Humanitext Reader

亚里士多德 · 修辞学 §1.2.8-1.2.12

例证与修辞式三段论及修辞学的对象

第 4 段,共 98 段 · 希腊语

内容简介

亚里士多德将修辞学中的例证和修辞式三段论分别与辩证法中的归纳和三段论进行对应,阐明其区别。他指出修辞学的对象是缺乏确定技术、具有多种可能性的审议性事务,其听众则是无法跟随长篇推论的普通人。

§1.2.8περὶ μὲν οὖν τῆς δυνάμεως αὐτῶν, καὶ πῶς ἔχουσι πρὸς ἀλλήλας, εἴρηται σχεδὸν ἱκανῶς·
因而,关于这些说服手段的力量,以及它们彼此之间处于何种关系,可以说已经讨论得差不多了。
τῶν δὲ διὰ τοῦ δεικνύναι ἢ φαίνεσθαι δεικνύναι, καθάπερ καὶ ἐν τοῖς διαλεκτικοῖς τὸ μὲν ἐπαγωγή ἐστιν, τὸ δὲ συλλογισμός, τὸ δὲ φαινόμενος συλλογισμός, καὶ ἐνταῦθα ὁμοίως· ἔστιν γὰρ τὸ μὲν παράδειγμα ἐπαγωγή, τὸ δʼ ἐνθύμημα συλλογισμός, τὸ δὲ φαινόμενον ἐνθύμημα φαινόμενος συλλογισμός.
但对于那些通过证明或显得在证明而达到的说服手段,正如在辩证法中一种是归纳,另一种是三段论,还有一种是表象上的三段论一样,在这里也是类似的;因为例证就是归纳,修辞式三段论就是三段论,而表象上的修辞式三段论则是表象上的三段论。
καλῶ δʼ ἐνθύμημα μὲν ῥητορικὸν συλλογισμόν, παράδειγμα δὲ ἐπαγωγὴν ῥητορικήν.
我把修辞式三段论称为修辞学的三段论,把例证称为修辞学的归纳。
πάντες δὲ τὰς πίστεις ποιοῦνται διὰ τοῦ δεικνύναι ἢ παραδείγματα λέγοντες ἢ ἐνθυμήματα, καὶ παρὰ ταῦτα οὐδέν·
所有人都是通过举出例证或陈述修辞式三段论来进行证明并达到说服的,除此以外别无他途。
ὥστʼ εἴπερ καὶ ὅλως ἀνάγκη ἢ συλλογιζόμενον ἢ ἐπάγοντα δεικνύναι ὁτιοῦν (δῆλον δʼ ἡμῖν τοῦτο ἐκ τῶν Ἀναλυτικῶν), ἀναγκαῖον ἑκάτερον αὐτῶν ἑκατέρῳ τούτων τὸ αὐτὸ εἶναι.
因此,如果为了证明任何事物,绝对必须要么通过三段论推导,要么通过归纳(这从《分析篇》中对我们而言是显而易见的),那么前者的每一种必然与后者的每一种相对应。
§1.2.9τίς δʼ ἐστὶν διαφορὰ παραδείγματος καὶ ἐνθυμήματος, φανερὸν ἐκ τῶν Τοπικῶν (ἐκεῖ γὰρ περὶ συλλογισμοῦ καὶ ἐπαγωγῆς εἴρηται πρότερον), ὅτι τὸ μὲν ἐπὶ πολλῶν καὶ ὁμοίων δείκνυσθαι ὅτι οὕτως ἔχει ἐκεῖ μὲν ἐπαγωγή ἐστιν ἐνταῦθα δὲ παράδειγμα, τὸ δὲ τινῶν ὄντων ἕτερόν τι διὰ ταῦτα συμβαίνειν παρὰ ταῦτα τῷ ταῦτα εἶναι ἢ καθόλου ἢ ὡς ἐπὶ τὸ πολὺ ἐκεῖ μὲν συλλογισμὸς ἐνταῦθα δὲ ἐνθύμημα καλεῖται.
至于例证与修辞式三段论之间的区别是什么,这从《论题篇》中是显而易见的(因为在那里,关于三段论和归纳已经先讨论过了),也就是说,基于许多相似的情况来证明事情是如此,在彼处是归纳,而在此处则是例证。 而当某些事物存在时,由于这些事物存在,在它们之外便会有其他某种事物随之产生,无论是普遍地还是在大多数情况下如此,这在彼处被称为三段论,而在此处被称为修辞式三段论。
§1.2.10φανερὸν δὲ καὶ ὅτι ἑκάτερον ἔχει ἀγαθὸν τὸ εἶδος τῆς ῥητορείας· καθάπερ γὰρ καὶ ἐν τοῖς μεθοδικοῖς εἴρηται, καὶ ἐν τούτοις ὁμοίως ἔχει· εἰσὶν γὰρ αἱ μὲν παραδειγματώδεις ῥητορεῖαι αἱ δὲ ἐνθυμηματικαί, καὶ ῥήτορες ὁμοίως οἱ μὲν παραδειγματώδεις οἱ δὲ ἐνθυμηματικοί.
显而易见,这两者中的每一个都拥有优秀的修辞文体;因为正如在关于方法的著作中所说的那样,在这些情况中也是类似的;因为有些修辞是例证型的,有些是修辞式三段论型的;演说家们也是如此,有些多用例证,有些多用修辞式三段论。
πιθανοὶ μὲν οὖν οὐχ ἧττον οἱ λόγοι οἱ διὰ τῶν παραδειγμάτων, θορυβοῦνται δὲ μᾶλλον οἱ ἐνθυμηματικοί· §1.2.11τὴν δʼ αἰτίαν, καὶ πῶς ἑκατέρῳ χρηστέον, ἐροῦμεν ὕστερον· νῦν δὲ περὶ αὐτῶν τούτων μᾶλλον διορίσωμεν καθαρῶς.
尽管通过例证进行的言论其说服力并不逊色,但那些使用修辞式三段论的言论却更能获得喝彩;至于其中的原因,以及如何使用这二者,我们稍后再谈;现在,让我们对这些概念本身做出更清晰的界定。
ἐπεὶ γὰρ τὸ πιθανὸν τινὶ πιθανόν ἐστι, καὶ τὸ μὲν εὐθὺς ὑπάρχει διʼ αὑτὸ πιθανὸν καὶ πιστὸν τὸ δὲ τῷ δείκνυσθαι δοκεῖν διὰ τοιούτων, οὐδεμία δὲ τέχνη σκοπεῖ τὸ καθʼ ἕκαστον, οἷον ἡ ἰατρικὴ τί Σωκράτει τὸ ὑγιεινόν ἐστιν ἢ Καλλίᾳ, ἀλλὰ τί τῷ τοιῷδε ἢ τοῖς τοιοῖσδε (τοῦτο γὰρ ἔντεχνον, τὸ δὲ καθʼ ἕκαστον ἄπειρον καὶ οὐκ ἐπιστητόν), οὐδὲ ἡ ῥητορικὴ τὸ καθʼ ἕκαστον ἔνδοξον θεωρήσει, οἷον Σωκράτει ἢ Ἱππίᾳ, ἀλλὰ τὸ τοιοισδί, καθάπερ καὶ ἡ διαλεκτική.
因为既然说服力是对某人而言的说服力,且有些事物因其自身而直接具有说服力和可信性,有些事物则由于显得通过这类[可信的]事物得到了证明而具有说服力,并且既然没有任何技术考察个别事物——例如医学并不考察什么对苏格拉底或卡利亚斯是健康的,而是考察什么对具有此类特征的人或此类人群是健康的(因为这属于技术,而个别事物是无限的,且不是科学的对象)——因此,修辞学也不会考察针对个别人物(例如苏格拉底或希庇亚斯)的普遍意见(通说),而是考察针对此类人群的普遍意见,正如辩证法所做的一样。
καὶ γὰρ ἐκείνη συλλογίζεται οὐκ ἐξ ὧν ἔτυχεν (φαίνεται γὰρ ἄττα καὶ τοῖς παραληροῦσιν), ἀλλʼ ἐκείνη μὲν ἐκ τῶν λόγου δεομένων, ἡ δὲ ῥητορικὴ ἐκ τῶν ἤδη βουλεύεσθαι εἰωθότων.
因为辩证法也不是从随意的材料中进行推论(因为即使是胡言乱语的人,也有一些他们自以为是的看法),而是从那些需要探讨的事物中进行推论,而修辞学则是从那些我们已经习惯于对其进行审议的事物中进行推论。
§1.2.12ἔστιν δὲ τὸ ἔργον αὐτῆς περί τε τοιούτων περὶ ὧν βουλευόμεθα καὶ τέχνας μὴ ἔχομεν, καὶ ἐν τοῖς τοιούτοις ἀκροαταῖς οἳ οὐ δύνανται διὰ πολλῶν συνορᾶν οὐδὲ λογίζεσθαι πόρρωθεν.
实际上,修辞学的功能所涉及的,一方面是那些我们对其进行审议但却不拥有相关技术的事物,另一方面则是面对那些无法通过许多步骤看清事物、也无法从遥远的起点进行推论的听众。
βουλευόμεθα δὲ περὶ τῶν φαινομένων ἐνδέχεσθαι ἀμφοτέρως ἔχειν· περὶ γὰρ τῶν ἀδυνάτων ἄλλως ἢ γενέσθαι ἢ ἔσεσθαι ἢ ἔχειν οὐδεὶς βουλεύεται οὕτως ὑπολαμβάνων· οὐδὲν γὰρ πλέον.
我们所审议的,是那些显得有两种可能性的事物;因为对于那些不可能有其他产生方式、未来发展或存在状态的事物,如果人们这样认为,就没有人会对其进行审议;因为这样做毫无益处。

