§1.11.19καὶ τὸ ταὐτὰ πράττειν πολλάκις ἡδύ· τὸ γὰρ σύνηθες ἡδὺ ἦν.
并且经常做同样的事情也是快乐的;因为习惯了的事情是令人快乐的。
§1.11.20καὶ τὸ μεταβάλλειν ἡδύ· εἰς φύσιν γὰρ γίγνεται τὸ μεταβάλλειν· τὸ γὰρ αὐτὸ ἀεὶ ὑπερβολὴν ποιεῖ τῆς καθεστώσης ἕξεως, ὅθεν εἴρηται
"
μεταβολὴ πάντων γλυκύ.
变化也是快乐的;因为变化是回归自然;因为总是同样的事物会造成既定状态的过度,由此人们说: "凡事变化皆甜美。
"
διὰ τοῦτο γὰρ καὶ τὰ διὰ χρόνου ἡδέα ἐστίν, καὶ ἄνθρωποι καὶ πράγματα· μεταβολὴ γὰρ ἐκ τοῦ παρόντος ἐστίν, ἅμα δὲ καὶ σπάνιον τὸ διὰ χρόνου.
"因为这个原因,隔一段时间出现的事物、人和事情也是快乐的;因为变化是脱离当前状态,同时隔一段时间出现的东西也是罕见的。
§1.11.21καὶ τὸ μανθάνειν καὶ τὸ θαυμάζειν ἡδὺ ὡς ἐπὶ τὸ πολύ· ἐν μὲν γὰρ τῷ θαυμάζειν τὸ ἐπιθυμεῖν μαθεῖν ἐστιν, ὥστε τὸ θαυμαστὸν ἐπιθυμητόν, ἐν δὲ τῷ μανθάνειν τὸ εἰς τὸ κατὰ φύσιν καθίστασθαι.
并且学习和惊叹在大多数情况下也是快乐的;因为在惊叹中包含着学习的欲望,所以值得惊叹的事物是令人向往的,而在学习中则是回归自然的状态。
§1.11.22καὶ τὸ εὖ ποιεῖν καὶ τὸ εὖ πάσχειν τῶν ἡδέων· τὸ μὲν γὰρ εὖ πάσχειν τυγχάνειν ὧν ἐπιθυμοῦσι, τὸ δὲ εὖ ποιεῖν ἔχειν καὶ ὑπερέχειν, ὧν ἀμφοτέρων ἐφίενται.
做好事和受恩惠也属于快乐的事物;因为受恩惠是得到他们所渴望的,而做好事则是拥有和超越,这两者都是人们所追求的。
διὰ δὲ τὸ ἡδὺ εἶναι τὸ εὐποιητικόν, καὶ τὸ ἐπανορθοῦν ἡδὺ τοῖς ἀνθρώποις ἐστὶν τοὺς πλησίον, καὶ τὸ τὰ ἐλλιπῆ ἐπιτελεῖν.
由于行善是快乐的,所以纠正邻人的错误以及完成不完整的事物,对人们来说也是快乐的。
§1.11.23ἐπεὶ δὲ τὸ μανθάνειν τε ἡδὺ καὶ τὸ θαυμάζειν, καὶ τὰ τοιάδε ἀνάγκη ἡδέα εἶναι, οἷον τό τε μιμούμενον, ὥσπερ γραφικὴ καὶ ἀνδριαντοποιία καὶ ποιητική, καὶ πᾶν ὃ ἂν εὖ μεμιμημένον ᾖ, κἂν ᾖ μὴ ἡδὺ αὐτὸ τὸ μεμιμημένον· οὐ γὰρ ἐπὶ τούτῳ χαίρει, ἀλλὰ συλλογισμὸς ἔστιν ὅτι τοῦτο ἐκεῖνο, ὥστε μανθάνειν τι συμβαίνει.
既然学习和惊叹是快乐的,那么以下事物也必然是快乐的,例如模仿之物,如绘画、雕塑和诗歌,以及任何模仿得很好的东西,即使被模仿的对象本身并不令人快乐;因为人们并不是因那对象本身而高兴,而是进行了一种推理,即‘这就是那个’,从而产生学习的效果。
§1.11.24καὶ αἱ περιπέτειαι καὶ τὸ παρὰ μικρὸν σώζεσθαι ἐκ τῶν κινδύνων· πάντα γὰρ θαυμαστὰ ταῦτα.
还有情节的突变以及从危险中九死一生;因为这些都是令人惊叹的。
§1.11.25καὶ ἐπεὶ τὸ κατὰ φύσιν ἡδύ, τὰ συγγενῆ δὲ κατὰ φύσιν ἀλλήλοις ἐστίν, πάντα τὰ συγγενῆ καὶ ὅμοια ἡδέα ὡς ἐπὶ τὸ πολύ, οἷον ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ καὶ νέος νέῳ, ὅθεν καὶ αἱ παροιμίαι εἴρηνται,
ἧλιξ ἥλικα τέρπει
, καὶ
ὡς αἰεὶ τὸν ὁμοῖον
, καὶ
ἔγνω δὲ θὴρ θῆρα
,
καὶ γὰρ κολοιὸς παρὰ κολοιόν
, καὶ ὅσα ἄλλα τοιαῦτα.
