Humanitext Reader

亚里士多德 · 修辞学 §1.3.1-1.3.9

修辞学的三种类型及其目的与时间

第 7 段,共 98 段 · 希腊语

内容简介

本章确立了修辞学的三种类型(议会修辞、法庭修辞和展示性修辞)以及它们各自的听众、时间和目的,并阐明了在各类演说中掌握关于可能与不可能、以及事物大小之预备前提的必要性。

§1.3.1ἔστιν δὲ τῆς ῥητορικῆς εἴδη τρία τὸν ἀριθμόν· τοσοῦτοι γὰρ καὶ οἱ ἀκροαταὶ τῶν λόγων ὑπάρχουσιν ὄντες.
修辞学的种类在数量上有三种;因为演说的听众也恰好有这么多种。
σύγκειται μὲν γὰρ ἐκ τριῶν ὁ λόγος, ἔκ τε τοῦ λέγοντος καὶ περὶ οὗ λέγει καὶ πρὸς ὅν, καὶ τὸ τέλος πρὸς τοῦτόν ἐστιν, λέγω δὲ τὸν ἀκροατήν.
因为演说是由三个要素组成的:说话者、演说所涉及的对象、以及听众,而其目的则是指向后者的——我指的是听众。
§1.3.2ἀνάγκη δὲ τὸν ἀκροατὴν ἢ θεωρὸν εἶναι ἢ κριτήν, κριτὴν δὲ ἢ τῶν γεγενημένων ἢ τῶν μελλόντων.
听众必然要么是旁观者,要么是裁判者,而裁判者要么裁决过去的事情,要么裁决未来的事情。
ἔστιν δʼ ὁ μὲν περὶ τῶν μελλόντων κρίνων ὁ ἐκκλησιαστής, ὁ δὲ περὶ τῶν γεγενημένων ὁ δικαστής, ὁ δὲ περὶ τῆς δυνάμεως ὁ θεωρός,
其中,对未来的事情进行裁决的是公民大会成员,对过去的事情进行裁决的是法官,而对能力进行评判的则是旁观者。
§1.3.3ὥστʼ ἐξ ἀνάγκης ἂν εἴη τρία γένη τῶν λόγων τῶν ῥητορικῶν, συμβουλευτικόν, δικανικόν, ἐπιδεικτικόν.
因此,必然存在着三种修辞演说:议会修辞、法廷修辞和展示性修辞。
συμβουλῆς δὲ τὸ μὲν προτροπή, τὸ δὲ ἀποτροπή· ἀεὶ γὰρ καὶ οἱ ἰδίᾳ συμβουλεύοντες καὶ οἱ κοινῇ δημηγοροῦντες τούτων θάτερον ποιοῦσιν.
在议会建议中,一方面是劝诱,另一方面是阻止;因为无论是在私下里提出建议的人,还是在公开场合向公众演讲的人,总是做这二者之一。
δίκης δὲ τὸ μὲν κατηγορία, τὸ δʼ ἀπολογία· τούτων γὰρ ὁποτερονοῦν ποιεῖν ἀνάγκη τοὺς ἀμφισβητοῦντας.
在法庭辩论中,一方面是控告,另一方面是辩护;因为争端各方必然要进行其中之一。
ἐπιδεικτικοῦ δὲ τὸ μὲν ἔπαινος τὸ δὲ ψόγος.
在展示性修辞中,一方面是歌颂,另一方面是责备。
§1.3.4χρόνοι δὲ ἑκάστου τούτων εἰσὶ τῷ μὲν συμβουλεύοντι ὁ μέλλων (περὶ γὰρ τῶν ἐσομένων συμβουλεύει ἢ προτρέπων ἢ ἀποτρέπων), τῷ δὲ δικαζομένῳ ὁ γενόμενος (περὶ γὰρ τῶν πεπραγμένων ἀεὶ ὁ μὲν κατηγορεῖ, ὁ δὲ ἀπολογεῖται), τῷ δʼ ἐπιδεικτικῷ κυριώτατος μὲν ὁ παρών (κατὰ γὰρ τὰ ὑπάρχοντα ἐπαινοῦσιν ἢ ψέγουσιν πάντες), προσχρῶνται δὲ πολλάκις καὶ τὰ γενόμενα ἀναμιμνήσκοντες καὶ τὰ μέλλοντα προεικάζοντες.
而这每一类所适用的时间是不同的:对于建议者来说是未来(因为他是在对将要发生的事情进行劝诱或阻止以提供建议);对于诉讼者来说是过去(因为对于已经发生的事,总是由一方面进行控告,另一方面进行辩护);而对于展示性演说者来说,最主要的时间是现在(因为所有人都是根据现存的事实进行歌颂或责备的),不过他们也经常利用其他时间,唤起对过去事物的回忆,或者对未来的事物进行预料。
