§1.10.10συμβαίνει μέντοι ταῖς μὲν τοιαύταις ἕξεσι τὰ τοιαῦτα ἀκολουθεῖν, ταῖς δὲ τοιαῖσδε τὰ τοιάδε·
然而,这些状态确实会伴随这些事物,而那些状态则伴随那些事物。
εὐθὺς γὰρ ἴσως τῷ μὲν σώφρονι διὰ τὸ σώφρονα εἶναι δόξαι τε καὶ ἐπιθυμίαι χρησταὶ ἐπακολουθοῦσι περὶ τῶν ἡδέων, τῷ δʼ ἀκολάστῳ αἱ ἐναντίαι περὶ τῶν αὐτῶν τούτων·
例如,也许对于节制的人来说,由于他是节制的,关于快乐的事物就会伴随良好的意见和欲望,而对于放纵的人来说,关于这些同样的事物则会伴随相反的意见和欲望。
§1.10.11διὸ τὰς μὲν τοιαύτας διαιρέσεις ἐατέον, σκεπτέον δὲ ποῖα ποίοις εἴωθεν ἕπεσθαι·
因此,此类区分应当予以搁置,而应当考察何种事物习惯于伴随何种事物。
εἰ μὲν γὰρ λευκὸς ἢ μέλας, ἢ μέγας ἢ μικρός, οὐδὲν τέτακται τῶν τοιούτων ἀκολουθεῖν, εἰ δὲ νέος ἢ πρεσβύτης, ἢ δίκαιος ἢ ἄδικος, ἤδη διαφέρει·
因为如果一个人是白人还是黑人,是高大还是矮小,并无规则决定会伴随此类事物;但如果一个人是年轻还是年老,是正义还是不正义,这就已经产生差别了。
καὶ ὅλως ὅσα τῶν συμβαινόντων ποιεῖ διαφέρειν τὰ ἤθη τῶν ἀνθρώπων, οἷον πλουτεῖν δοκῶν ἑαυτῷ ἢ πένεσθαι διοίσει τι, καὶ εὐτυχεῖν ἢ ἀτυχεῖν.
总之,凡是使人的品性产生差异的伴随状况,例如,认为自己富有还是贫穷都会带来某种差别,同样,幸运还是不幸运也是如此。
ταῦτα μὲν οὖν ὕστερον ἐροῦμεν, νῦν δὲ περὶ τῶν λοιπῶν εἴπωμεν πρῶτον.
这些事情我们稍后再谈,现在我们首先来谈谈剩下的问题。
§1.10.12ἔστι δʼ ἀπὸ τύχης μὲν τὰ τοιαῦτα γιγνόμενα, ὅσων ἥ τε αἰτία ἀόριστος καὶ μὴ ἕνεκά του γίγνεται καὶ μήτε ἀεὶ μήτε ὡς ἐπὶ τὸ πολὺ μήτε τεταγμένως (δῆλον δʼ ἐκ τοῦ ὁρισμοῦ τῆς τύχης περὶ τούτων), §1.10.13φύσει δὲ ὅσων ἥ τʼ αἰτία ἐν αὐτοῖς καὶ τεταγμένη· ἢ γὰρ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ὡσαύτως ἀποβαίνει.
顺便说一下,由运气产生的是这样一些事情:其原因是不确定的,不是为了某种目的,既非总是如此,也非在大多数情况下如此,亦非有规则地发生(这从运气的定义中可以看得很清楚);而由自然产生的则是那些其原因在自身之中且有规则的事情;因为它们要么总是如此,要么在大多数情况下以同样的方式结果。
τὰ γὰρ παρὰ φύσιν οὐδὲν δεῖ ἀκριβολογεῖσθαι πότερα κατὰ φύσιν ἤ τινα ἄλλην αἰτίαν γίγνεται· §1.10.14δόξειε δʼ ἂν καὶ ἡ τύχη αἰτία εἶναι τῶν τοιούτων.
至于反自然的事情,则完全不需要精确探讨它们是按照自然发生的,还是由于某种其他原因发生的;运气似乎也可以被视为此类事情的原因。
βίᾳ δὲ ὅσα παρʼ ἐπιθυμίαν ἢ τοὺς λογισμοὺς γίγνεται αὐτῶν τῶν πραττόντων.
而由强迫产生的则是那些违抗行为者自身的欲望或理智思考而发生的一切事情。
§1.10.15ἔθει δὲ ὅσα διὰ τὸ πολλάκις πεποιηκέναι ποιοῦσιν.