既然符合自然是快乐的,而同类的事物在自然上也是相互关联的,那么所有同类和相似的事物在大多数情况下都是快乐的,例如人对人、马对马、青年对青年,由此也产生了这些谚语: ‘同辈取悦同辈’,以及 ‘同类相求’,以及 ‘野兽认识野兽’,以及 ‘寒鸦伴寒鸦’,以及所有其他类似的话。
§1.11.26ἐπεὶ δὲ τὸ ὅμοιον καὶ τὸ συγγενὲς ἑαυτῷ ἡδὺ ἅπαν, μάλιστα δὲ αὐτὸς πρὸς ἑαυτὸν ἕκαστος τοῦτο πέπονθεν, ἀνάγκη πάντας φιλαύτους εἶναι ἢ μᾶλλον ἢ ἧττον· πάντα γὰρ τὰ τοιαῦτα ὑπάρχει πρὸς αὑτὸν μάλιστα.
既然相似和同类的东西对其自身而言都是完全快乐的,而每个人最能对自己产生这种感情,那么必然地,所有人或多或少都是自爱的;因为所有这些关系最主要地存在于人对自己。
ἐπεὶ δὲ φίλαυτοι πάντες, καὶ τὰ αὑτῶν ἀνάγκη ἡδέα εἶναι πᾶσιν, οἷον ἔργα καὶ λόγους· διὸ καὶ φιλοκόλακες ὡς ἐπὶ τὸ πολὺ καὶ φιλερασταὶ καὶ φιλόμαιμοι καὶ φιλότεκνοι· αὐτῶν γὰρ ἔργον τὰ τέκνα.
既然所有人都是自爱的,那么自己拥有的东西,如自己的作品和言论,对所有人来说必然也是快乐的;因此,人们在大多数情况下都是奉承者的喜爱者、被爱者的喜爱者、模仿的喜爱者以及孩子的喜爱者;因为孩子是他们自己的作品。
καὶ τὸ τὰ ἐλλιπῆ ἐπιτελεῖν ἡδύ· §1.11.27αὐτῶν γὰρ ἔργον ἤδη γίγνεται.
而且,完成未完成的事物也是快乐的;因为这已经变成了他们自己的作品。
καὶ ἐπεὶ τὸ ἄρχειν ἥδιστον, καὶ τὸ σοφὸν δοκεῖν εἶναι ἡδύ· ἀρχικὸν γὰρ τὸ φρονεῖν, ἔστιν δʼ ἡ σοφία πολλῶν καὶ θαυμαστῶν ἐπιστήμη.
既然统治是最快乐的,那么显得聪明也是快乐的;因为拥有智慧便具有统治的能力,而智慧是对许多奇妙事物的知识。
ἔτι ἐπεὶ φιλότιμοι ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη καὶ τὸ ἐπιτιμᾶν τοῖς πέλας ἡδὺ εἶναι καὶ τὸ ἄρχειν, §1.11.28καὶ τὸ ἐν ᾧ δοκεῖ βέλτιστος αὐτὸς αὑτοῦ εἶναι, ἐνταῦθα διατρίβειν, ὥσπερ καὶ ὁ ποιητής φησι κἀπὶ τοῦτʼ ἐπείγει,
"
νέμων ἑκάστης ἡμέρας πλεῖστον μέρος,
ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν. "
此外,由于人们大多追求荣誉,那么指责邻人和统治也必然是快乐的,以及在自己认为最擅长的事物上消磨时间,正如诗人所说并且急于去做的那样: "分配着每一天的大部分时间,在他自己处于最佳状态的地方。
§1.11.29ὁμοίως δὲ καὶ ἐπεὶ ἡ παιδιὰ τῶν ἡδέων καὶ πᾶσα ἄνεσις, καὶ ὁ γέλως τῶν ἡδέων, ἀνάγκη καὶ τὰ γελοῖα ἡδέα εἶναι, καὶ ἀνθρώπους καὶ λόγους καὶ ἔργα· διώρισται δὲ περὶ γελοίων χωρὶς ἐν τοῖς περὶ ποιητικῆς.
"同样,既然游戏和所有的放松都属于快乐之物,笑也属于快乐之物,那么滑稽的事物——包括人和言语以及行为——也必然是快乐的;关于滑稽的事物已经在《诗学》中单独做了规定。
περὶ μὲν οὖν ἡδέων εἰρήσθω ταῦτα, τὰ δὲ λυπηρὰ ἐκ τῶν ἐναντίων τούτοις φανερά.
关于快乐的事物就谈到这里,而痛苦的事物通过这些的相反面也就显而易见了。