§1.11.9τούτου δʼ αἴτιον ὅτι ἡδὺ καὶ τὸ μὴ ἔχειν κακόν·
其原因在于,不遭受恶事也是令人快乐的。
τὰ δʼ ἐν ἐλπίδι ὅσα παρόντα ἢ εὐφραίνειν ἢ ὠφελεῖν φαίνεται μεγάλα, καὶ ἄνευ λύπης ὠφελεῖν.
另一方面,在期待的事物中,凡是那些在呈现时显现出能带来极大快乐或极大益处、并且无痛地带来益处的事物,都是快乐的。
ὅλως δὲ ὅσα παρόντα εὐφραίνει, καὶ ἐλπίζοντας καὶ μεμνημένους ὡς ἐπὶ τὸ πολύ· διὸ καὶ τὸ ὀργίζεσθαι ἡδύ, ὥσπερ καὶ Ὅμηρος ἐποίησε περὶ τοῦ θυμοῦ
"
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
"
(οὐθεὶς γὰρ ὀργίζεται τῷ ἀδυνάτῳ φαινομένῳ τιμωρίας τυχεῖν, τοῖς δὲ πολὺ ὑπὲρ αὑτοὺς τῇ δυνάμει ἢ οὐκ ὀργίζονται ἢ ἧττον)· §1.11.10καὶ ἐν ταῖς πλείσταις ἐπιθυμίαις ἀκολουθεῖ τις ἡδονή· ἢ γὰρ μεμνημένοι ὡς ἔτυχον ἢ ἐλπίζοντες ὡς τεύξονται χαίρουσίν τινα ἡδονήν, οἷον οἵ τʼ ἐν τοῖς πυρετοῖς ἐχόμενοι ταῖς δίψαις καὶ μεμνημένοι ὡς ἔπιον καὶ ἐλπίζοντες πιεῖσθαι χαίρουσιν,
而一般而言,凡是在呈现时令人快乐的事物,在大多数情况下,也同样使期待者和记忆者感到快乐;因此,发怒也是快乐的,正如荷马在谈到愤怒时所写道: "这愤怒比滴落的蜂蜜还要甜得多 "(因为没有人会对那些看起来无法被惩罚的人发怒,而对于力量远在自己之上的人,人们要么不发怒,要么怒气较小);并且在大多数欲望中,都会伴随着某种快乐;因为人们要么通过回忆起曾经如何获得,要么通过期待将如何获得,而享受到某种快乐。
§1.11.11καὶ οἱ ἐρῶντες καὶ διαλεγόμενοι καὶ γράφοντες καὶ ποιοῦντές τι ἀεὶ περὶ τοῦ ἐρωμένου χαίρουσιν· ἐν ἅπασι γὰρ τοῖς τοιούτοις μεμνημένοι οἷον αἰσθάνεσθαι οἴονται τοῦ ἐρωμένου.
例如,那些在热病中忍受口渴的人,既通过回忆起曾经如何饮水,又通过期待将能饮水而感到快乐;而那些恋爱的人,在交谈、书写以及始终做着关于所爱之人的事情时,也是快乐的;因为在所有这些事情中,通过回忆,他们仿佛觉得感到了所爱之人的存在。
καὶ ἀρχὴ δὲ τοῦ ἔρωτος αὕτη γίγνεται πᾶσιν, ὅταν μὴ μόνον παρόντος χαίρωσιν ἀλλὰ καὶ ἀπόντος μεμνημένοις λύπη προσγένηται τῷ μὴ παρεῖναι, καὶ ἐν πένθεσι καὶ θρήνοις ὡσαύτως ἐπιγίγνεταί τις ἡδονή· §1.11.12ἡ μὲν γὰρ λύπη ἐπὶ τῷ μὴ ὑπάρχειν, ἡδονὴ δʼ ἐν τῷ μεμνῆσθαι καὶ ὁρᾶν πως ἐκεῖνον καὶ ἃ ἔπραττεν καὶ οἷος ἦν· διὸ καὶ τοῦτʼ εἰκότως εἴρηται
"
ὧς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
对于所有人来说,爱情的开始就在于:他们不仅在爱人呈现时感到快乐,而且在爱人缺席时,对记忆中的他们而言,因其不在场而产生痛苦,并且在哀悼和哭泣中,同样也会产生某种快乐;因为痛苦是由于其不存在,而快乐在于回忆并以某种方式看到他、他曾做过的事以及他是怎样的人;因此,下面这句话也是理所当然的: "他这样说,在他们所有人中激起了哭泣的渴望。
"
, §1.11.13καὶ τὸ τιμωρεῖσθαι ἡδύ.
"复仇也是快乐的。
οὗ γὰρ τὸ μὴ τυγχάνειν λυπηρόν, τὸ τυγχάνειν ἡδύ· οἱ δʼ ὀργιζόμενοι λυποῦνται ἀνυπερβλήτως μὴ τιμωρούμενοι, ἐλπίζοντες δὲ χαίρουσιν.
因为凡是得不到就令人痛苦的事物,得到它就是令人快乐的;而发怒的人在无法复仇时感到无比痛苦,但在期待复仇时却感到快乐。
§1.11.14καὶ τὸ νικᾶν ἡδύ, οὐ μόνον τοῖς φιλονίκοις ἀλλὰ πᾶσιν· φαντασία γὰρ ὑπεροχῆς γίγνεται, οὗ πάντες ἔχουσιν ἐπιθυμίαν ἢ ἠρέμα ἢ μάλα.
