§9Ἐπεὶ δὲ τῶν ζῴων τὰ μὲν ἔνυδρα, τὰ δ’ ἐν τῇ γῇ ποιεῖται τὴν διατριβήν, τούτων τοῖς μὲν μικροῖς πάμπαν καὶ τοῖς ἀναίμοις ἡ γινομένη ἐκ τοῦ περιέχοντος ἢ ὕδατος ἢ ἀέρος ψύξις ἱκανὴ πρὸς τὴν βοήθειαν τῆς φθορᾶς ταύτης· μικρὸν γὰρ ἔχοντα τὸ θερμὸν μικρᾶς δέονται τῆς βοηθείας.
既然在动物中,有些在水中生活,有些在陆地上活动,在这些动物中,对于那些极小且无血的动物来说,来自周围环境(无论是水还是空气)的冷却,足以帮助它们抵御这种毁灭;因为它们含有的热量少,所以需要很少的帮助。
Διὸ καὶ βραχύβια σχεδὸν πάντα τὰ τοιαῦτ’ ἐστίν· ἐπ’ ἀμφότερα γὰρ μικρᾶς ὄντα τυγχάνει ῥοπῆς.
因此,几乎所有此类动物都是短寿的;因为它们对于两边(生或死)都处于微小倾斜的状态。
Ὅσα δὲ μακροβιώτερα τῶν ἐντόμων (ἄναιμα γάρ ἐστι πάντα τὰ ἔντομα), τούτοις ὑπὸ τὸ διάζωμα διέσχισται, ὅπως διὰ λεπτοτέρου ὄντος τοῦ ὑμένος ψύχηται· μᾶλλον γὰρ ὄντα θερμὰ πλείονος δεῖται τῆς καταψύξεως, οἷον αἱ μέλιτται (τῶν γὰρ μελιττῶν ἔνιαι ζῶσι καὶ ἑπτὰ ἔτη) καὶ τἆλλα δὲ ὅσα βομβεῖ, οἷον σφῆκες καὶ μηλολόνθαι καὶ τέττιγες.
而在昆虫中(因为所有昆虫都是无血的),那些较长寿的昆虫,其下部隔膜以下是裂开的,以便因该膜较薄而得以冷却;因为它们更热,所以需要更多的冷却,例如蜜蜂(因为有些蜜蜂甚至能活七年)以及其他所有发出嗡嗡声的昆虫,如黄蜂、金龟子和蝉。
Καὶ γὰρ τὸν ψόφον ποιοῦσι πνεύματι, οἷον ἀσθμαίνοντα· ἐν αὐτῷ γὰρ τῷ ὑποζώματι, τῷ ἐμφύτῳ πνεύματι αἴροντι καὶ συνίζοντι, συμβαίνει πρὸς τὸν ὑμένα γίνεσθαι τρίψιν· κινοῦσι γὰρ τὸν τόπον τοῦτον, ὥσπερ τὰ ἀναπνέοντα ἔξωθεν τῷ πλεύμονι καὶ οἱ ἰχθύες τοῖς βραγχίοις.
因为它们也是用气发出声音,就好像是喘息一般;因为在隔膜本身内部,由于生来具有的气上升和收缩,使得它对膜产生摩擦;因为它们活动这个部位,就像呼吸之物从外部用肺活动,鱼用鳃活动一样。
Παραπλήσιον γὰρ συμβαίνει κἂν εἴ τίς τινα τῶν ἀναπνεόντων πνίγοι, τὸ στόμα κατασχών· καὶ γὰρ ταῦτα ποιήσει τῷ πλεύμονι τὴν ἄρσιν ταύτην.
因为即使有人按住呼吸之物的口使其窒息,也会发生类似的事情;因为这些动物也会在肺部做出这种升起[运动]。
Ἀλλὰ τούτοις μὲν οὐχ ἱκανὴν ἡ τοιαύτη ποιεῖ κίνησις κατάψυξιν, ἐκείνοις δ’ ἱκανήν.
但对于前者来说,这种运动不能产生足够的冷却,而对于后者来说则是足够的。
Καὶ τῇ τρίψει τῇ πρὸς τὸν ὑμένα ποιοῦσι τὸν βόμβον, ὥσπερ λέγομεν, οἷον διὰ τῶν καλάμων τῶν τετρυπημένων τὰ παιδία, ὅταν ἐπιθῶσιν ὑμένα λεπτόν.
它们通过对膜的摩擦发出嗡嗡声,正如我们所说,就像孩子们在穿孔的芦苇管上放上一层薄膜时一样。
Διὰ γὰρ τοῦτο καὶ τῶν τεττίγων οἱ ᾄδοντες ᾄδουσιν· θερμότεροι γάρ εἰσι, καὶ ἔσχισται αὐτοῖς ὑπὸ τὸ ὑπόζωμα· τοῖς δὲ μὴ ᾄδουσι τοῦτ’ ἐστὶν ἄσχιστον.
