§1.11.1ὑποκείσθω δὴ ἡμῖν εἶναι τὴν ἡδονὴν κίνησίν τινα τῆς ψυχῆς καὶ κατάστασιν ἀθρόαν καὶ αἰσθητὴν εἰς τὴν ὑπάρχουσαν φύσιν, λύπην δὲ τοὐναντίον.
那么,让我们假定,快乐是灵魂的某种运动,也是向原本自然状态的、一举完成且可感觉到的恢复,而痛苦则相反。
§1.11.2εἰ δʼ ἐστὶν ἡδονὴ τὸ τοιοῦτον, δῆλον ὅτι καὶ ἡδύ ἐστι τὸ ποιητικὸν τῆς εἰρημένης διαθέσεως, τὸ δὲ φθαρτικὸν ἢ τῆς ἐναντίας καταστάσεως ποιητικὸν λυπηρόν.
如果快乐是这样一种事物,那么很显然,产生上述状态的事物也是快乐的,而破坏它或产生相反状态的事物则是痛苦的。
§1.11.3ἀνάγκη οὖν ἡδὺ εἶναι τό τε εἰς τὸ κατὰ φύσιν ἰέναι ὡς ἐπὶ τὸ πολύ, καὶ μάλιστα ὅταν ἀπειληφότα ᾖ τὴν ἑαυτῶν φύσιν τὰ κατʼ αὐτὴν γιγνόμενα, καὶ τὰ ἔθη (καὶ γὰρ τὸ εἰθισμένον ὥσπερ πεφυκὸς ἤδη γίγνεται· ὅμοιον γάρ τι τὸ ἔθος τῇ φύσει· ἐγγὺς γὰρ καὶ τὸ πολλάκις τῷ ἀεί, ἔστιν δʼ ἡ μὲν φύσις τοῦ ἀεί, τὸ δὲ ἔθος τοῦ πολλάκις),
因此,在大多数情况下,走向符合自然的状态是必然快乐的,尤其是当那些顺应自然发生的事物恢复了它们自身的自然状态时,习惯也是如此(因为习惯了的事物,也已经变得仿佛是天生的了;因为习惯与自然相似;因为“经常”也接近于“总是”,而自然属于“总是”,习惯则属于“经常”)。
§1.11.4καὶ τὸ μὴ βίαιον (παρὰ φύσιν γὰρ ἡ βία, διὸ τὸ ἀναγκαῖον λυπηρόν, καὶ ὀρθῶς εἴρηται
"
πᾶν γὰρ ἀναγκαῖον πρᾶγμʼ ἀνιαρὸν ἔφυ),
"
τὰς δʼ ἐπιμελείας καὶ τὰς σπουδὰς καὶ τὰς συντονίας λυπηράς·
非强迫的事物也是快乐的(因为强迫是违背自然的,因此必然的事物是痛苦的,正如那句诗正确地指出:“凡是必然的事物本性上都是痛苦的”)。
ἀναγκαῖα γὰρ καὶ βίαια ταῦτα, ἐὰν μὴ ἐθισθῶσιν· οὕτω δὲ τὸ ἔθος ποιεῖ ἡδύ.
另一方面,操心、专注和紧张是痛苦的;因为如果这些没有成为习惯,便是必要和强迫的;但通过这种方式,习惯使它们变得快乐。
τὰ δʼ ἐναντία ἡδέα· διὸ αἱ ῥαθυμίαι καὶ αἱ ἀπονίαι καὶ αἱ ἀμέλειαι καὶ αἱ παιδιαὶ καὶ αἱ ἀναπαύσεις καὶ ὁ ὕπνος τῶν ἡδέων· οὐδὲν γὰρ πρὸς ἀνάγκην τούτων.
而与它们相反的事物是快乐的;因此,闲散、免于劳苦、疏忽、游戏、休息和睡眠都属于快乐之列;因为这些都不带有强迫。
§1.11.5καὶ οὗ ἂν ἡ ἐπιθυμία ἐνῇ, ἅπαν ἡδύ· ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος ἐστὶν ὄρεξις.
凡是有欲望存在的地方,一切都是快乐的;因为欲望是对快乐的求索。
τῶν δὲ ἐπιθυμιῶν αἱ μὲν ἄλογοί εἰσιν αἱ δὲ μετὰ λόγου.