§1.3.5τέλος δὲ ἑκάστοις τούτων ἕτερόν ἐστι, καὶ τρισὶν οὖσι τρία, τῷ μὲν συμβουλεύοντι τὸ συμφέρον καὶ βλαβερόν· ὁ μὲν γὰρ προτρέπων ὡς βέλτιον συμβουλεύει, ὁ δὲ ἀποτρέπων ὡς χείρονος ἀποτρέπει, τὰ δʼ ἄλλα πρὸς τοῦτο συμπαραλαμβάνει, ἢ δίκαιον ἢ ἄδικον, ἢ καλὸν ἢ αἰσχρόν· τοῖς δὲ δικαζομένοις τὸ δίκαιον καὶ τὸ ἄδικον, τὰ δʼ ἄλλα καὶ οὗτοι συμπαραλαμβάνουσι πρὸς ταῦτα· τοῖς δʼ ἐπαινοῦσιν καὶ ψέγουσιν τὸ καλὸν καὶ τὸ αἰσχρόν, τὰ δʼ ἄλλα καὶ οὗτοι πρὸς ταῦτα ἐπαναφέρουσιν.
这每一类的目的也各不相同,三类就有三个目的:对于建议者来说是利与害;因为劝诱者是作为较好的事而建议,阻止者是作为较坏的事而阻拦,而其他事物—— 无论是公正还是不公正,高尚还是卑劣——他都是为了这个目的而顺便引用的;对于诉讼者来说是公正与不公正,他们也为了这些而顺便引用其他事物;对于歌颂和责备者来说是高尚与卑劣,他们也把其他事物归结到这些上面。
§1.3.6σημεῖον δʼ ὅτι τὸ εἰρημένον ἑκάστοις τέλος· περὶ μὲν γὰρ τῶν ἄλλων ἐνίοτε οὐκ ἂν ἀμφισβητήσαιεν, οἷον ὁ δικαζόμενος ὡς οὐ γέγονεν ἢ οὐκ ἔβλαψεν· ὅτι δʼ ἀδικεῖ οὐδέποτʼ ἂν ὁμολογήσειεν· οὐδὲν γὰρ ἂν ἔδει δίκης.
所说的话是各自的目的,其证据如下:因为有时他们可能不会对其他事情产生争执;例如,诉讼者可能会辩解说某事没有发生,或者没有造成危害,但他决不会承认自己行了不义;因为如果承认,就根本不需要审判了。
ὁμοίως δὲ καὶ οἱ συμβουλεύοντες τὰ μὲν ἄλλα πολλάκις προΐενται, ὡς δὲ ἀσύμφορα συμβουλεύουσιν ἢ ἀπʼ ὠφελίμων ἀποτρέπουσιν οὐκ ἂν ὁμολογήσαιεν· ὡς δʼ ἄδικον τοὺς ἀστυγείτονας καταδουλοῦσθαι καὶ τοὺς μηδὲν ἀδικοῦντας, πολλάκις οὐδὲν φροντίζουσιν.
同样,建议者常常会放弃其他论点,但对于他们是在建议不利的事,或者是在阻止有益的事,他们决不会承认;而至于奴役邻国以及奴役没有犯过任何过错的人是否“不公正”,他们往往根本不在乎。
ὁμοίως δὲ καὶ οἱ ἐπαινοῦντες καὶ οἱ ψέγοντες οὐ σκοποῦσιν εἰ συμφέροντα ἔπραξεν ἢ βλαβερά, ἀλλὰ καὶ ἐν ἐπαίνῳ πολλάκις τιθέασιν ὅτι ὀλιγωρήσας τοῦ αὑτῷ λυσιτελοῦντος ἔπραξεν ὅ τι καλόν, οἷον Ἀχιλλέα ἐπαινοῦσιν ὅτι ἐβοήθησε τῷ ἑταίρῳ Πατρόκλῳ εἰδὼς ὅτι δεῖ αὐτὸν ἀποθανεῖν ἐξὸν ζῆν.
同样,歌颂者和责备者也不考虑某人所做的是利还是害,反而经常在赞美中指出,他是不顾自己的利益而做了高尚的事;例如,他们赞美阿喀琉斯,因为他去援助他的同伴帕特洛克罗斯,虽然他知道自己必须死去,而他本可以活下去。
τούτῳ δὲ ὁ μὲν τοιοῦτος θάνατος κάλλιον, τὸ δὲ ζῆν συμφέρον.
对他来说,这样的死更高尚,而活下去则更有利。
§1.3.7φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι ἀνάγκη περὶ τούτων ἔχειν πρῶτον τὰς προτάσεις· τὰ γὰρ τεκμήρια καὶ τὰ εἰκότα καὶ τὰ σημεῖα προτάσεις εἰσὶν ῥητορικαί·
从所说的话中可以明显看出,首先必然要拥有关于这些事物的前提;因为确凿证据、似真事物和迹象都是修辞学的前提。
ὅλως μὲν γὰρ συλλογισμὸς ἐκ προτάσεών ἐστιν, τὸ δʼ ἐνθύμημα συλλογισμός ἐστι συνεστηκὼς ἐκ τῶν εἰρημένων προτάσεων.
