Humanitext Reader

亚里士多德 · 论呼吸 §7

恩培多克勒的呼吸说与水钟比喻的批判

第 5 段,共 14 段 · 希腊语

内容简介

亚里士多德考察了恩培多克勒的呼吸学说,批评他将本质呼吸与辅助性的鼻腔呼吸相混淆,并引用了恩培多克勒关于水钟的诗作,以指出其物理机制上的矛盾。

§7Λέγει δὲ περὶ ἀναπνοῆς καὶ Ἐμπεδοκλῆς, οὐ μέντοι τίνος γ’ ἕνεκα, οὐδὲ περὶ πάντων τῶν ζῴων οὐδὲν ποιεῖ δῆλον, εἴτε ἀναπνέουσιν εἴτε μή.
恩培多克勒也谈到了呼吸,但并未说明呼吸是为了什么目的,对于是否所有动物都呼吸,他也完全没有说清楚。
Καὶ περὶ τῆς διὰ τῶν μυκτήρων ἀναπνοῆς λέγων οἴεται καὶ περὶ τῆς κυρίας λέγειν ἀναπνοῆς.
他在谈到通过鼻孔的呼吸时,自以为是在谈论主要的呼吸。
Ἔστι γὰρ καὶ διὰ τῆς ἀρτηρίας ἐκ τῶν στηθῶν ἡ ἀναπνοή, καὶ ἡ διὰ τῶν μυκτήρων· αὐτοῖς δὲ χωρὶς ἐκείνης οὐκ ἔστιν ἀναπνεῦσαι τοῖς μυκτῆρσιν.
因为呼吸既有通过气管从胸部进行的,也有通过鼻孔进行的;但在没有前者的情况下,动物单靠鼻孔是无法呼吸的。
Καὶ τῆς μὲν διὰ τῶν μυκτήρων γινομένης ἀναπνοῆς στερισκόμενα τὰ ζῷα οὐδὲν πάσχουσι, τῆς δὲ κατὰ τὴν ἀρτηρίαν ἀποθνήσκουσιν.
而且,动物在丧失通过鼻孔进行的呼吸时并无大碍,但丧失沿气管进行的呼吸时就会死亡。
Καταχρῆται γὰρ ἡ φύσις ἐν παρέργῳ τῇ διὰ τῶν μυκτήρων ἀναπνοῇ πρὸς τὴν ὄσφρησιν ἐν ἐνίοις τῶν ζῴων· διόπερ ὀσφρήσεως μὲν σχεδὸν μετέχει πάντα τὰ ζῷα, ἔστι δ’ οὐ πᾶσι τὸ αὐτὸ αἰσθητήριον.
因为自然在某些动物中,将通过鼻孔的呼吸附带地用于嗅觉;因此,几乎所有动物都分享有嗅觉,但并非所有动物都具有相同的感官。
Εἴρηται δὲ περὶ αὐτῶν ἐν ἑτέροις σαφέστερον.
关于这些,在其他著作中已有更清晰的叙述。
Γίνεσθαι δέ φησι τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν διὰ τὸ φλέβας εἶναί τινας, ἐν αἷς ἔνεστι μὲν αἷμα, οὐ μέντοι πλήρεις εἰσὶν αἵματος, ἔχουσι δὲ πόρους εἰς τὸν ἔξω ἀέρα, τῶν μὲν τοῦ σώματος μορίων ἐλάττους, τῶν δὲ τοῦ ἀέρος μείζους· διὸ τοῦ αἵματος πεφυκότος κινεῖσθαι ἄνω καὶ κάτω, κάτω μὲν φερομένου εἰσρεῖν τὸν ἀέρα καὶ γίνεσθαι ἀναπνοήν, ἄνω δ’ ἰόντος ἐκπίπτειν θύραζε καὶ γίνεσθαι τὴν ἐκπνοήν, παρεικάζων τὸ συμβαῖνον ταῖς κλεψύδραις.
他说,呼吸和呼气的发生是因为存在某些脉管,其中虽有血液,但并未充满血液,它们拥有通往外部空气的孔隙,这些孔隙比身体的部位要小,但比空气的要大;因此,由于血液天然具有上下移动的性质,当它向下运送时空气流入并发生呼吸,而当它向上移动时空气被排出体外并发生呼气。
Ὧδε δ’ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ.
他将这种现象比作水钟。
Πᾶσι λίφαιμοι σαρκῶν σύριγγες πύματον κατὰ σῶμα τέτανται, καί σφιν ἐπὶ στομίοις πυκναῖς τέτρηνται ἄλοξιν ῥινῶν ἔσχατα τέρθρα διαμπερές, ὥστε φόνον μέν κεύθειν, αἰθέρι δ’ εὐπορίην διόδοισι τετμῆσθαι.
“万物皆如此吸入并呼出气息。 所有生物皆有无血的肉管,延伸至身体的最外层,而在其管口、鼻的最末端,它们被贯穿穿透有密集的沟纹,从而既将血液隐藏,又为大气顺畅通过开辟了通道。
Ἔνθεν ἔπειθ’ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα, αἰθὴρ παφλάζων καταβήσεται οἴδματι μάργῳ, εὖτε δ’ ἀναθρώσκει, πάλιν ἐκπνεῖ, ὥσ περ ὅταν παῖς κλεψύδρην παίζησι δι’ εὐπετέος χαλκοῖο.
此后,当柔滑的血液从那里迅速退去时,沸腾的大气便会以狂暴的波涛降临,而当血液向上跳跃时,又再次呼出。 正如少女用匀称的青铜水钟玩耍时那样。
Εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ’ εὐειδεῖ χερὶ θεῖσα εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο, οὐδ’ ὅγ’ ἐς ἄγγος δ’ ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει ἀέρος ὄγκος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνά, εἰσόκ’ ἀποστεγάσῃ πυνικὸν ῥόον·
当她把管子的通道置于美丽的手上,将其浸入银白色的柔滑水体中时,水并不进入器皿,而是被在内部压向密集孔洞的空气块所阻挡,直到她揭开密集的流道。
αὐτὰρ ἔπειτα πνεύματος ἐλλείποντος ἐσέρχεται αὔξιμον ὕδωρ.
但随后,随着空气的流失,充盈的水便进入。
Ὡς δ’ αὕτως ὅθ’ ὕδωρ μὲν ἔχει κατὰ βένθεα χαλκοῦ πορθμοῦ χωσθέντος βροτέῳ χροῒ ἠδὲ πόροιο, αἰθὴρ δ’ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει ἀμφὶ πύλας ἰσθμοῖο δυσηχέος, ἄκρα κρατύνων, εἰσόκε χειρὶ μεθῇ·
同样地,当水占据青铜的深处,而通道和孔口被人的肌肤堵塞时,外部急于进入的大气便在发出难听声音的颈部门户周围阻挡住水,控制着顶端,直到她放开手。
τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν, πνεύματος ἐμπίπτοντος ὑπεκθέει αὔξιμον ὕδωρ.
此时再次与之前相反,随着空气的落入,充盈的水便流出。
Ὡς δ’ αὕτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων ὁππότε μὲν παλίνορσον ἐπαΐξειε μυχόνδε, αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον, εὖτε δ’ ἀναθρώσκῃ, πάλιν ἐκπνεῖ ἶσον ὀπίσσω.
同样地,当柔滑的血液在肢体中激荡,一旦它向后迅速退回内室深处时,大气的气流便立即随着波涛汹涌而降,而当血液向上跳跃时,又以同等分量向后呼出。
Λέγει μὲν οὖν ταῦτα περὶ τοῦ ἀναπνεῖν, ἀναπνεῖ δ’, ὥσπερ εἴπομεν, τὰ φανερῶς ἀναπνέοντα διὰ τῆς ἀρτηρίας, διά τε τοῦ στόματος ἅμα καὶ διὰ τῶν μυκτήρων.
” 关于呼吸,他确实说了这些。 但是,正如我们所说,那些明显呼吸的动物是通过气管进行呼吸的,同时通过口和鼻孔。
Ὥστ’ εἰ μὲν περὶ ταύτης λέγει τῆς ἀναπνοῆς, ἀναγκαῖον ζητεῖν πῶς ἐφαρμόσει ὁ εἰρημένος λόγος τῆς αἰτίας· φαίνεται γὰρ τοὐναντίον συμβαῖνον.
因此,如果他是针对这种呼吸进行阐述,就有必要探究所说的关于原因的论述如何适用;因为显现出来的情况恰好相反。
Ἄραντες μὲν γὰρ τὸν τόπον, καθάπερ τὰς φύσας ἐν τοῖς χαλκείοις, ἀναπνέουσιν· αἴρειν δὲ τὸ θερμὸν εὔλογον, ἔχειν δὲ τὸ αἷμα τὴν τοῦ θερμοῦ χώραν· συνιζάνοντες δὲ καὶ καταπνίγοντες, ὥσπερ ἐκεῖ τὰς φύσας, ἐκπνέουσιν.
因为人们通过抬升该部位,就像铁匠铺里的风箱那样,进行呼吸;而热量抬升它是合乎情理的,血液则占据了热量的位置;通过收缩和压迫,就像那里的风箱那样,进行呼气。
Πλὴν ἐκεῖ μὲν οὐ κατὰ ταὐτὸν εἰσδέχονταί τε τὸν ἀέρα καὶ πάλιν ἐξιᾶσιν, οἱ δ’ ἀναπνέοντες κατὰ ταὐτόν.
只不过在风箱里,它们吸入空气和再次排出并不通过相同的途径,而呼吸的动物则通过相同的途径进行。
Εἰ δὲ περὶ τῆς κατὰ τοὺς μυκτῆρας λέγει μόνης, πολὺ διημάρτηκεν· οὐ γάρ ἐστιν ἀναπνοὴ μυκτήρων ἴδιος, ἀλλὰ παρὰ τὸν αὐλῶνα τὸν περὶ τὸν γαργαρεῶνα, ᾗ τὸ ἔσχατον τοῦ ἐν τῷ στόματι οὐρανοῦ, συντετρημένων τῶν μυκτήρων χωρεῖ τὸ μὲν ταύτῃ τοῦ πνεύματος, τὸ δὲ διὰ τοῦ στόματος, ὁμοίως εἰσιόν τε καὶ ἐξιόν.
但如果他仅仅是在谈论通过鼻孔的呼吸,那他就大错特错了;因为并没有鼻孔特有的呼吸,而是通过悬雍垂周围的通道,即口腔内腭的末端,鼻孔在此相通,一部分气息从这里通过,另一部分通过口,同样地进入和流出。
Τὰ μὲν οὖν παρὰ τῶν ἄλλων εἰρημένα περὶ τοῦ ἀναπνεῖν τοιαύτας καὶ τοσαύτας ἔχει δυσχερείας.
因此,他人关于呼吸所说的话,存在着这样和如此多的困难。

