§1.2.19παράδειγμα δὲ ὅτι μέν ἐστιν ἐπαγωγὴ καὶ περὶ ποῖα ἐπαγωγή, εἴρηται·
至于例证,它是归纳,以及它关涉何种事物的归纳,已经说过了。
ἔστι δὲ οὔτε ὡς μέρος πρὸς ὅλον οὔθʼ ὡς ὅλον πρὸς μέρος οὔθʼ ὡς ὅλον πρὸς ὅλον, ἀλλʼ ὡς μέρος πρὸς μέρος, ὅμοιον πρὸς ὅμοιον—ὅταν ἄμφω μὲν ᾖ ὑπὸ τὸ αὐτὸ γένος, γνωριμώτερον δὲ θάτερον ᾖ θατέρου, παράδειγμά ἐστιν· οἷον ὅτι ἐπεβούλευε τυραννίδι Διονύσιος αἰτῶν τὴν φυλακήν· καὶ γὰρ Πεισίστρατος πρότερον ἐπιβουλεύων ᾔτει φυλακὴν καὶ λαβὼν ἐτυράννησε, καὶ Θεαγένης ἐν Μεγάροις· καὶ ἄλλοι ὅσους ἴσασι, παράδειγμα πάντες γίγνονται τοῦ Διονυσίου, ὃν οὐκ ἴσασίν πω εἰ διὰ τοῦτο αἰτεῖ.
它既不是部分对整体的关系,也不是整体对部分的关系,也不是整体对整体的关系,而是部分对部分、相似者对相似者的关系——只要两者都属于同一属,而且其中一个比另一个更为人所知,这就是例证;例如,[证明]狄奥尼修斯请求卫队是在企图篡夺僭主之位;因为先前庇西特拉图也曾图谋篡位并请求卫队,在得到后便成了僭主,而在麦加拉的西阿根尼也是如此;以及人们所知道的其他所有人,都成为了狄奥尼修斯的例证,而对于狄奥尼修斯,人们此时还不知道他是否为了这个目的而请求卫队。
πάντα δὲ ταῦτα ὑπὸ τὸ αὐτὸ καθόλου, ὅτι ὁ ἐπιβουλεύων τυραννίδι φυλακὴν αἰτεῖ.
而所有这些都属于同一个普遍命题之下,即企图篡位者会请求卫队。
ἐξ ὧν μὲν οὖν λέγονται αἱ δοκοῦσαι εἶναι πίστεις ἀποδεικτικαί, εἴρηται.
那么,那些被认为是证明性的说服手段来自何处,已经说过了。
§1.2.20τῶν δὲ ἐνθυμημάτων μεγίστη διαφορὰ καὶ μάλιστα λεληθυῖα σχεδὸν παρὰ πᾶσίν ἐστιν ἥπερ καὶ περὶ τὴν διαλεκτικὴν μέθοδον τῶν συλλογισμῶν·
在修辞式三段论之间,存在着一个最大且几乎被所有人忽视的区别,这一区别也同样存在于关于三段论的辩证法方法中。
τὰ μὲν γὰρ αὐτῶν ἐστι κατὰ τὴν ῥητορικὴν ὥσπερ καὶ κατὰ τὴν διαλεκτικὴν μέθοδον τῶν συλλογισμῶν, τὰ δὲ κατʼ ἄλλας τέχνας καὶ δυνάμεις, τὰς μὲν οὔσας τὰς δʼ οὔπω κατειλημμένας·
因为它们中的一些是符合修辞学的,就像有些符合三段论的辩证方法一样,而另一些则符合其他行业或能力,有些是已经存在的,有些则是尚未被系统掌握的。
διὸ καὶ λανθάνουσίν τε τοὺς ἀκροατὰς καὶ ἁπτόμενοι κατὰ τρόπον μεταβαίνουσιν ἐξ αὐτῶν.
因此,听众没有察觉到这一点,而讲者在适当处理这些内容时,也就不知不觉地超出了它们的范围。
μᾶλλον δὲ σαφὲς ἔσται τὸ λεγόμενον διὰ πλειόνων ῥηθέν.
