§1.2.13ἐνδέχεται δὲ συλλογίζεσθαι καὶ συνάγειν τὰ μὲν ἐκ συλλελογισμένων πρότερον, τὰ δʼ ἐξ ἀσυλλογίστων μέν, δεομένων δὲ συλλογισμοῦ διὰ τὸ μὴ εἶναι ἔνδοξα, ἀνάγκη δὲ τούτων τὸ μὲν μὴ εἶναι εὐεπακολούθητον διὰ τὸ μῆκος (ὁ γὰρ κριτὴς ὑπόκειται εἶναι ἁπλοῦς), τὰ δὲ μὴ πιθανὰ διὰ τὸ μὴ ἐξ ὁμολογουμένων εἶναι μηδʼ ἐνδόξων, ὥστʼ ἀναγκαῖον τό τε ἐνθύμημα εἶναι καὶ τὸ παράδειγμα περί τε τῶν ἐνδεχομένων ὡς τὰ πολλὰ ἔχειν ἄλλως, τὸ μὲν παράδειγμα ἐπαγωγὴν τὸ δʼ ἐνθύμημα συλλογισμόν, καὶ ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ πρῶτος συλλογισμός· ἐὰν γὰρ ᾖ τι τούτων γνώριμον, οὐδὲ δεῖ λέγειν·
然而,推导并得出结论,一方面可以从先前已经推导出的事物中进行,另一方面也可以从尚未经过推导但由于并非普遍意见而需要推导的事物中进行;但在这些事物中,前者必然因其篇幅冗长而不易跟进(因为裁判者被假定为是通俗简单的人),后者则因不来自公认或普遍的意见而不具说服力。 因此,修辞式三段论和例证必然都涉及那些大多数情况下允许有其他可能性的事物(其中例证是归纳,修辞式三段论是三段论),并且必然由少数前提构成,而且往往少于首要的三段论所使用的前提;因为如果这些前提中有什么是众所周知的,甚至根本不需要说出来;因为听众自己会补充这一点。
αὐτὸς γὰρ τοῦτο προστίθησιν ὁ ἀκροατής, οἷον ὅτι Δωριεὺς στεφανίτην ἀγῶνα νενίκηκεν· ἱκανὸν γὰρ εἰπεῖν ὅτι Ὀλύμπια νενίκηκεν, τὸ δʼ ὅτι στεφανίτης τὰ Ὀλύμπια οὐδὲ δεῖ προσθεῖναι· γιγνώσκουσι γὰρ πάντες.
例如,为了表明多里厄斯赢得了以花冠为奖品的比赛,只要说他赢得了奥林匹亚竞技会就足够了,而不需要另外加上“奥林匹亚竞技会是以花冠为奖品的”这一条;因为所有人都知道这一点。
§1.2.14ἐπεὶ δʼ ἐστὶν ὀλίγα μὲν τῶν ἀναγκαίων ἐξ ὧν οἱ ῥητορικοὶ συλλογισμοί εἰσι (τὰ γὰρ πολλὰ περὶ ὧν αἱ κρίσεις καὶ αἱ σκέψεις ἐνδέχεται καὶ ἄλλως ἔχειν· περὶ ὧν μὲν γὰρ πράττουσι βουλεύονται καὶ σκοποῦσι, τὰ δὲ πραττόμενα πάντα τοιούτου γένους ἐστί, καὶ οὐδὲν ὡς ἔπος εἰπεῖν ἐξ ἀνάγκης τούτων, τὰ δʼ ὡς ἐπὶ τὸ πολὺ συμβαίνοντα καὶ ἐνδεχόμενα ἐκ τοιούτων ἀνάγκη ἑτέρων συλλογίζεσθαι, τὰ δʼ ἀναγκαῖα ἐξ ἀναγκαίων· δῆλον δʼ ἡμῖν καὶ τοῦτο ἐκ τῶν Ἀναλυτικῶν), φανερὸν ὅτι ἐξ ὧν τὰ ἐνθυμήματα λέγεται, τὰ μὲν ἀναγκαῖα ἔσται, τὰ δὲ πλεῖστα ὡς ἐπὶ τὸ πολύ, τὰ δʼ ἐνθυμήματα ἐξ εἰκότων καὶ ἐκ σημείων, ὥστε ἀνάγκη τούτων ἑκάτερον ἑκατέρῳ ταὐτὸ εἶναι.
