← アリストテレス

呼吸について

§7

エンペドクレスの呼吸説と水時計の比喩の批判

アリストテレスはエンペドクレスの呼吸説を検討し、彼が本質的な呼吸と副次的な鼻呼吸を混同していると批判しながら、血液の昇降と水時計の比喩を用いたエンペドクレスの詩を引用してその物理的矛盾を指摘する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7

Λέγει δὲ περὶ ἀναπνοῆς καὶ Ἐμπεδοκλῆς, οὐ μέντοι τίνος γ᾽ ἕνεκα, οὐδὲ περὶ πάντων τῶν ζῴων οὐδὲν ποιεῖ δῆλον, εἴτε ἀναπνέουσιν εἴτε μή. καὶ περὶ τῆς διὰ τῶν μυκτήρων ἀναπνοῆς λέγων οἴεται καὶ περὶ τῆς κυρίας λέγειν ἀναπνοῆς.1 ἔστι γὰρ καὶ διὰ τῆς ἀρτηρίας ἐκ τῶν στηθῶν ἡ ἀναπνοή, καὶ ἡ διὰ τῶν μυκτήρων· αὐτοῖς δὲ χωρὶς ἐκείνης οὐκ ἔστιν ἀναπνεῦσαι τοῖς μυκτῆρσιν. καὶ τῆς μὲν διὰ τῶν μυκτήρων γινομένης ἀναπνοῆς στερισκόμενα τὰ ζῷα οὐδὲν πάσχουσι, τῆς δὲ κατὰ τὴν ἀρτηρίαν ἀποθνήσκουσιν. καταχρῆται γὰρ ἡ φύσις ἐν παρέργῳ τῇ διὰ τῶν μυκτήρων ἀναπνοῇ πρὸς τὴν ὄσφρησιν ἐν ἐνίοις τῶν ζῴων· διόπερ ὀσφρήσεως μὲν σχεδὸν μετέχει πάντα τὰ ζῷα, ἔστι δ᾽ οὐ πᾶσι τὸ αὐτὸ αἰσθητήριον. εἴρηται δὲ περὶ αὐτῶν ἐν ἑτέροις σαφέστερον. γίνεσθαι δέ φησι τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν διὰ τὸ φλέβας εἶναί τινας, ἐν αἷς ἔνεστι μὲν αἷμα, οὐ μέντοι πλήρεις εἰσὶν αἵματος, ἔχουσι δὲ πόρους εἰς τὸν ἔξω ἀέρα, τῶν μὲν τοῦ σώματος μορίων ἐλάττους, τῶν δὲ τοῦ ἀέρος μείζους· διὸ τοῦ αἵματος πεφυκότος κινεῖσθαι2 ἄνω καὶ κάτω, κάτω μὲν φερομένου εἰσρεῖν τὸν ἀέρα καὶ γίνεσθαι ἀναπνοήν, ἄνω δ' ἰόντος ἐκπίπτειν θύραζε καὶ γίνεσθαι τὴν ἐκπνοήν, παρεικάζων τὸ συμβαῖνον ταῖς κλεψύδραις. ὧδε δ' ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ. πᾶσι λίφαιμοι σαρκῶν σύριγγες πύματον κατὰ σῶμα τέτανται, καί σφιν ἐπὶ στομίοις πυκναῖς τέτρηνται ἄλοξιν ῥινῶν ἔσχατα τέρθρα διαμπερές, ὥστε φόνον μέν κεύθειν, αἰθέρι δ' εὐπορίην διόδοισι τετμῆσθαι. ἔνθεν ἔπειθ' ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα, αἰθὴρ παφλάζων καταβήσεται οἴδματι μάργῳ, εὖτε δ' ἀναθρώσκει, πάλιν ἐκπνεῖ, ὥσπερ ὅταν παῖς κλεψύδρην παίζῃσι δι' εὐπετέος χαλκοῖο. εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ' εὐειδεῖ χερὶ θεῖσα εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο, οὐδ' ὅγ' ἐς ἄγγος δ' ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει ἀέρος ὄγκος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνά, εἰσόκ' ἀποστεγάσῃ πυκινὸν ῥόον·3 αὐτὰρ ἔπειτα πνεύματος ἐλλείποντος ἐσέρχεται αὔξιμον ὕδωρ. ὡς δ' αὕτως ὅθ' ὕδωρ μὲν ἔχει κατὰ βένθεα χαλκοῦ πορθμοῦ χωσθέντος βροτέῳ χροῒ ἠδὲ πόροιο, αἰθὴρ δ' ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει ἀμφὶ πύλας ἰσθμοῖο δυσηχέος, ἄκρα κρατύνων, εἰσόκε χειρὶ μεθῇ· τότε δ᾽ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν, πνεύματος ἐμπίπτοντος ὑπεκθέει αὔξιμον ὕδωρ. ὡς δ᾽ αὔτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων ὁππότε μὲν παλίνορσον ἐπαΐξειε μυχόνδε, αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον, εὖτε δ᾽ ἀναθρώσκῃ, πάλιν ἐκπνεῖ ἶσον ὀπίσσω. λέγει μὲν οὖν ταῦτα περὶ τοῦ ἀναπνεῖν, ἀναπνεῖ δ᾽, ὥσπερ εἴπομεν, τὰ φανερῶς ἀναπνέοντα διὰ τῆς ἀρτηρίας, διά τε τοῦ στόματος ἅμα καὶ διὰ τῶν μυκτήρων. ὥστ᾽ εἰ μὲν περὶ ταύτης λέγει τῆς ἀναπνοῆς, ἀναγκαῖον ζητεῖν πῶς ἐφαρμόσει ὁ εἰρημένος λόγος τῆς αἰτίας· φαίνεται γὰρ τοὐναντίον συμβαῖνον.4 ἄραντες μὲν γὰρ τὸν τόπον, καθάπερ τὰς φύσας ἐν τοῖς χαλκείοις, ἀναπνέουσιν· αἴρειν δὲ τὸ θερμὸν εὔλογον, ἔχειν δὲ τὸ αἷμα τὴν τοῦ θερμοῦ χώραν· συνιζάνοντες δὲ καὶ καταπνίγοντες, ὥσπερ ἐκεῖ τὰς φύσας, ἐκπνέουσιν. πλὴν ἐκεῖ μὲν οὐ κατὰ ταὐτὸν εἰσδέχονταί τε τὸν ἀέρα καὶ πάλιν ἐξιᾶσιν, οἱ δ᾽ ἀναπνέοντες κατὰ ταὐτόν. εἰ δὲ περὶ τῆς κατὰ τοὺς μυκτῆρας λέγει μόνης, πολὺ διημάρτηκεν· οὐ γάρ ἐστιν ἀναπνοὴ μυκτήρων ἴδιος, ἀλλὰ παρὰ τὸν αὐλῶνα τὸν περὶ τὸν γαργαρεῶνα, ᾗ τὸ ἔσχατον τοῦ ἐν τῷ στόματι οὐρανοῦ, συντετρημένων τῶν μυκτήρων χωρεῖ τὸ μὲν ταύτῃ τοῦ πνεύματος, τὸ δὲ διὰ τοῦ στόματος, ὁμοίως εἰσιόν τε καὶ ἐξιόν. τὰ μὲν οὖν παρὰ τῶν ἄλλων εἰρημένα περὶ τοῦ ἀναπνεῖν τοιαύτας καὶ τοσαύτας ἔχει δυσχερείας.