而所说的话在通过更多的细节阐述时,将会变得更加清晰。
§1.2.21λέγω γὰρ διαλεκτικούς τε καὶ ῥητορικοὺς συλλογισμοὺς εἶναι περὶ ὧν τοὺς τόπους λέγομεν· οὗτοι δʼ εἰσὶν οἱ κοινοὶ περὶ δικαίων καὶ φυσικῶν καὶ περὶ πολιτικῶν καὶ περὶ πολλῶν διαφερόντων εἴδει, οἷον ὁ τοῦ μᾶλλον καὶ ἧττον τόπος· οὐδὲν γὰρ μᾶλλον ἔσται ἐκ τούτου συλλογίσασθαι ἢ ἐνθύμημα εἰπεῖν περὶ δικαίων ἢ περὶ φυσικῶν ἢ περὶ ὁτουοῦν·
因为我所谓的辩证和修辞三段论,是指我们对其谈论“论题”(topoi)的那些推论;而这些论题是共同适用于关于正义、物理、政治以及许多在种上不同的事物的,例如“多与少”的论题;因为根据这一论题,要推导或陈述一个关于正义的修辞式三段论,并不比关于物理或任何其他事物的更难,尽管这些事物在种上是不同的。
καίτοι ταῦτα εἴδει διαφέρει. ἴδια δὲ ὅσα ἐκ τῶν περὶ ἕκαστον εἶδος καὶ γένος προτάσεών ἐστιν, οἷον περὶ φυσικῶν εἰσι προτάσεις ἐξ ὧν οὔτε ἐνθύμημα οὔτε συλλογισμὸς ἔστι περὶ τῶν ἠθικῶν, καὶ περὶ τούτων ἄλλαι ἐξ ὧν οὐκ ἔσται περὶ τῶν φυσικῶν· ὁμοίως δὲ τοῦτʼ ἔχει ἐπὶ πάντων.
而“特有论题”则是指那些来自关于每个种和属的前提的论题;例如,有一些关于物理的前提,从中既不能得出关于伦理的修辞式三段论,也不能得出三段论,而关于伦理的另一些前提,从中也得不出关于物理的推论;所有情况皆是如此。
κἀκεῖνα μὲν οὐ ποιήσει περὶ οὐδὲν γένος ἔμφρονα· περὶ οὐδὲν γὰρ ὑποκείμενόν ἐστιν· ταῦτα δὲ ὅσῳ τις ἂν βέλτιον ἐκλέγηται, λήσει ποιήσας ἄλλην ἐπιστήμην τῆς διαλεκτικῆς καὶ ῥητορικῆς· ἂν γὰρ ἐντύχῃ ἀρχαῖς, οὐκέτι διαλεκτικὴ οὐδὲ ῥητορικὴ ἀλλʼ ἐκείνη ἔσται ἧς ἔχει τὰς ἀρχάς.
那些[共同论题]不会使人在任何属上变得有智慧,因为它们不涉及任何特定的潜在主题;而对于这些[特有论题],一个人选取得越好,他就越会在不知不觉中创立一门不同于辩证法和修辞学的其他科学;因为如果他们碰到了基本原理,那就不再是辩证法或修辞学,而是他们掌握了其原理的那门科学本身。
§1.2.22ἔστι δὲ τὰ πλεῖστα τῶν ἐνθυμημάτων ἐκ τούτων τῶν εἰδῶν λεγόμενα, τῶν κατὰ μέρος καὶ ἰδίων, ἐκ δὲ τῶν κοινῶν ἐλάττω.
然而,大多数修辞式三段论都是从这些“种”(即特殊的、特有的论题)中陈述出来的,而来自共同论题的则较少。
καθάπερ οὖν καὶ ἐν τοῖς Τοπικοῖς, καὶ ἐνταῦθα διαιρετέον τῶν ἐνθυμημάτων τά τε εἴδη καὶ τοὺς τόπους ἐξ ὧν ληπτέον.
因此,正如在《论题篇》中一样,在这里我们也必须区分修辞式三段论的“种”和应当从中获取它们的“论题”。
λέγω δʼ εἴδη μὲν τὰς καθʼ ἕκαστον γένος ἰδίας προτάσεις, τόπους δὲ τοὺς κοινοὺς ὁμοίως πάντων.
我所谓的“种”,是指适用于每个属的特有前提,而“论题”则是对所有事物都同样适用的共同论题。
πρότερον οὖν εἴπωμεν περὶ τῶν εἰδῶν· πρῶτον δὲ λάβωμεν τὰ γένη τῆς ῥητορικῆς, ὅπως διελόμενοι πόσα ἐστίν, περὶ τούτων χωρὶς λαμβάνωμεν τὰ στοιχεῖα καὶ τὰς προτάσεις.
因此,让我们首先讨论“种”;但首先让我们掌握修辞学的各个属,以便在划分了它们有多少种之后,我们可以为每一类分别掌握其基本要素和前提。