§1.15.1περὶ δὲ τῶν ἀτέχνων καλουμένων πίστεων ἐχόμενόν ἐστι τῶν εἰρημένων ἐπιδραμεῖν·
关于所谓的技术外说服手段,接下来紧接着已讨论过的内容进行简要探讨是我们的下一步任务;因为这些手段是法庭辩论所特有的。
ἴδιαι γὰρ αὗται τῶν δικανικῶν. §1.15.2εἰσὶν δὲ πέντε τὸν ἀριθμόν, νόμοι, μάρτυρες, συνθῆκαι, βάσανοι, ὅρκοι.
它们在数量上共有五个:法律、证人、契约、酷刑拷问、誓约。
§1.15.3πρῶτον μὲν οὖν περὶ νόμων εἴπωμεν, πῶς χρηστέον καὶ προτρέποντα καὶ ἀποτρέποντα καὶ κατηγοροῦντα καὶ ἀπολογούμενον.
首先,让我们来探讨法律,即在劝导和阻止、指控和辩护时,应当如何使用它们。
§1.15.4φανερὸν γὰρ ὅτι, ἐὰν μὲν ἐναντίος ᾖ ὁ γεγραμμένος τῷ πράγματι, τῷ κοινῷ χρηστέον καὶ τοῖς ἐπιεικεστέροις καὶ δικαιοτέροις.
因为显而易见,如果成文法律与事实相反,我们就必须使用共同法律以及更公正、更合理的论点。
§1.15.5καὶ ὅτι τὸ
γνώμῃ τῇ ἀρίστῃ
τοῦτʼ ἐστίν, τὸ μὴ παντελῶς χρῆσθαι τοῖς γεγραμμένοις.
而且,所谓“尽最好的判断”就是指,不完全拘泥于成文法律。
§1.15.6καὶ ὅτι τὸ μὲν ἐπιεικὲς ἀεὶ μένει καὶ οὐδέποτε μεταβάλλει, οὐδʼ ὁ κοινός (κατὰ φύσιν γάρ ἐστιν), οἱ δὲ γεγραμμένοι πολλάκις, ὅθεν εἴρηται τὰ ἐν τῇ Σοφοκλέους Ἀντιγόνῃ·
还有,公正始终存在且永不改变,共同法律也是如此(因为它是符合自然的),而成文法律却经常变化。
ἀπολογεῖται γὰρ ὅτι ἔθαψε παρὰ τὸν τοῦ Κρέοντος νόμον, ἀλλʼ οὐ παρὰ τὸν ἄγραφον,
"
οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε
ταῦτʼ οὖν ἐγὼ οὐκ ἔμελλον ἀνδρὸς οὐδενός.
因此,索福克勒斯的《安提戈涅》中才有了那段话;她辩护说,自己虽然违反了克瑞翁的法律而安葬了兄长,但并没有违反未成文的法律: "因为这并非今天或昨天才存在,而是永恒不变的。
"
因此,我不打算因为害怕任何人的傲慢,而遭受神明的惩罚。
§1.15.7καὶ ὅτι τὸ δίκαιόν ἐστιν ἀληθές τε καὶ συμφέρον, ἀλλʼ οὐ τὸ δοκοῦν, ὥστʼ οὐ νόμος ὁ γεγραμμένος· οὐ γὰρ ποιεῖ τὸ ἔργον τὸ τοῦ νόμου.
"还有,真正的正义是真实且有益的,而不是仅具虚表,因此成文的法律并不是真正的法律,因为它没有起到法律应起的作用。
καὶ ὅτι ὥσπερ ἀργυρογνώμων ὁ κριτής ἐστιν, ὅπως διακρίνῃ τὸ κίβδηλον δίκαιον καὶ τὸ ἀληθές.
此外,裁判官就像货币鉴定人一样,应当辨别虚假的司法正义与真实的司法正义。
§1.15.8καὶ ὅτι βελτίονος ἀνδρὸς τὸ τοῖς ἀγράφοις ἢ τοῖς γεγραμμένοις χρῆσθαι καὶ ἐμμένειν.
还有,使用并遵守未成文法而非成文法,乃是更优秀之人的表现。
§1.15.9καὶ εἴ που ἐναντίος νόμῳ εὐδοκιμοῦντι ἢ καὶ αὐτὸς αὑτῷ, οἷον ἐνίοτε ὁ μὲν κελεύει κύρια εἶναι ἅττʼ ἂν συνθῶνται, ὁ δʼ ἀπαγορεύει μὴ συντίθεσθαι παρὰ τὸν νόμον.
此外,如果某项法律与声誉良好的法律相冲突,或者其自身内部存在矛盾;例如,有时一项法律规定凡是人们达成的协议均属有效,而另一项法律却禁止达成违反法律的协议。
§1.15.10καὶ εἰ ἀμφίβολος, ὥστε στρέφειν καὶ ὁρᾶν ἐπὶ ποτέραν ἀγωγὴν ἢ τὸ δίκαιον ἐφαρμόσει ἢ τὸ συμφέρον, εἶτα τούτῳ χρῆσθαι.
还有,如果法律含糊不清,以致可以加以歪曲并观察正义或利益适用于哪一种解释,然后加以利用。
§1.15.11καὶ εἰ τὰ μὲν πράγματα ἐφʼ οἷς ἐτέθη ὁ νόμος μηκέτι μένει, ὁ δὲ νόμος, πειρατέον τοῦτο δηλοῦν καὶ μάχεσθαι ταύτῃ πρὸς τὸν νόμον.