在欲望中,有些是无理智的,有些是伴随理智的。
λέγω δὲ ἀλόγους ὅσας μὴ ἐκ τοῦ ὑπολαμβάνειν ἐπιθυμοῦσιν (εἰσὶν δὲ τοιαῦται ὅσαι εἶναι λέγονται φύσει, ὥσπερ αἱ διὰ τοῦ σώματος ὑπάρχουσαι, οἷον ἡ τροφῆς δίψα καὶ πεῖνα, καὶ καθʼ ἕκαστον εἶδος τροφῆς εἶδος ἐπιθυμίας, καὶ αἱ περὶ τὰ γευστὰ καὶ ἀφροδίσια καὶ ὅλως τὰ ἁπτά, καὶ περὶ ὀσμὴν καὶ ἀκοὴν καὶ ὄψιν), μετὰ λόγου δὲ ὅσας ἐκ τοῦ πεισθῆναι ἐπιθυμοῦσιν· πολλὰ γὰρ καὶ θεάσασθαι καὶ κτήσασθαι ἐπιθυμοῦσιν ἀκούσαντες καὶ πεισθέντες.
我所说的无理智,是指人们并非出于某种设想而产生的欲望(此类欲望是那些被称为天生具有的,如通过身体而存在的,例如对食物的饥渴,以及针对每种食物的具体欲望,还有关于味觉、性爱和整个触觉,以及关于嗅觉、听觉和视觉的欲望);而伴随理智的,则是那些由于被说服而产生的欲望;因为人们在听信和被说服之后,会渴望观赏和获得许多事物。
§1.11.6ἐπεὶ δʼ ἐστὶν τὸ ἥδεσθαι ἐν τῷ αἰσθάνεσθαί τινος πάθους, ἡ δὲ φαντασία ἐστὶν αἴσθησίς τις ἀσθενής, ἀεὶ ἐν τῷ μεμνημένῳ καὶ τῷ ἐλπίζοντι ἀκολουθοῖ ἂν φαντασία τις οὗ μέμνηται ἢ ἐλπίζει·
既然享受在于对某种情感的感觉,而表象是一种微弱的感觉,那么在记忆者和期待者身上,就总会伴随一种关于其所记忆或所期待之物的表象。
εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ ἡδοναὶ ἅμα μεμνημένοις καὶ ἐλπίζουσιν, ἐπείπερ καὶ αἴσθησις·
如果是这样,很显然,在人们记忆和期待的同时也伴随着快乐,因为感觉也是存在的。
§1.11.7ὥστʼ ἀνάγκη πάντα τὰ ἡδέα ἢ ἐν τῷ αἰσθάνεσθαι εἶναι παρόντα ἢ ἐν τῷ μεμνῆσθαι γεγενημένα ἢ ἐν τῷ ἐλπίζειν μέλλοντα· αἰσθάνονται μὲν γὰρ τὰ παρόντα, μέμνηνται δὲ τὰ γεγενημένα, ἐλπίζουσι δὲ τὰ μέλλοντα.
因此,所有快乐的事物,必然要么是在感觉现在的存在,要么是在记忆过去的发生,要么是在期待未来的将临;因为人们感觉现在的事物,记忆过去的事物,期待未来的事物。
§1.11.8τὰ μὲν οὖν μνημονευτὰ ἡδέα ἐστὶν οὐ μόνον ὅσα ἐν τῷ παρόντι, ὅτε παρῆν, ἡδέα ἦν, ἀλλʼ ἔνια καὶ οὐχ ἡδέα, ἂν ᾖ ὕστερον καλὸν καὶ ἀγαθὸν τὸ μετὰ τοῦτο· ὅθεν καὶ τοῦτʼ εἴρηται,
"
ἀλλʼ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων,
"
καὶ
"
μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνὴρ
μνημένος ὅστις πολλὰ πάθῃ καὶ πολλὰ ἐόργῃ·
因此,被记忆的快乐事物,不仅包括那些在当时呈现时就是快乐的事物,也包括一些当时并不快乐、但事后产生的结局是美而善的事物;因此人们也说: “然而,获救之后回忆起痛苦确实是快乐的,” 以及 “因为在痛苦之后,一个人也会感到欣喜,当他回忆起自己所遭受和所做过的诸多事情时。
"
”