§8Ἐπεὶ δὲ εἴρηται πρότερον ὅτι τὸ ζῆν καὶ ἡ τῆς ψυχῆς ἕξις μετὰ θερμότητός τινός ἐστιν· οὐδὲ γὰρ ἡ πέψις, δι’ ἧς ἡ τροφὴ γίνεται τοῖς ζῴοις, οὔτ’ ἄνευ ψυχῆς οὔτ’ ἄνευ θερμότητός ἐστιν· πυρὶ γὰρ ἐργάζεται πάντα. Διόπερ ἐν ᾧ πρώτῳ τόπῳ τοῦ σώματος καὶ ἐν ᾧ πρώτῳ τοῦ τόπου τούτου μορίῳ τὴν ἀρχὴν ἀναγκαῖον εἶναι τὴν τοιαύτην, ἐνταῦθα καὶ τὴν πρώτην τὴν θρεπτικὴν ψυχὴν ἀναγκαῖον ὑπάρχειν.
然而,既然此前已说明生活和灵魂的状态是伴随某种热量而存在的——因为使动物产生营养的消化作用,既非没有灵魂也非没有热量而能存在,因为一切都是由火来加工的——因此,在身体的哪一个最首要部位,以及在这一部位的哪一个最首要部分,这种原理必然存在,那么最首要的、即营养的灵魂也必然存在于该处。
Οὗτος δ’ ἐστὶν ὁ μέσος τόπος τοῦ τε δεχομένου τὴν τροφὴν καὶ καθ’ ὃν ἀφίησι τὸ περίττωμα.
而这就是接纳食物的部分与排出残渣的部分之间的中间区域。
Τοῖς μὲν οὖν ἀναίμοις ἀνώνυμον, τοῖς δ’ ἐναίμοις ἡ καρδία τοῦτο τὸ μόριόν ἐστιν.
因此,在无血动物中这部分是无名的,但在有血动物中,心脏就是这个部位。
Ἡ τροφὴ μὲν γὰρ ἐξ ἧς ἤδη γίνεται τὰ μόρια τοῖς ζῴοις, ἡ τοῦ αἵματος φύσις ἐστίν.
因为动物各个部位由此得以生成的营养,正是血液的本性。
Τοῦ δ’ αἵματος καὶ τῶν φλεβῶν τὴν αὐτὴν ἀρχὴν ἀναγκαῖον εἶναι· θατέρου γὰρ ἕνεκα θάτερόν ἐστιν, ὡς ἀγγεῖον καὶ δεκτικόν.
而血液和脉管必然具有相同的起点;因为一者是为了另一者而存在的,即作为容器和接纳者。
Ἀρχὴ δὲ τῶν φλεβῶν ἡ καρδία τοῖς ἐναίμοις· οὐ γὰρ διὰ ταύτης, ἀλλ’ ἐκ ταύτης ἠρτημέναι πᾶσαι τυγχάνουσιν.
而在有血动物中,心脏是脉管的起点;因为所有脉管都悬挂于心脏,而非穿过心脏。
Δῆλον δ’ ἡμῖν τοῦτο ἐκ τῶν ἀνατομῶν.
这一点通过解剖对我们来说是显而易见的。
Τὰς μὲν οὖν ἄλλας δυνάμεις τῆς ψυχῆς ἀδύνατον ὑπάρχειν ἄνευ τῆς θρεπτικῆς (δι’ ἣν δ’ αἰτίαν, εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς), ταύτην δ’ ἄνευ τοῦ φυσικοῦ πυρός· ἐν τούτῳ γὰρ ἡ φύσις ἐμπεπύρευκεν αὐτήν.
现在,灵魂的其他能力若没有营养能力就无法存在(其原因此前已在《论灵魂》中说明),而这后者若没有自然之火也无法存在;因为自然是在这火中将其点燃的。
Φθορὰ δὲ πυρός, ὥσ περ εἴρηται πρότερον, σβέσις καὶ μάρανσις.
正如先前所说,火的毁灭有熄灭和枯竭两种。
Σβέσις μὲν ἡ ὑπὸ τῶν ἐναντίων· διό περ ἀθρόον τε ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος, καὶ θᾶττον ὅτι σβέννυται διασπώμενον.
熄灭是由相反者引起的;因此,它既会因周围环境的寒冷而骤然熄灭,也会因为被分散而更快熄灭。
Αὕτη μὲν οὖν ἡ φθορὰ βίαιος ὁμοίως ἐπὶ τῶν ἐμψύχων καὶ τῶν ἀψύχων ἐστίν· καὶ γὰρ ὀργάνοις διαιρουμένου τοῦ ζῴου, καὶ πηγνυμένου διὰ ψύχους ὑπερβολήν, ἀποθνήσκουσιν.
这种毁灭对于有生命者和无生命者而言同样是暴力的;因为当动物被工具切断,或因过度寒冷而凝固时,它们都会死亡。
Ἡ δὲ μάρανσις διὰ πλῆθος θερμότητος· καὶ γὰρ ἂν ὑπερβάλλῃ τὸ πέριξ θερμόν, καὶ τροφὴν ἐὰν μὴ λαμβάνῃ, φθείρεται τὸ πυρούμενον, οὐ ψυχόμενον ἀλλὰ μαραινόμενον.
而枯竭则是由于热量过多引起的;因为如果周围的热量过度,或者如果它得不到营养,燃烧着的东西就会毁灭,这不是因为被冷却,而是因为枯竭。
Ὥστ’ ἀνάγκη γίνεσθαι κατάψυξιν, εἰ μέλλει τεύξεσθαι σωτηρίας· τοῦτο γὰρ βοηθεῖ πρὸς ταύτην τὴν φθοράν.
因此,如果它要获得保存,就必然要发生冷却;因为这对于防止这种毁灭是有帮助的。