§1.12.1ὧν μὲν οὖν ἕνεκα ἀδικοῦσιν, ταῦτʼ ἐστίν· πῶς δὲ ἔχοντες καὶ τίνας, λέγωμεν νῦν.
因此,人们为了什么而行不义,这就是原因;至于他们处于何种精神状态,以及针对什么人行不义,我们现在来谈谈。
αὐτοὶ μὲν οὖν ὅταν οἴωνται δυνατὸν εἶναι τὸ πρᾶγμα πραχθῆναι καὶ αὑτοῖς δυνατόν, εἶτʼ ἂν λαθεῖν πράξαντες, ἢ μὴ λαθόντες μὴ δοῦναι δίκην, ἢ δοῦναι μὲν ἀλλʼ ἐλάττω τὴν ζημίαν εἶναι τοῦ κέρδους αὑτοῖς ἢ ὧν κήδονται.
他们自己只有在认为事情是可以做到的,并且对他们自己也是可能的时候,才会去行不义;其次,或者在他们认为行事之后可以避免被发觉,或者即使被发觉也不会受惩罚,或者即使受惩罚,其损失也小于他们自己或他们所关心的人的利益。
§1.12.2ποῖα μὲν οὖν δυνατὰ φαίνεται καὶ ποῖα ἀδύνατα, ἐν τοῖς ὕστερον ῥηθήσεται (κοινὰ γὰρ ταῦτα πάντων τῶν λόγων)· αὐτοὶ δʼ οἴονται δυνατοὶ εἶναι μάλιστα ἀζήμιοι ἀδικεῖν οἱ εἰπεῖν δυνάμενοι καὶ οἱ πρακτικοὶ καὶ οἱ ἔμπειροι πολλῶν ἀγώνων, κἂν πολύφιλοι ὦσιν, κἂν πλούσιοι.
至于什么样的事情看起来是可能的,什么样的是不可能的,将在以后讨论(因为这些是所有论说中共同的);但人们认为自己最能在不受惩罚的情况下行不义的,是那些能言善辩的人、有实行力的人、在许多诉讼中富有经验的人,或者有很多朋友的人,或者富有的人。
§1.12.3καὶ μάλιστα μὲν ἂν αὐτοὶ ὦσιν ἐν τοῖς εἰρημένοις οἴονται δύνασθαι, εἰ δὲ μή, κἂν ὑπάρχωσιν αὐτοῖς τοιοῦτοι φίλοι ἢ ὑπηρέται ἢ κοινωνοί· διὰ γὰρ ταῦτα δύνανται καὶ πράττειν καὶ λανθάνειν καὶ μὴ δοῦναι δίκην.
如果他们自己具有上述特征,他们最认为自己能够做到;如果不是,如果他们有这样的朋友、仆人或同伙,他们也这样认为;因为通过这些,他们既能行动,能避免发觉,也能不受到惩罚。
§1.12.4καὶ ἐὰν φίλοι ὦσιν τοῖς ἀδικουμένοις ἢ τοῖς κριταῖς· οἱ μὲν γὰρ φίλοι ἀφύλακτοί τε πρὸς τὸ ἀδικεῖσθαι καὶ προσκαταλλάττονται πρὶν ἐπεξελθεῖν, οἱ δὲ κριταὶ χαρίζονται οἷς ἂν φίλοι ὦσι, καὶ ἢ ὅλως ἀφιᾶσιν ἢ μικροῖς ζημιοῦσιν.
如果他们与受害者或法官是朋友,也是如此;因为朋友对于被侵害是不设防的,而且在起诉之前就会和解,而法官则会偏袒他们的朋友,要么完全免诉,要么只给予轻微的处罚。
§1.12.5λαθητικὰ δʼ εἰσὶν οἵ τʼ ἐναντίοι τοῖς ἐγκλήμασιν, οἷον ἀσθενεῖς περὶ αἰκίας ὁ πένης καὶ ὁ αἰσχρὸς περὶ μοιχείας, καὶ τὰ λίαν ἐν φανερῷ καὶ ἐν ὀφθαλμοῖς· ἀφύλακτα γὰρ διὰ τὸ ὅλως μηδένα ἂν οἴεσθαι.
与指控内容具有相反特征的人也容易避免被发觉,例如体弱者涉嫌暴行,穷人和丑人涉嫌通奸;还有那些太公开、在众人眼皮底下做的事;因为这些是不设防的,因为绝对没有人会想到有人会这样做。
§1.12.6καὶ τὰ τηλικαῦτα καὶ τὰ τοιαῦτα οἷα μηδʼ ἂν εἷς· ἀφύλακτα γὰρ καὶ ταῦτα· πάντες γὰρ τὰ εἰωθότα, ὥσπερ ἀρρωστήματα, φυλάττονται καὶ τἀδικήματα, ὃ δὲ μηδείς πω ἠρρώστηκεν, οὐδεὶς εὐλαβεῖται.
还有那些大到没有人会去做的事情;因为这些也是不设防的;因为所有人都会防范惯常的不义行为,就像防范疾病一样,但没有人会防范还没有人得过的病。
§1.12.7καὶ οἷς μηδεὶς ἐχθρὸς ἢ πολλοί· οἱ μὲν γὰρ οἴονται λήσειν διὰ τὸ μὴ φυλάττεσθαι, οἱ δὲ λανθάνουσι διὰ τὸ μὴ δοκεῖν ἂν ἐπιχειρῆσαι φυλαττομένοις, καὶ διὰ τὸ ἀπολογίαν ἔχειν ὅτι οὐκ ἂν ἐνεχείρησαν.