也正因为如此,在蝉中,那些会叫的蝉才会鸣叫;因为它们更热,且下部隔膜以下是裂开的;而对于那些不会叫的蝉,这里是没有裂开的。
Καὶ τῶν ἐναίμων δὲ καὶ πλεύμονα ἐχόντων, ὀλίγαιμον δ’ ἐχόντων καὶ σομφόν, ἔνια διὰ τοῦτο πολὺν χρόνον δύνανται ἀπνευστὶ ζῆν, ὅτι ὁ πλεύμων ἄρσιν ἔχει πολλήν, ὀλίγον ἔχων τὸ αἷμα καὶ τὸ ὑγρόν· ἡ γὰρ οἰκεία κίνησις ἐπὶ πολὺν χρόνον διαρκεῖ καταψύχουσα.
在具有肺部的有血动物中,有些动物的肺部血少且呈海绵状,因此能够较长时间不呼吸而生存,因为它们的肺部具有很大的升起[运动]能力,且含有很少的血液和水分;因为其自身的运动足以在很长一段时间内进行冷却。
Τέλος δ’ οὐ δύναται, ἀλλ’ ἀποπνίγεται μὴ ἀναπνεύσαντα, καθάπερ εἴρηται καὶ πρότερον· τῆς γὰρ μαράνσεως ἡ διὰ τὸ μὴ ψύχεσθαι φθορὰ καλεῖται πνίξις, καὶ τὰ οὕτω φθειρόμενα ἀποπνίγεσθαί φαμεν.
但最终它们无法坚持,如果不呼吸就会窒息,正如先前所说;因为由于不冷却而导致的枯竭之毁灭被称为窒息,我们说以此种方式毁灭的动物是窒息而死。
Ὅτι δ’ οὐκ ἀναπνεῖ τὰ ἔντομα τῶν ζῴων, εἴρηται μὲν καὶ πρότερον, φανερὸν δὲ καὶ ἐπὶ τῶν μικρῶν ἐστὶ ζῴων, οἷον μυιῶν καὶ μελιττῶν· ἐν γὰρ τοῖς ὑγροῖς πολὺν χρόνον ἀνανήχεται, ἂν μὴ λίαν ᾖ θερμὸν ἢ ψυχρόν.
而昆虫不呼吸这一点,不仅先前已经说过,在小动物(如苍蝇和蜜蜂)身上也是显而易见的;因为如果液体不是极热或极冷,它们可以在液体中游动很长时间。
Καίτοι τὰ μικρὰν ἔχοντα δύναμιν πυκνότερον ζητεῖ ἀναπνεῖν.
然而,力量微弱的动物理应寻求更频繁地呼吸。
Ἀλλὰ φθείρεται ταῦτα καὶ λέγεται ἀποπνίγεσθαι πληρουμένης τῆς κοιλίας καὶ φθειρομένου τοῦ ἐν τῷ ὑποζώματι ὑγροῦ.
但当其体腔被填满且隔膜内的流体被破坏时,它们就会毁灭并被称为窒息。
Διὸ καὶ ἐν τῇ τέφρᾳ χρονισθέντα ἀνίσταται.
因此,在灰烬中放置一段时间后,它们就会苏醒。
Καὶ τῶν ἐν τῷ ὑγρῷ δὲ ζώντων ὅσα ἄναιμα, πλείω χρόνον ζῇ ἐν τῷ ἀέρι τῶν ἐναίμων καὶ δεχομένων τὴν θάλατταν, οἷον τῶν ἰχθύων· διὰ γὰρ τὸ ὀλίγον ἔχειν τὸ θερμὸν ὁ ἀὴρ ἱκανός ἐστιν ἐπὶ πολὺν χρόνον καταψύχειν, οἷον τοῖς τε μαλακοστράκοις καὶ τοῖς πολύποσιν.
而在水生生物中,无血的生物在空气中生存的时间,要比那些有血且接纳海水的生物(如鱼类)更长;因为热量少,空气足以在很长时间内冷却它们,例如软甲类和多足类。
Οὐ μὴν εἰς τέλος γε διαρκεῖ πρὸς τὸ ζῆν, διὰ τὸ ὀλιγόθερμα εἶναι, ἐπεὶ καὶ τῶν ἰχθύων οἱ πολλοὶ ζῶσιν ἐν τῇ γῇ, ἀκινητίζοντες μέντοι, καὶ εὑρίσκονται ὀρυττόμενοι.
然而,这并不能永久维持其生命,因为它们热量极少,事实上甚至有许多鱼类也在陆地(泥土)中生存,尽管它们保持不动,并且在被挖掘时被发现。
Ὅσα γὰρ ἢ μηδ’ ὅλως ἔχει πλεύμονα ἢ ἄναιμον, ἐλαττονάκις δεῖται καταψύξεως.
因为那些完全没有肺部或无血的生物,需要冷却的次数较少。