← アリストテレス

呼吸について

§9

無血動物や昆虫における冷却と体構造

動物の生息地や身体の大きさに応じた冷却の方法について述べ、特に無血動物や昆虫における特殊な膜の構造と摩擦音を用いた冷却メカニズムを解説し、水生動物や特定の有血動物における空気中での生存能力の差を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

Ἐπεὶ δὲ τῶν ζῴων τὰ μὲν ἔνυδρα, τὰ δ' ἐν τῇ γῇ ποιεῖται τὴν διατριβήν, τούτων τοῖς μὲν μικροῖς πάμπαν καὶ τοῖς ἀναίμοις ἡ γινομένη ἐκ τοῦ περιέχοντος ἢ ὕδατος ἢ ἀέρος ψύξις ἱκανὴ πρὸς τὴν βοήθειαν τῆς φθορᾶς ταύτης· μικρὸν γὰρ ἔχοντα τὸ θερμὸν μικρᾶς δέονται τῆς βοηθείας· διὸ καὶ βραχύβια σχεδὸν πάντα τὰ τοιαῦτ' ἐστίν· ἐπ' ἀμφότερα γὰρ μικρᾶς ὄντα τυγχάνει ῥοπῆς.1 ὅσα δὲ μακροβιώτερα τῶν ἐντόμων (ἄναιμα γάρ ἐστι πάντα τὰ ἔντομα), τούτοις ὑπὸ τὸ διάζωμα διέσχισται, ὅπως διὰ λεπτοτέρου ὄντος τοῦ ὑμένος2 ψύχηται· μᾶλλον γὰρ ὄντα θερμὰ πλείονος δεῖται τῆς καταψύξεως, οἷον αἱ μέλιτται (τῶν γὰρ μελιττῶν ἔνιαι ζῶσι καὶ ἑπτὰ ἔτη) καὶ τἆλλα δὲ ὅσα βομβεῖ, οἷον σφῆκες καὶ μηλολόνθαι καὶ τέττιγες. καὶ γὰρ τὸν ψόφον ποιοῦσι πνεύματι, οἷον ἀσθμαίνοντα·3 ἐν αὐτῷ γὰρ τῷ ὑποζώματι, τῷ ἐμφύτῳ πνεύματι αἴροντι καὶ συνίζοντι, συμβαίνει πρὸς τὸν ὑμένα γίνεσθαι τρίψιν· κινοῦσι γὰρ τὸν τόπον τοῦτον, ὥσπερ τὰ ἀναπνέοντα ἔξωθεν τῷ πλεύμονι καὶ οἱ ἰχθύες τοῖς βραγχίοις. παραπλήσιον γὰρ συμβαίνει κἂν εἴ τίς τινα τῶν ἀναπνεόντων πνίγοι, τὸ στόμα κατασχών· καὶ γὰρ ταῦτα ποιήσει τῷ πλεύμονι τὴν ἄρσιν ταύτην. ἀλλὰ τούτοις μὲν οὐχ ἱκανὴν ἡ τοιαύτη ποιεῖ κίνησις κατάψυξιν, ἐκείνοις δ᾽ ἱκανήν. καὶ τῇ τρίψει τῇ πρὸς τὸν ὑμένα ποιοῦσι τὸν βόμβον, ὥσπερ λέγομεν, οἷον διὰ τῶν καλάμων τῶν τετρυπημένων τὰ παιδία, ὅταν ἐπιθῶσιν ὑμένα λεπτόν. διὰ γὰρ τοῦτο καὶ τῶν τεττίγων οἱ ᾄδοντες ᾄδουσιν· θερμότεροι γάρ εἰσι, καὶ ἔσχισται αὐτοῖς ὑπὸ τὸ ὑπόζωμα· τοῖς δὲ μὴ ᾄδουσι τοῦτ᾽ ἐστὶν ἄσχιστον. καὶ τῶν ἐναίμων δὲ καὶ πλεύμονα ἐχόντων, ὀλίγαιμον δ᾽ ἐχόντων καὶ σομφόν, ἔνια διὰ τοῦτο πολὺν χρόνον δύνανται ἀπνευστὶ ζῆν, ὅτι ὁ πλεύμων ἄρσιν ἔχει πολλήν, ὀλίγον ἔχων τὸ αἷμα καὶ τὸ ὑγρόν· ἡ γὰρ οἰκεία κίνησις ἐπὶ πολὺν χρόνον διαρκεῖ καταψύχουσα. τέλος δ᾽ οὐ δύναται, ἀλλ᾽ ἀποπνίγεται μὴ ἀναπνεύσαντα, καθάπερ εἴρηται καὶ πρότερον· τῆς γὰρ μαράνσεως ἡ διὰ τὸ μὴ ψύχεσθαι φθορὰ καλεῖται πνίξις, καὶ τὰ οὕτω φθειρόμενα ἀποπνίγεσθαί φαμεν. ὅτι δ᾽ οὐκ ἀναπνεῖ τὰ ἔντομα τῶν ζῴων, εἴρηται μὲν καὶ πρότερον, φανερὸν δὲ καὶ ἐπὶ τῶν μικρῶν ἐστὶ ζῴων, οἷον μυιῶν καὶ μελιττῶν· ἐν γὰρ τοῖς ὑγροῖς πολὺν χρόνον ἀνανήχεται, ἂν μὴ λίαν ᾖ θερμὸν ἢ ψυχρόν. καίτοι τὰ μικρὰν ἔχοντα δύναμιν πυκνότερον ζητεῖ ἀναπνεῖν. ἀλλὰ φθείρεται ταῦτα καὶ λέγεται ἀποπνίγεσθαι πληρουμένης τῆς κοιλίας καὶ φθειρομένου τοῦ ἐν τῷ ὑποζώματι ὑγροῦ. διὸ καὶ ἐν τῇ τέφρᾳ χρονισθέντα ἀνίσταται. καὶ τῶν ἐν τῷ ὑγρῷ δὲ ζώντων ὅσα ἄναιμα, πλείω χρόνον ζῇ ἐν τῷ ἀέρι τῶν ἐναίμων καὶ δεχομένων τὴν θάλατταν, οἷον τῶν ἰχθύων· διὰ γὰρ τὸ ὀλίγον ἔχειν τὸ θερμὸν ὁ ἀὴρ ἱκανός ἐστιν ἐπὶ πολὺν χρόνον καταψύχειν, οἷον τοῖς τε μαλακοστράκοις καὶ τοῖς πολύποσιν. οὐ μὴν εἰς τέλος γε διαρκεῖ πρὸς τὸ ζῆν, διὰ τὸ ὀλιγόθερμα εἶναι, ἐπεὶ καὶ τῶν ἰχθύων οἱ πολλοὶ ζῶσιν ἐν τῇ γῇ, ἀκινητίζοντες μέντοι, καὶ εὑρίσκονται ὀρυττόμενοι. ὅσα γὰρ ἢ μηδ᾽ ὅλως ἔχει πλεύμονα ἢ ἄναιμον, ἐλαττονάκις δεῖται καταψύξεως.

