仅有必要考察本国的战争,还要考察他人的战争是如何结局的;因为同类的事情自然会产生同类的结果。
§1.4.10ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας μὴ λανθάνειν πῶς φυλάττεται, ἀλλὰ καὶ τὸ πλῆθος εἰδέναι τῆς φυλακῆς καὶ τὸ εἶδος καὶ τοὺς τόπους τῶν φυλακτηρίων (τοῦτο δʼ ἀδύνατον μὴ ἔμπειρον ὄντα τῆς χώρας), ἵνʼ εἴ τʼ ἐλάττων ἡ φυλακὴ προστεθῇ καὶ εἴ τις περίεργος ἀφαιρεθῇ καὶ τοὺς ἐπιτηδείους τόπους τηρῶσι μᾶλλον.
此外,关于国土防御,不能不注意到它是如何被防守的,而且必须知道防御部队的数量、类型以及哨所的位置(如果不熟悉该国地理,这是不可能的),以便如果防御不足则予以增加,如有冗余则予以裁撤,并能更好地守卫合适的地点。
§1.4.11ἔτι δὲ περὶ τροφῆς, πόση ἱκανὴ τῇ πόλει καὶ ποία, ἡ αὐτοῦ τε γιγνομένη καὶ ἡ εἰσαγώγιμος, καὶ τίνων τʼ ἐξαγωγῆς δέονται καὶ τίνων καὶ παρὰ τίνων εἰσαγωγῆς, ἵνα πρὸς τούτους καὶ συνθῆκαι καὶ συμβολαὶ γίγνωνται· πρὸς δύο γὰρ διαφυλάττειν ἀναγκαῖον ἀνεγκλήτους τοὺς πολίτας, πρός τε τοὺς κρείττους καὶ πρὸς τοὺς εἰς ταῦτα χρησίμους.
此外,关于粮食,城邦需要多少以及什么种类的粮食才足够,包括本地出产的和可进口的,以及城邦需要出口什么,需要从谁那里进口什么,以便与这些人缔结条约和协议;因为有必要使公民对两类人保持无可指责的关系:较强者以及在这些事务上有用的人。
§1.4.12εἰς δʼ ἀσφάλειαν ἅπαντα μὲν ταῦτα ἀναγκαῖον δύνασθαι θεωρεῖν, οὐκ ἐλάχιστον δὲ περὶ νομοθεσίας ἐπαΐειν· ἐν γὰρ τοῖς νόμοις ἐστὶν ἡ σωτηρία τῆς πόλεως, ὥστʼ ἀναγκαῖον εἰδέναι πόσα τέ ἐστι πολιτειῶν εἴδη, καὶ ποῖα συμφέρει ἑκάστῃ, καὶ ὑπὸ τίνων φθείρεσθαι πέφυκεν καὶ οἰκείων τῆς πολιτείας καὶ ἐναντίων.
而为了安全,虽然有必要能够考察所有这些事情,但最不容忽视的是理解立法;因为在法律中包含着城邦的得救,因此有必要了解有多少种政体,每种政体适合什么,以及它们天生会因什么而毁灭,无论是因政体自身所固有的因素还是因对立的因素。
λέγω δὲ τὸ ὑπὸ οἰκείων φθείρεσθαι, ὅτι ἔξω τῆς βελτίστης πολιτείας αἱ ἄλλαι πᾶσαι καὶ ἀνιέμεναι καὶ ἐπιτεινόμεναι φθείρονται, οἷον δημοκρατία οὐ μόνον ἀνιεμένη ἀσθενεστέρα γίγνεται ὥστε τέλος ἥξει εἰς ὀλιγαρχίαν, ἀλλὰ καὶ ἐπιτεινομένη σφόδρα· ὥσπερ καὶ ἡ γρυπότης καὶ ἡ σιμότης οὐ μόνον ἀνιέμενα ἔρχεται εἰς τὸ μέσον, ἀλλὰ καὶ σφόδρα γρυπὰ γινόμενα ἢ σιμὰ οὕτως διατίθεται ὥστε μηδὲ μυκτῆρα δοκεῖν εἶναι.
我所说的“因自身的因素而毁灭”,是指除最善政体之外,所有其他政体在放松和收紧时都会趋于毁灭,例如民主制,不仅在放松时会变得更加软弱,以至于最终沦为寡头制,而且在过度收紧时也是如此;就像鹰钩鼻和塌鼻子,不仅在放松时会回到中间状态,而且当它们变得极度鹰钩或塌下时,也会变得甚至看起来不再像一个鼻子。
§1.4.13χρήσιμον δὲ πρὸς τὰς νομοθεσίας τὸ μὴ μόνον ἐπαΐειν τίς πολιτεία συμφέρει, ἐκ τῶν παρεληλυθότων θεωροῦντα, ἀλλὰ καὶ τὰς παρὰ τοῖς ἄλλοις εἰδέναι, αἱ ποῖαι τοῖς ποίοις ἁρμόττουσιν· ὥστε δῆλον ὅτι πρὸς μὲν τὴν νομοθεσίαν αἱ τῆς γῆς περίοδοι χρήσιμοι (ἐντεῦθεν γὰρ λαβεῖν ἔστιν τοὺς τῶν ἐθνῶν νόμους), πρὸς δὲ τὰς πολιτικὰς συμβουλὰς αἱ τῶν περὶ τὰς πράξεις γραφόντων ἱστορίαι· ἅπαντα δὲ ταῦτα πολιτικῆς ἀλλʼ οὐ ῥητορικῆς ἔργον ἐστίν.
而且对于立法,不仅要通过考察过去的事情来理解什么政体是适宜的,而且还要了解其他人的政体,即什么样的政体适合什么样的人;因此显而易见,对于立法来说,世界地理著作是有用的(因为从中可以获取各民族的法律),而对于政治建议,记录行为者的历史著作是有用的;然而,所有这些都是政治学的任务,而不是修辞学的任务。
περὶ ὧν μὲν οὖν ἔχειν δεῖ τὰς προτάσεις τὸν μέλλοντα συμβουλεύειν, τὰ μέγιστα τοσαῦτά ἐστιν· ἐξ ὧν δὲ δεῖ καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων προτρέπειν ἢ ἀποτρέπειν λέγωμεν πάλιν.
因此,关于将要提出建议的人应当拥有哪些论题,最重要的就是这些;而关于这些以及其他事情,我们应当根据什么来劝说或阻止,让我们再次进行讨论。