词汇与语法注释

  1. p.336τῆς κυρίας λέγειν ἀναπνοῆς — 意为“谈论主要的呼吸”。短语 τῆς κυρίας ἀναπνοῆς 为属格。虽然此处通常预期为 λέγω περί + 属格,但省略了介词 περί,使属格直接依附于动词,或延续了前句的结构。亚里士多德将维持生命所必需的本质呼吸(通过气管进行的)称为“主要呼吸”,以此与单纯的鼻腔呼吸相区别。
  2. p.336τοῦ αἵματος πεφυκότος κινεῖσθαι — 属格绝对独立结构。名词 τοῦ αἵματος 作为分词的逻辑主语,完成时分词 πεφυκότος 作为谓语,表示原因关系(“由于血液天然具有……的性质”)。
  3. p.337εἰσόκ’ ἀποστεγάσῃ πυνικὸν ῥόον — 由连词 εἰσόκε(“直到……”)引导并接不定过去时虚拟语气 ἀποστεγάσῃ 的时间从句。这是亚里士多德引用的恩培多克勒诗作中典型的史诗/爱奥尼亚方言特征。πυνικὸν ῥόον 指的是“密集的流道”,暗示手指堵住水钟顶部空气孔的状态。
  4. p.338φαίνεται γὰρ τοὐναντίον συμβαῖνον — 动词 φαίνομαι 与现在分词 συμβαῖνον(而非不定式)结合的结构,表示观察到的实际事实(“显而易见,相反的情况发生了”)。如果它与不定式(συμβαίνειν)结合,则表示主观推测(“似乎发生”,暗示实际可能并非如此)。

引用这一段

亚里士多德, 论呼吸 §7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。