動物のうち、あるものは水中に、あるものは陸上に生息しているが、これらのうち極めて小さいものや無血のものにとっては、周囲の、水または空気から生じる冷却が、この消滅を防ぐ助けとして十分である。なぜなら、それらは熱を少ししか持たないので、少しの助けしか必要としないからである。それゆえ、そのようなものはほぼすべて短命である。なぜなら、それらは両方の方向に対して、わずかな傾きしか持たない状態にあるからである。しかし、昆虫(昆虫はすべて無血である)のうちで比較的長命なものは、横隔膜の下が裂けており、膜がより薄くなっていることによって冷却されるようになっている。なぜなら、それらはより熱いものであって、より多くの冷却を必要とするからである。たとえば、ミツバチ(ミツバチのなかには7年も生きるものもいる)や、他に羽音を立てるすべてのもの、たとえばスズメバチ、コガネムシ、セミなどがそうである。というのも、それらは自らの気によって音を立てるのであり、それはちょうど喘ぎのようである。すなわち、隔膜そのものの内部で、生まれつき備わった気が上昇し下降することによって、膜に対する摩擦が生じるのである。彼らはこの場所を動かすのであり、それは息をするものが外部から肺を動かし、魚が鰓を動かすのと同様である。なぜなら、息をするものの口をふさいで誰かが窒息させようとする場合にも、同様のことが起こるからである。というのも、これらもまた肺においてこの上昇を行うからである。しかし、前者のものにとっては、そのような運動は十分な冷却をもたらさないが、後者のものにとっては十分なのである。そして、彼らは膜に対する摩擦によってあの羽音を立てるのであり、それはちょうど、我々が言うように、子供たちが穴のあいた葦の管に薄い膜をかぶせたときのようである。このために、セミのうちで鳴くものは鳴くのである。なぜなら、それらはより熱く、隔膜の下が裂けているからである。これに対して、鳴かないものにおいては、この部分は裂けていない。また、有血動物で肺を持つもののうち、血が少なく海綿状の肺を持つものにおいて、あるものは、このために息をしないで長い時間生きることができる。すなわち、肺が多くの運動の上昇能力を持ち、血や水分を少ししか持たないために、それ自体の固有の運動が、冷却を伴いながら長い時間持続するからである。しかし、最後には呼吸することはできず、息を吸い込まなければ窒息してしまう。それは以前に述べられた通りである。というのも、立ち枯れのうち、冷却されないことによる消滅が窒息と呼ばれ、このようにして消滅するものを我々は窒息すると言うからである。昆虫類が呼吸しないことは、以前にも述べられたが、ハエやミツバチなどの小さな動物においても明らかである。なぜなら、それらは液体の中で、それが極端に熱かったり冷たかったりしなければ、長い時間泳ぎ続けるからである。もっとも、力が弱いものはより頻繁に呼吸しようとするはずである。しかし、これらは死んでしまい、腹部が満たされ、隔膜の中の流体が損なわれることによって窒息すると言われる。それゆえ、灰の中にしばらく置かれると蘇るのである。また、水中に生息するもののうち無血のものは、有血で海水を取り入れるもの、たとえば魚類よりも長い時間、空気中で生きる。なぜなら、熱を少ししか持たないために、空気は長い時間彼らを冷却するのに十分だからである。たとえば、軟甲類や多足類がそうである。もっとも、熱が少ないからといって、生命を維持するために永久に持続するわけではない。実際、魚類の多くも陸上で生き、動きを止めているが、掘り起こされるのが見出される。なぜなら、肺を全く持たないか、あるいは無血であるものは、冷却を必要とする回数がより少ないからである。