还有,如果制定该法律时的具体情况已不复存在,而法律本身却依然保留,那么应当设法指明这一点,并在此基础上与该法律抗争。
§1.15.12ἐὰν δὲ ὁ γεγραμμένος ᾖ πρὸς τὸ πρᾶγμα, τό τε
γνώμῃ τῇ ἀρίστῃ
λεκτέον ὅτι οὐ τοῦ παρὰ τὸν νόμον ἕνεκα δικάζειν ἐστίν, ἀλλʼ ἵνα, ἐὰν ἀγνοήσῃ τί λέγει ὁ νόμος, μὴ ἐπιορκῇ.
但如果成文法律符合我们的事实,那么关于“尽最好的判断”这一誓词,我们必须说,这并不是为了让人做出违反法律的判决,而是为了在不清楚法律条文含义的情况下,免于违背誓言。
καὶ ὅτι οὐ τὸ ἁπλῶς ἀγαθὸν αἱρεῖται οὐδείς, ἀλλὰ τὸ αὑτῷ.
而且,没有人会选择绝对的善,而只会选择对自己有利的善。
καὶ ὅτι οὐδὲν διαφέρει ἢ μὴ κεῖσθαι ἢ μὴ χρῆσθαι.
此外,法律未被制定与虽然制定了却不被使用,这两者毫无区别。
καὶ ὅτι ἐν ταῖς ἄλλαις τέχναις οὐ λυσιτελεῖ παρασοφίζεσθαι τὸν ἰατρόν· οὐ γὰρ τοσοῦτο βλάπτει ἡ ἁμαρτία τοῦ ἰατροῦ ὅσον τὸ ἐθίζεσθαι ἀπειθεῖν τῷ ἄρχοντι.
还有,在其他技术中,企图比医生更聪明是没有益处的;因为医生的失误所带来的危害,远不如养成不服从治理者的习惯那样严重。
καὶ ὅτι τὸ τῶν νόμων σοφώτερον ζητεῖν εἶναι, τοῦτʼ ἐστὶν ὃ ἐν τοῖς ἐπαινουμένοις νόμοις ἀπαγορεύεται.
最后,企图显得比法律更聪明,这正是那些备受赞赏的法律中所明确禁止的。
καὶ περὶ μὲν τῶν νόμων οὕτως διωρίσθω·
关于法律,我们就做这样的规定。
§1.15.13περὶ δὲ μαρτύρων, μάρτυρές εἰσιν διττοί, οἱ μὲν παλαιοὶ οἱ δὲ πρόσφατοι, καὶ τούτων οἱ μὲν μετέχοντες τοῦ κινδύνου οἱ δʼ ἐκτός.
其次关于证人,证人有两类:古老的证人和近期的证人;在后者中,有人共同分担诉讼危险,有人则置身事外。
λέγω δὲ παλαιοὺς μὲν τούς τε ποιητὰς καὶ ὅσων ἄλλων γνωρίμων εἰσὶν κρίσεις φανεραί, οἷον Ἀθηναῖοι Ὁμήρῳ μάρτυρι ἐχρήσαντο περὶ Σαλαμῖνος, καὶ Τενέδιοι ἔναγχος Περιάνδρῳ τῷ Κορινθίῳ πρὸς Σιγειεῖς, καὶ Κλεοφῶν κατὰ Κριτίου τοῖς Σόλωνος ἐλεγείοις ἐχρήσατο, λέγων ὅτι πάλαι ἀσελγὴς ἡ οἰκία·
我所说的古老证人,是指诗人们以及其他所有裁决广为人知的知名人士。
οὐ γὰρ ἄν ποτε ἐποίησε Σόλων
"
εἰπεῖν μοι Κριτίᾳ πυρρότριχι πατρὸς ἀκούειν. "
例如,雅典人在关于萨拉米斯岛的争端中曾将荷马作为证人;特涅多斯人最近在对抗西盖翁人时,将科林斯的培里安德作为证人;克勒奥丰在指控克里提阿斯时,利用了索伦的哀歌,声称他的家族自古以来就放荡不羁;因为否则的话,索伦绝不会写下这样的话: "请转告红发的克里提阿斯,听从他父亲的教诲。
§1.15.14περὶ μὲν οὖν τῶν γενομένων οἱ τοιοῦτοι μάρτυρες, περὶ δὲ τῶν ἐσομένων καὶ οἱ χρησμολόγοι, οἷον Θεμιστοκλῆς ὅτι ναυμαχητέον, τὸ ξύλινον τεῖχος λέγων.
"关于过去的事实,此类人士即为证人;而关于未来的事情,预言家也是证人,正如塞米斯托克勒曾说他们必须进行海战,指的就是“木墙”。
ἔτι καὶ αἱ παροιμίαι, ὥσπερ εἴρηται, μαρτύριά εἰσιν, οἷον εἴ τις συμβουλεύει μὴ ποιεῖσθαι φίλον γέροντα, τούτῳ μαρτυρεῖ ἡ παροιμία,
"
μήποτʼ εὖ ἔρδειν γέροντα,
"
καὶ τὸ τοὺς υἱοὺς ἀναιρεῖν ὧν καὶ τοὺς πατέρας,
"
νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.
此外,正如前文所言,谚语也是证词;例如,如果有人建议不要和老人做朋友,那么这句谚语便可以作证: "绝不要对老人施恩 "又如关于斩草除根的谚语: "杀死了父亲却留下了儿子,真是愚蠢的人。
"
"