既然修辞学的三段论所依据的前提中,必然性的极少(因为判决和考察所涉及的大多数事物都可能有其他状态;因为人们对他们所做的事进行审议和考察,而所有行动都是这一类事物,可以说其中没有一个是出于必然的;而那些在大多数情况下发生并且仅是可能的事物,必然要从其他同类的前提中推导出来,必然的事物则必须从必然的前提中推导出来;这从《分析篇》中对我们而言也是显而易见的),那么显而易见,修辞式三段论所依据的前提中,有些将是必然的,但大多数是在大多数情况下如此的,而且修辞式三段论是从盖然和征标中陈述出来的,因此这两者中的每一个必然与那两者的每一个相对应。
§1.2.15τὸ μὲν γὰρ εἰκός ἐστι τὸ ὡς ἐπὶ τὸ πολὺ γινόμενον, οὐχ ἁπλῶς δὲ καθάπερ ὁρίζονταί τινες, ἀλλὰ τὸ περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν, οὕτως ἔχον πρὸς ἐκεῖνο πρὸς ὃ εἰκὸς ὡς τὸ καθόλου πρὸς τὸ κατὰ μέρος·
因为盖然就是指在大多数情况下发生的事物,但并不像某些人所定义的那样是无条件的,而是指在允许有其他可能性的事物中,它与它被认为是盖然的那个对象之间的关系,就像普遍之于特殊一样。
§1.2.16τῶν δὲ σημείων τὸ μὲν οὕτως ἔχει ὡς τῶν καθʼ ἕκαστόν τι πρὸς τὸ καθόλου, τὸ δὲ ὡς τῶν καθόλου τι πρὸς τὸ κατὰ μέρος.
而在征标中,一种关系就像特殊之于普遍,另一种关系就像普遍之于特殊。
τούτων δὲ τὸ μὲν ἀναγκαῖον τεκμήριον, τὸ δὲ μὴ ἀναγκαῖον ἀνώνυμόν ἐστι κατὰ τὴν διαφοράν.
在这些征标中,必然的那个是确证,而不必然的那个则根据其差别而没有特定的名称。
§1.2.17ἀναγκαῖα μὲν οὖν λέγω ἐξ ὧν γίνεται συλλογισμός· διὸ καὶ τεκμήριον τὸ τοιοῦτον τῶν σημείων ἐστίν·
因此,我所说的必然,是指能够从中产生三段论的那些前提;正因为如此,这类征标也就是确证。
ὅταν γὰρ μὴ ἐνδέχεσθαι οἴωνται λῦσαι τὸ λεχθέν, τότε φέρειν οἴονται τεκμήριον ὡς δεδειγμένον καὶ πεπερασμένον· τὸ γὰρ τέκμαρ καὶ πέρας ταὐτόν ἐστι κατὰ τὴν ἀρχαίαν γλῶτταν.
因为当人们认为所说的话无法反驳时,他们就认为自己提出了一个确证,视其为已被证明和确定的;因为在古语中,“tekmar”与“limit”是同一个词。
§1.2.18ἔστιν δὲ τῶν σημείων τὸ μὲν ὡς τὸ καθʼ ἕκαστον πρὸς τὸ καθόλου ὧδε, οἷον εἴ τις εἴπειεν σημεῖον εἶναι ὅτι οἱ σοφοὶ δίκαιοι, Σωκράτης γὰρ σοφὸς ἦν καὶ δίκαιος.
而在这些征标中,那类作为特殊之于普遍的关系如下:例如,如果有人说,“贤者是正义的”这有一个征标,因为苏格拉底是贤明且正义的。
τοῦτο μὲν οὖν σημεῖον, λυτὸν δέ, κἂν ἀληθὲς ᾖ τὸ εἰρημένον (ἀσυλλόγιστον γὰρ), τὸ δέ, οἷον εἴ τις εἴπειεν σημεῖον ὅτι νοσεῖ, πυρέττει γάρ, ἢ τέτοκεν, ὅτι γάλα ἔχει, ἀναγκαῖον.
这确实是一个征标,但它是可反驳的,即便所说的话是真的(因为这并没有经过推导);而另一类,例如如果有人说,“他病了”这有一个征标,因为他发烧,或者“她生育了”,因为她有乳汁,这就是必然的。
ὅπερ τῶν σημείων τεκμήριον μόνον ἐστίν· μόνον γάρ, ἂν ἀληθὲς ᾖ, ἄλυτόν ἐστιν.
这确实是征标中唯一的一个确证;因为只有这个在真实的情况下是不可反驳的。
τὸ δὲ ὡς τὸ καθόλου πρὸς τὸ κατὰ μέρος ἔχον, οἷον εἴ τις εἴπειεν ὅτι πυρέττει σημεῖον εἶναι, πυκνὸν γὰρ ἀναπνεῖ.
而那类作为普遍之于特殊的关系则是这样的:例如,如果有人说,“他发烧”这有一个征标,因为他呼吸急促。
λυτὸν δὲ καὶ τοῦτο, κἂν ἀληθὲς ᾖ· ἐνδέχεται γὰρ καὶ μὴ πυρέττοντα πνευστιᾶν.
但这个也是可反驳的,即使它是真的;因为即使没有发烧的人也可能会呼吸急促。
τί μὲν οὖν εἰκός ἐστι καὶ τί σημεῖον καὶ τεκμήριον, καὶ τί διαφέρουσιν, εἴρηται μὲν καὶ νῦν, μᾶλλον δὲ φανερῶς καὶ περὶ τούτων, καὶ διὰ τίνʼ αἰτίαν τὰ μὲν ἀσυλλόγιστά ἐστι τὰ δὲ συλλελογισμένα, ἐν τοῖς Ἀναλυτικοῖς διώρισται περὶ αὐτῶν.
那么,盖然是什么,征标和确证是什么,以及它们之间有什么区别,现在已经说过了;但关于这些事物更清晰的说明,以及因为什么原因有些没有经过推导而有些已经推导出来,则已在《分析篇》中得到了界定。