構文注3 件
  1. 474b30ἐπ’ ἀμφότερα γὰρ μικρᾶς ὄντα τυγχάνει ῥοπῆς

    動詞 τυγχάνω は分詞 ὄντα とともに用いられ、「たまたま〜である」を意味し、μικρᾶς ῥοπῆς は ὄντα の述語となる性質の属格(「わずかな傾きの状態にある」)。分詞 ὄντα は主語の代名詞的形容詞 τὰ τοιαῦτα(そのようなものたち)に一致する。前置詞句 ἐπ’ ἀμφότερα(両方に向かって)は生と死のいずれをも指し、わずかな傾き(ῥοπή)によってどちらにも転じやすい状態、すなわち生命力が脆弱で死にやすいことを表す。

  2. 475a1διὰ λεπτοτέρου ὄντος τοῦ ὑμένος

    前置詞 διά が属格 τοῦ ὑμένος を支配して「膜を通って」を表し、それに分詞 ὄντος と述語形容詞 λεπτοτέρου(「より薄い状態であるので」)が添えられた構文。

  3. 475a9οἷον ἀσθμαίνοντα

    分詞 ἀσθμαίνοντα は中性複数主格で、主語(τὰ ἔντομα 等の中性複数)に一致する。「喘ぐような(音)」あるいは「喘ぐかのように」と解釈される。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 3 件
urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:9