§1.12.15καὶ οἷς ἂν ᾖ τοῦ ἐπιεικοῦς τυχεῖν.
以及那些能够获得宽容对待的人。
καὶ ὅσοι ἂν ἐνδεεῖς ὦσιν· διχῶς δέ εἰσιν ἐνδεεῖς· ἢ γὰρ ὡς ἀναγκαίου, ὥσπερ οἱ πένητες, ἢ ὡς ὑπερβολῆς, ὥσπερ οἱ πλούσιοι.
还有那些有所匮乏的人;匮乏有两种情况:要么是像穷人那样匮乏必需品,要么是像富人那样匮乏过剩之物。
§1.12.16καὶ οἱ σφόδρα εὐδοκιμοῦντες καὶ οἱ σφόδρα ἀδοξοῦντες, οἱ μὲν ὡς οὐ δόξοντες, οἱ δʼ ὡς οὐδὲν μᾶλλον ἀδοξοῦντες.
以及那些极享有盛誉的人和极声名狼藉的人;前者认为自己不会被怀疑,后者则认为自己不会比现在更加声名狼藉。
§1.12.17αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες ἐπιχειροῦσιν ἀδικεῖν, ἀδικοῦσι δὲ τοὺς τοιούτους καὶ τὰ τοιαῦτα, τοὺς ἔχοντας ὧν αὐτοὶ ἐνδεεῖς ἢ εἰς τἀναγκαῖα ἢ εἰς ὑπεροχὴν ἢ εἰς ἀπόλαυσιν, §1.12.18καὶ τοὺς πόρρω καὶ τοὺς ἐγγύς· τῶν μὲν γὰρ ἡ λῆψις ταχεῖα, τῶν δʼ ἡ τιμωρία βραδεῖα, οἷον οἱ συλῶντες τοὺς Καρχηδονίους.
那么,人们自己处于这种状态时就会企图行不义,而他们行不义的对象和事物则是:那些拥有他们自己所匮乏之物的人,无论是为了必需,还是为了优越,或是为了享受;以及那些远在天边和近在眼前的人;因为对于近处的人,夺取是迅速的,而对于远处的人,惩罚是迟缓的,例如那些掠夺迦太基人的人。
§1.12.19καὶ τοὺς μὴ εὐλαβεῖς μηδὲ φυλακτικοὺς ἀλλὰ πιστευτικούς· ῥᾴδιον γὰρ πάντας λαθεῖν.
以及那些不谨慎、不防备而容易信赖他人的人;因为容易瞒过所有这样的人。
καὶ τοὺς ῥαθύμους· ἐπιμελοῦς γὰρ τὸ ἐπεξελθεῖν.
还有那些懒散的人;因为进行追究需要勤勉。
καὶ τοὺς αἰσχυντηλούς· οὐ γὰρ μαχητικοὶ περὶ κέρδους.
还有那些害羞的人;因为他们不愿为利益而抗争。
§1.12.20καὶ τοὺς ὑπὸ πολλῶν ἀδικηθέντας καὶ μὴ ἐπεξελθόντας, ὡς ὄντας κατὰ τὴν παροιμίαν τούτους Μυσῶν λείαν.
以及那些曾被许多人侵害却不加追究的人,因为根据谚语,这些人就像是“米西亚人的猎物”。
§1.12.21καὶ τοὺς μηδεπώποτε καὶ τοὺς πολλάκις· ἀμφότεροι γὰρ ἀφύλακτοι, οἱ μὲν ὡς οὐδέποτε, οἱ δʼ ὡς οὐκ ἂν ἔτι.
以及那些从未遭受过不义的人和经常遭受不义的人;因为两者都不设防,前者认为“绝不会”,后者认为“绝不会再有”。
§1.12.22καὶ τοὺς διαβεβλημένους ἢ εὐδιαβόλους· οἱ τοιοῦτοι γὰρ οὔτε προαιροῦνται, φοβούμενοι τοὺς κριτάς, οὔτε δύνανται πείθειν, ὡς μισούμενοι καὶ φθονούμενοι.