还有那些没有敌人或有很多敌人的人;因为前者认为由于对方不防备而能不被发觉,后者能不被发觉是因为人们认为,他们不会在对方处于防备状态下进行尝试,并且因为他们有辩辞,说自己绝不会尝试。
§1.12.8καὶ οἷς ὑπάρχει κρύψις ἢ τρόποις ἢ τόποις, ἢ διαθέσεις εὔποροι.
还有那些在手段上或地点上有隐藏办法,或者有易于处理[物品]方法的人。
καὶ ὅσοις μὴ λανθάνουσιν ἔστιν δίωσις δίκης ἢ ἀναβολὴ χρόνου ἢ διαφθοραὶ κριτῶν.
还有那些即使不能免于被发觉,也有办法推翻诉讼、拖延时间或贿赂法官的人。
καὶ οἷς, ἐὰν γένηται ζημία, ἔστιν δίωσις τῆς ἐκτίσεως ἢ ἀναβολὴ χρόνιος. ἢ εἰ διʼ ἀπορίαν μηδὲν ἔχει ὅ τι ἀπολέσει.
还有那些即使受到处罚,也有办法推翻赔偿或长期拖延的人;或者如果因为贫困而没有任何可失去的东西的人。
§1.12.9καὶ οἷς τὰ μὲν κέρδη φανερὰ ἢ μεγάλα ἢ ἐγγύς, αἱ δὲ ζημίαι μικραὶ ἢ ἀφανεῖς ἢ πόρρω.
还有那些利益明显、巨大或就在眼前,而损失微小、隐蔽或在遥远的将来的人。
καὶ ᾧ μὴ ἔστιν τιμωρία ἴση τῇ ὠφελείᾳ, οἷον δοκεῖ ἡ τυρρανίς.
以及那些没有与所得利益相称的惩罚的人,例如僭主统治被认为是这样的。
§1.12.10καὶ ὅσοις τὰ μὲν ἀδικήματα λήμματα, αἱ δὲ ζημίαι ὀνείδη μόνον.
还有那些不义行为是获得,而损失仅仅是耻辱的人。
καὶ οἷς τοὐναντίον τὰ μὲν ἀδικήματα εἰς ἔπαινόν τινα, οἷον εἰ συνέβη ἅμα τιμωρήσασθαι ὑπὲρ πατρὸς ἢ μητρός, ὥσπερ Ζήνωνι, αἱ δὲ ζημίαι εἰς χρήματα ἢ φυγὴν ἢ τοιοῦτόν τι· διʼ ἀμφότερα γὰρ ἀδικοῦσι καὶ ἀμφοτέρως ἔχοντες, πλὴν οὐχ οἱ αὐτοὶ ἀλλʼ οἱ ἐναντίοι τοῖς ἤθεσιν.
相反,那些不义行为能带来某种赞誉(例如,如果同时为父亲或母亲报仇,就像芝诺那样),而损失只是金钱、流放或类似事情的人;因为他们由于这两种原因、在这两种状态下都会行不义,只是不是同样的人,而是性格相反的人。
§1.12.11καὶ οἱ πολλάκις ἢ λεληθότες ἢ μὴ ἐζημιωμένοι, καὶ οἱ πολλάκις ἀποτετυχηκότες (εἰσὶ γάρ τινες καὶ ἐν τοῖς τοιούτοις, ὥσπερ ἐν τοῖς πολεμικοῖς, οἷοι ἀναμάχεσθαι).
还有那些经常免于被发觉或未受惩罚的人,以及那些经常失败的人;因为在这样的人之中也有一些人,就像在战争中一样,是准备重整旗鼓再战的人。
§1.12.12καὶ οἷς ἂν παραχρῆμα ᾖ τὸ ἡδύ, τὸ δὲ λυπηρὸν ὕστερον, ἢ τὸ κέρδος, ἡ δὲ ζημία ὕστερον· οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, ἔστιν δὲ ἀκρασία περὶ πάντα ὅσων ὀρέγονται.
还有那些能立即得到快乐而痛苦在后的人,或者能立即得到利益而惩罚在后的人;因为不能自制的人就是这样,而且不能自制存在于他们所渴望的一切事情中。
§1.12.13καὶ οἷς ἂν τοὐναντίον τὸ μὲν λυπηρὸν ἤδη ᾖ ἢ ἡ ζημία, τὸ δὲ ἡδὺ καὶ τὸ ὠφέλιμον ὕστερα καὶ χρονιώτερα· οἱ γὰρ ἐγκρατεῖς καὶ φρονιμώτεροι τὰ τοιαῦτα διώκουσιν.
相反,那些痛苦或惩罚在眼前,而快乐和利益在后且更持久的人;因为能自制和更聪明的人追求这样的事情。
§1.12.14καὶ οἷς ἂν ἐνδέχηται διὰ τύχην δόξαι πρᾶξαι ἢ διʼ ἀνάγκην ἢ διὰ φύσιν ἢ διʼ ἔθος, καὶ ὅλως ἁμαρτεῖν ἀλλὰ μὴ ἀδικεῖν.
还有那些可以显得是由于运气、必然、自然或习惯而行动的人,总之是可以显得犯了过失而不是行了不义的人。