因为总的来说,三段论是由前提构成的,而修辞式三段论则是从上述前提构成的三段论。
§1.3.8ἐπεὶ δὲ οὔτε πραχθῆναι οἷόν τε οὔτε πεπρᾶχθαι τὰ ἀδύνατα ἀλλὰ τὰ δυνατά, οὐδὲ τὰ μὴ γενόμενα ἢ μὴ ἐσόμενα οἷόν τε τὰ μὲν πεπρᾶχθαι, τὰ δὲ πραχθήσεσθαι, ἀναγκαῖον καὶ τῷ συμβουλεύοντι καὶ τῷ δικαζομένῳ καὶ τῷ ἐπιδεικτικῷ ἔχειν προτάσεις περὶ δυνατοῦ καὶ ἀδυνάτου, καὶ εἰ γέγονεν ἢ μή, καὶ εἰ ἔσται ἢ μή.
既然不可能的事物既不能做也未曾做过,而只有可能的事物才能如此,且未曾发生或将不发生的事物也不可能已经做过或将来要做,因此建议者、诉讼者和展示性演说者都必须拥有关于可能与不可能、以及某事是否已经发生、是否将要发生的前提。
§1.3.9ἔτι δὲ ἐπεὶ ἅπαντες, καὶ ἐπαινοῦντες καὶ ψέγοντες, καὶ προτρέποντες καὶ ἀποτρέποντες, καὶ κατηγοροῦντες καὶ ἀπολογούμενοι, οὐ μόνον τὰ εἰρημένα δεικνύναι πειρῶνται, ἀλλὰ καὶ ὅτι μέγα ἢ μικρὸν τὸ ἀγαθὸν ἢ τὸ κακόν, ἢ τὸ καλὸν ἢ τὸ αἰσχρόν, ἢ τὸ δίκαιον ἢ τὸ ἄδικον, ἢ καθʼ αὑτὰ λέγοντες ἢ πρὸς ἄλληλα ἀντιπαραβάλλοντες, δῆλον ὅτι δέοι ἂν καὶ περὶ μεγέθους καὶ μικρότητος καὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος προτάσεις ἔχειν, καὶ καθόλου καὶ περὶ ἑκάστου, οἷον τί μεῖζον ἀγαθὸν ἢ ἔλαττον ἢ ἀδίκημα ἢ δικαίωμα· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων.
此外,既然所有人,无论是歌颂和责备、劝诱和阻止、还是控告和辩护,不仅试图表明上述内容,而且还要表明那善或恶、高尚或卑劣、公正或不公正,是伟大还是微小(无论是就其自身而言,还是将它们相互对比),显然,他们也必须拥有关于伟大和微小、以及更大和更小的前提,无论是普遍的还是针对各具体事物的;例如,什么是更大或更小的善、或不公正、或公正;其他事物也是如此。
περὶ ὧν μὲν οὖν ἐξ ἀνάγκης δεῖ λαβεῖν τὰς προτάσεις, εἴρηται· μετὰ δὲ ταῦτα διαιρετέον ἰδίᾳ περὶ ἑκάστου τούτων, οἷον περὶ ὧν συμβουλὴ καὶ περὶ ὧν οἱ ἐπιδεικτικοὶ λόγοι, τρίτον δὲ περὶ ὧν αἱ δίκαι.
那么,对于必然需要掌握其前提的事物,已经说过了;在此之后,我们必须将这些内容分别予以划分,例如,建议所关涉的是什么,展示性演说是关于什么,第三,诉讼又是关于什么。

词汇与语法注释

  1. §1.3.1ὑπάρχουσιν ὄντες — 结合了表示存在的动词 `ὑπάρχω` 与 `εἰμί` 的分词 `ὄντες` 的迂回表达法,用以强调“作为……而存在”的状态。
  2. §1.3.2τῆς δυνάμεως — 意为“能力”或“力量”的属格。与判断未来的公民大会成员或裁决过去的法官不同,这指的是旁观者(`θεωρός`)评判的对象,即评估演说本身的艺术或技术水平。
  3. §1.3.6σημεῖον δʼ ὅτι — 省略了系动词 `ἐστίν` 的句式,意为“而[这是]……的证据”。`ὅτι` 引导一个陈述事实的同位语从句,补充说明证据的具体内容。
  4. §1.3.6ἐξὸν ζῆν — 由无人称动词 `ἔξεστι`(可以/可能)的中性单数宾格分词 `ἐξόν` 与不定式 `ζῆν` 组成的宾格绝对结构,表示让步:“虽然他本可以活下去”。

引用这一段

亚里士多德, 修辞学 §1.3.1-1.3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.3.1-1.3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。