以及那些已被诽谤或易受诽谤的人;因为这样的人既因为害怕法官而不敢企图诉讼,又因为招人恨和嫉妒而无法说服他人。
§1.12.23καὶ πρὸς οὓς ἔχουσι πρόφασιν ἢ προγόνων ἢ αὐτῶν ἢ φίλων ἢ ποιησάντων κακῶς ἢ μελλησάντων, ἢ αὐτοὺς ἢ προγόνους ἢ ὧν κήδονται· ὥσπερ γὰρ ἡ παροιμία, προφάσεως δεῖται μόνον ἡ πονηρία.
以及那些针对其有借口的人,无论是由于对方的祖先、他们自己或他们的朋友,曾对行不义者自己、其祖先或其所关心的人作恶或企图作恶;因为正如谚语所说,“邪恶只需要一个借口”。
§1.12.24καὶ τοὺς ἐχθροὺς καὶ τοὺς φίλους· τοὺς μὲν γὰρ ῥᾴδιον, τοὺς δὲ ἡδύ.
以及仇人和朋友;因为对后者行不义很容易,对前者则很痛快。
καὶ τοὺς ἀφίλους, καὶ τοὺς μὴ δεινοὺς εἰπεῖν ἢ πρᾶξαι· ἢ γὰρ οὐκ ἐγχειροῦσιν ἐπεξιέναι, ἢ καταλλάττονται, ἢ οὐδὲν περαίνουσιν.
还有那些没有朋友的人,以及那些不擅长言语或行动的人;因为他们要么不企图控告,要么妥协,要么一无所成。
§1.12.25καὶ οἷς μὴ λυσιτελεῖ διατρίβειν ἐπιτηροῦσιν ἢ δίκην ἢ ἔκτισιν, οἷον οἱ ξένοι καὶ αὐτουργοί· ἐπὶ μικρῷ τε γὰρ διαλύονται καὶ ῥᾳδίως καταπαύονται.
还有那些不值得浪费时间等待审判或赔偿的人,例如外邦人和自耕农;因为他们会为了微小的数额而达成和解,并且很容易平息事态。
§1.12.26καὶ τοὺς πολλὰ ἠδικηκότας, ἢ τοιαῦτα οἷα ἀδικοῦνται· ἐγγὺς γάρ τι δοκεῖ τοῦ μὴ ἀδικεῖν εἶναι ὅταν τι τοιοῦτον ἀδικηθῇ τις οἷον εἰώθει καὶ αὐτὸς ἀδικεῖν· λέγω δʼ οἷον εἴ τις τὸν εἰωθότα ὑβρίζειν αἰκίσαιτο.
以及那些行过许多不义、或者行过与自己所受的类似之不义的人;因为当一个人遭受他自己惯于对别人施加的那种不义时,这似乎接近于非不义;我的意思是,例如,如果有人殴打了那个惯于侮辱他人的人。
§1.12.27καὶ τοὺς ἢ πεποιηκότας κακῶς ἢ βουληθέντας ἢ βουλομένους ἢ ποιήσοντας· ἔχει γὰρ καὶ τὸ ἡδὺ καὶ τὸ καλόν, καὶ ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται.
还有那些已经作恶、或曾企图、或正企图、或将要作恶的人;因为这对被害者来说既是痛快的又是光荣的,而且看起来接近于非不义。
§1.12.28καὶ οἷς χαριοῦνται ἢ φίλοις ἢ θαυμαζομένοις ἢ ἐρωμένοις ἢ κυρίοις ἢ ὅλως πρὸς οὓς ζῶσιν αὐτοί.
以及那些他们想取悦的人,无论是朋友、敬仰的人、爱人、主人,或者是他们整个人生依附的人。
§1.12.29καὶ πρὸς οὓς ἔστιν ἐπιεικείας τυχεῖν.