而由于习惯产生的则是那些因为他们已经做了多次而做的一切事情。
§1.10.16διὰ λογισμὸν δὲ τὰ δοκοῦντα συμφέρειν ἐκ τῶν εἰρημένων ἀγαθῶν ἢ ὡς τέλος ἢ ὡς πρὸς τὸ τέλος, ὅταν διὰ τὸ συμφέρειν πράττηται· ἔνια γὰρ καὶ οἱ ἀκόλαστοι συμφέροντα πράττουσιν, ἀλλʼ οὐ διὰ τὸ συμφέρειν ἀλλὰ διʼ ἡδονήν.
而出于理智的则是指在上述善的事物中那些显得有益的事物,无论是作为目的还是作为达到目的的手段,只要是为了有益而做的;因为即便是放纵的人也会做些有益的事,但他们并非为了有益,而是为了快乐。
διὰ θυμὸν δὲ καὶ ὀργὴν τὰ τιμωρητικά.
而出于愤怒和激情的是复仇行为。
§1.10.17διαφέρει δὲ τιμωρία καὶ κόλασις· ἡ μὲν γὰρ κόλασις τοῦ πάσχοντος ἕνεκά ἐστιν, ἡ δὲ τιμωρία τοῦ ποιοῦντος, ἵνα πληρωθῇ.
但复仇与惩罚不同;因为惩罚是为了受罚者的利益,而复仇则是为了复仇者的利益,以使他获得满足。
§1.10.18τί μὲν οὖν ἐστιν ἡ ὀργή, δῆλον ἔσται ἐν τοῖς περὶ τῶν παθῶν.
至于愤怒是什么,将在关于情感的章节中阐明。
διʼ ἐπιθυμίαν δὲ πράττεται ὅσα φαίνεται ἡδέα.
而由于欲望所做的事情,则是所有显得快乐的事情。
ἔστιν δὲ καὶ τὸ σύνηθες καὶ τὸ ἐθιστὸν ἐν τοῖς ἡδέσιν· πολλὰ γὰρ καὶ τῶν φύσει μὴ ἡδέων, ὅταν συνεθισθῶσιν, ἡδέως ποιοῦσιν·
同时,熟悉的事物和习惯的事物也属于快乐之列;因为许多本性上不快乐的事情,一旦习惯了,人们也会快乐地去做。
ὥστε συλλαβόντι εἰπεῖν, ὅσα διʼ αὑτοὺς πράττουσιν ἅπαντʼ ἐστὶν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα.
因此,总而言之,由于自身所做的一切事情,要么是善的、要么是显得善的,要么是快乐的、要么是显得快乐的。
ἐπεὶ δʼ ὅσα διʼ αὑτοὺς ἑκόντες πράττουσιν, οὐχ ἑκόντες δὲ ὅσα μὴ διʼ αὑτούς, πάντʼ ἂν εἴη ὅσα ἑκόντες πράττουσιν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα·
既然他们自愿做所有由于自身所做的事情,而非自愿做那些非由于自身所做的事情,那么凡是自愿做的一切,就都是善的或显得善的,或者是快乐的或显得快乐的。
τίθημι γὰρ καὶ τὴν τῶν κακῶν ἢ φαινομένων κακῶν ἢ ἀπαλλαγὴν ἢ ἀντὶ μείζονος ἐλάττονος μετάληψιν ἐν τοῖς ἀγαθοῖς (αἱρετὰ γάρ πως), καὶ τὴν τῶν λυπηρῶν ἢ φαινομένων λυπηρῶν ἢ ἀπαλλαγὴν ἢ μετάληψιν ἀντὶ μειζόνων ἐλαττόνων ἐν τοῖς ἡδέσιν ὡσαύτως.
因为我也把规避恶或显得恶的事物,或者用较小的恶来代替较大的恶,归入善之列(因为它们在某种程度上是值得选择的),并且把规避痛苦或显得痛苦的事物,或者用较小的痛苦代替较大的痛苦,同样归入快乐之列。
ληπτέον ἄρα τὰ συμφέροντα καὶ τὰ ἡδέα, πόσα καὶ ποῖα.
因此,必须掌握有益和快乐的事物有多少以及是何种类型。
§1.10.19περὶ μὲν οὖν τοῦ συμφέροντος ἐν τοῖς συμβουλευτικοῖς εἴρηται πρότερον, περὶ δὲ τοῦ ἡδέος εἴπωμεν νῦν.
因此,关于有益的事物,前面已在议会修辞中讨论过了,现在我们来谈谈快乐的事情。
δεῖ δὲ νομίζειν ἱκανοὺς εἶναι τοὺς ὅρους ἐὰν ὦσι περὶ ἑκάστου μήτε ἀσαφεῖς μήτε ἀκριβεῖς.
我们应当认为,如果对每一项的定义既不模糊也不过分精确,那就已经足够了。