词汇与语法注释

  1. 1356b8συλλογιζόμενον ἢ ἐπάγοντα — 阳性单数宾格分词。它们与不定式 `δεικνύναι`(证明)省略的泛指主语(如 [τινά])相一致。
  2. 1356b16τὸ δὲ τινῶν ὄντων ἕτερόν τι διὰ ταῦτα συμβαίνειν παρὰ ταῦτα τῷ ταῦτα εἶναι — 三段论的定义句。`τινῶν ὄντων` 是属格独立结构(“在某些事物存在时”),`τῷ ταῦτα εἶναι` 是表示原因的带冠词不定式与格(“由于这些事物存在”),`παρὰ ταῦτα`(在它们之外)强调推导出的结论(`ἕτερόν τι`)与前提不同。
  3. 1356b20ἀγαθὸν τὸ εἶδος — 形容词 `ἀγαθόν` 处于冠词 `τὸ` 之前的谓语位置。它既可以作谓语性解释(“两者各自拥有作为优秀者的修辞文体”),也可以解释为修饰名词短语(“两者各自拥有优秀的修辞文体”)。
  4. 1357a1περί τε τοιούτων... καὶ ἐν τοῖς τοιούτοις ἀκροαταῖς — 连词 `τε... καί` 将两个不对称的前置词短语并列:表示主题(所审议之物)的 `περί` 短语和表示环境(听众)的 `ἐν` 短语,这表明修辞学的功能(`ἔργον`)是由其对象领域和受众特征共同决定的。

引用这一段

亚里士多德, 修辞学 §1.2.8-1.2.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.2.8-1.2.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。