以及那些他们能从中获得宽容对待的人。
καὶ οἷς ἂν ἐγκεκληκότες ὦσιν καὶ προδιακεχωρηκότες, οἷον Κάλλιππος ἐποίησεν τὰ περὶ Δίωνα· καὶ γὰρ τὰ τοιαῦτα ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται.
还有那些他们已经提出控诉并已预先与之绝交的人,例如卡利普斯对狄翁所做的事;因为这样的行为也似乎接近于非不义。
§1.12.30καὶ τοὺς ὑπʼ ἄλλων μέλλοντας, ἂν μὴ αὐτοί, ὡς οὐκέτι ἐνδεχόμενον βουλεύσασθαι, ὥσπερ λέγεται Αἰνεσίδημος Γέλωνι πέμψαι κοττάβια ἀνδραποδισαμένῳ, ὅτι ἔφθασεν, ὡς καὶ αὐτὸς μέλλων.
还有那些如果他们自己不动手,就将要被其他人侵害的人,因为这被认为已经没有考虑的余地了;正如据说艾内西德莫斯在盖隆将人贬为奴隶之后,给他送去了科塔博斯游戏的奖品,因为盖隆抢先了他,而他自己原本也打算这样做。
§1.12.31καὶ οὓς ἀδικήσαντες δυνήσονται πολλὰ δίκαια πράττειν, ὡς ῥᾳδίως ἰασόμενοι, ὥσπερ ἔφη Ἰάσων ὁ Θετταλὸς δεῖν ἀδικεῖν ἔνια, ὅπως δύνηται καὶ δίκαια πολλὰ ποιεῖν.
以及那些在对他们行不义之后,将能够行许多正义之事的人,因为这被认为容易弥补;正如色萨利的杰森所说,必须行某些不义,以便能够做许多正义的事。
§1.12.32καὶ ἃ πάντες ἢ πολλοὶ ἀδικεῖν εἰώθασιν· συγγνώμης γὰρ οἴονται τεύξεσθαι.
以及所有或许多人惯于施加的不义行为;因为他们认为自己会获得宽宽恕。
§1.12.33καὶ τὰ ῥᾴδια κρύψαι· τοιαῦτα δὲ ὅσα ταχὺ ἀναλίσκεται, οἷον τὰ ἐδώδιμα, ἢ τὰ εὐμετάβλητα σχήμασιν ἢ χρώμασιν ἢ κράσεσιν, ἢ ἃ πολλαχοῦ ἀφανίσαι εὔπορον· §1.12.34τοιαῦτα δὲ τὰ εὐβάστακτα καὶ ἐν μικροῖς τόποις ἀφανιζόμενα.
以及容易隐藏的事物;例如那些迅速被消耗掉的东西,比如食物,或者在形状、颜色、混合比例上容易改变的东西,或者容易在很多地方隐匿的东西;而这些正是易于携带且能隐藏在狭小空间里的东西。
§1.12.35καὶ οἷς ἀδιάφορα καὶ ὅμοια πολλὰ προϋπῆρχεν τῷ ἀδικοῦντι.
以及那些行不义者已经拥有许多与之无别且相似之物的情况。
καὶ ὅσα αἰσχύνονται οἱ ἀδικηθέντες λέγειν, οἷον γυναικῶν οἰκείων ὕβρεις ἢ εἰς αὑτοὺς ἢ εἰς υἱεῖς.
还有那些受害者耻于说出口的事,例如对他们家属中的女性、或对自己、或对儿子的侮辱。
καὶ ὅσα φιλοδικεῖν δόξειεν ἂν ὁ ἐπεξιών· τοιαῦτα δὲ τὰ μικρὰ καὶ ἐφʼ οἷς συγγνώμη.
以及那些如果追究就会使控诉者显得好诉的事;比如微小的事和可以原谅的事。
ὡς μὲν οὖν ἔχοντες ἀδικοῦσι, καὶ ποῖα καὶ ποίους καὶ διὰ τί, σχεδὸν ταῦτʼ ἐστίν.
那么,人们在什么状态下行不义、行何种不义、针对何种人以及为了何种原因,大致就是这些了。