胜利也是快乐的,不仅对好胜的人如此,对所有人都是如此;因为这产生了一种优越感的表象,而所有人无论或多或少、或弱或强,都对这种优越感怀有欲望。
§1.11.15ἐπεὶ δὲ τὸ νικᾶν ἡδύ, ἀνάγκη καὶ τὰς παιδιὰς ἡδείας εἶναι τὰς μαχητικὰς καὶ τὰς ἐριστικάς (πολλάκις γὰρ ἐν ταύταισγίγνεται τὸ νικᾶν), καὶ ἀστραγαλίσεις καὶ σφαιρίσεις καὶ κυβείας καὶ πεττείας.
既然胜利是快乐的,那么那些竞争性和争论性的游戏也必然是快乐的,(因为在这些游戏中经常会产生胜利),例如掷骨牌、球戏、骰子和棋类游戏。
καὶ περὶ τὰς ἐσπουδασμένας δὲ παιδιὰς ὁμοίως· αἱ μὲν γὰρ ἡδεῖαι γίγνονται ἄν τις ᾖ συνήθης, αἱ δʼ εὐθὺς ἡδεῖαι, οἷον κυνηγία καὶ πᾶσα θηρευτική· ὅπου γὰρ ἅμιλλα, ἐνταῦθα καὶ νίκη ἔστιν· διὸ καὶ ἡ δικανικὴ καὶ ἡ ἐριστικὴ ἡδέα τοῖς εἰθισμένοις καὶ δυναμένοις.
对于那些认真的运动也是如此;有些游戏如果习惯了就会变得快乐,而另一些则立刻让人快乐,比如打猎和各种狩猎;因为凡有竞争的地方,就有胜利;因此,法庭辩论和论争对于习惯且有此能力的人来说也是快乐的。
§1.11.16καὶ τιμὴ καὶ εὐδοξία τῶν ἡδίστων διὰ τὸ γίγνεσθαι φαντασίαν ἑκάστῳ ὅτι τοιοῦτος οἷος ὁ σπουδαῖος, καὶ μᾶλλον ὅταν φῶσιν οὓς οἴεται ἀληθεύειν.
荣誉和声望也属于最快乐的事物之列,因为每个人都会产生一种表象,即自己是像贤德之人那样的人,尤其是当那些他认为说真话的人这样说时。
τοιοῦτοι δʼ οἱ ἐγγὺς μᾶλλον τῶν πόρρω, καὶ οἱ συνήθεις καὶ οἱ πολῖται τῶν ἄπωθεν, καὶ οἱ ὄντες τῶν μελλόντων, καὶ οἱ φρόνιμοι ἀφρόνων, καὶ πολλοὶ ὀλίγων· μᾶλλον γὰρ εἰκὸς ἀληθεύειν τοὺς εἰρημένους τῶν ἐναντίων· ἐπεὶ ὧν τις πολὺ καταφρονεῖ, ὥσπερ παιδίων ἢ θηρίων, οὐδὲν μέλει τῆς τούτων τιμῆς ἢ τῆς δόξης αὐτῆς γε τῆς δόξης χάριν, ἀλλʼ εἴπερ, διʼ ἄλλο τι.
而这样的人,更多是身边的人而非遥远的人,是熟人和同胞而非外邦人,是现存的人而非未来的后人,是聪明人而非愚人,是多数人而非少数人;因为上述这些人比他们的相反者更有可能说真话;既然对于那些人极度鄙视的对象,如小孩子或野兽,人绝不会为了名声本身而去在意他们所给的荣誉或名声,如果有,也是为了其他原因。
§1.11.17καὶ ὁ φίλος τῶν ἡδέων· τό τε γὰρ φιλεῖν ἡδύ (οὐδεὶς γὰρ φίλοινος μὴ χαίρων οἴνῳ) καὶ τὸ φιλεῖσθαι ἡδύ· φαντασία γὰρ καὶ ἐνταῦθα τοῦ ὑπάρχειν αὐτῷ τὸ ἀγαθὸν εἶναι, οὗ πάντες ἐπιθυμοῦσιν οἱ αἰσθανόμενοι· τὸ δὲ φιλεῖσθαι ἀγαπᾶσθαί ἐστιν αὐτὸν διʼ αὑτόν.
朋友也属于快乐的事物;因为爱是快乐的(因为没有一个爱酒之人是不为酒感到快乐的),被爱也是快乐的;因为在这里同样产生了一种自己拥有善这一属性的表象,这是所有有感觉的人都渴望的;而被爱就是因其自身而被珍视。
§1.11.18καὶ τὸ θαυμάζεσθαι ἡδὺ διὰ τὸ αὐτὸ τῷ τιμᾶσθαι.
被赞美也是快乐的,这与被尊重的理由相同。
καὶ τὸ κολακεύεσθαι καὶ ὁ κόλαξ ἡδέα· φαινόμενος γὰρ θαυμαστὴς καὶ φαινόμενος φίλος ὁ κόλαξ ἐστίν.
被奉承和谄媚者也是快乐的;因为谄媚者是一个显现出来的赞美者和显现出来的朋友。