エンペドクレスもまた呼吸について語っているが、しかし何のためにそれがあるのかについては語っておらず、またすべての動物について、それらが呼吸しているのか否かを何ら明らかにしていない。また彼は鼻孔を通じた呼吸について語りながら、本来の呼吸について語っていると思い込んでいる。というのも、呼吸には、胸部から気管を通じてなされるものと、鼻孔を通じてなされるものの両方があるが、鼻孔だけでそれとは切り離されて呼吸することは、動物たちには不可能だからである。また、鼻孔を通じた呼吸を奪われても動物たちは何も害を被らないが、気管に沿った呼吸を奪われると死んでしまう。というのも、自然はいくつかの動物において、鼻孔を通じた呼吸を嗅覚のために副次的に利用しているからである。それゆえ、ほぼすべての動物が嗅覚を分かち持っているが、すべてに同じ感覚器官があるわけではない。これらについては他の著作でより明確に語られている。さて、彼は次のように言う。呼吸と呼気が生じるのは、体中にある種の脈管があり、その中には血液が存在するものの、完全に血液で満たされているわけではなく、外部の空気へと通じる孔を持っており、それらの孔は体の部位よりは小さく、空気のよりは大きい。それゆえ、血液は本来上下に動く性質があるため、血液が下へと運ばれるときには空気が流れ込んで呼吸が生じ、上へと行くときには空気が外へと押し出されて呼気が生じる。彼はこの現象を水時計に例えている。「このようにして、すべてのものが息を吸い、また息を吐く。すべての者の、肉のなかの血を欠いた管が、体の最も外側の部分へと張り巡らされており、それらの管の口、鼻の最先端の端には、密集した溝が端から端まで貫通して穿たれており、血液自体は覆い隠すが、大気が通り抜けられる通路が切り開かれている。それゆえ、そこから、滑らかな血液が素早く退くときには、湧き立つ大気が荒れ狂う波となって流れ下り、血液が跳ね上がるときには、再び大気を吐き出す。あたかも少女が、扱いやすい青銅製の水時計で遊んでいるときのように。彼女が、美しい手に筒の通路をあてがって、それを銀色に輝く水の滑らかな塊へと浸すとき、器のなかへ水は入ってゆかず、それを内側から密集した孔へと押し寄せる空気の塊が押し留める、彼女が密な流れの栓を開くまでは。だがそののち、空気が抜けるにつれて、満ちていく水が入り込む。これとまったく同様に、青銅の底に水があるとき、通路が人の肌と孔によって塞がれていると、外の大気は、中に入ろうと熱望しつつ、不快な響きを立てる首部の門の周りで、先端を抑えて、水を内に留める、彼女が手で放すまでは。そのときには再び、前とは逆に、空気が流れ込むにつれて、満ちていく水が流れ去る。これとまったく同様に、滑らかな血液が、手足を通じて揺れ動き、それが再び内側の奥深くへと素早く後退するときには、ただちに大気の流れが、怒濤のように激しく下り、血液が跳ね上がるときには、再びそれと同じだけを外へ吐き出す。」さて、彼は呼吸についてこのように述べている。しかし、私たちが述べたように、明らかに呼吸するものは気管を通じて、口と鼻孔の両方を同時に使って呼吸している。したがって、もし彼がこの呼吸について語っているのだとしたら、彼が述べた原因の議論がどのように適合するのかを問わねばならない。なぜなら、実際は逆のことが起こっているように見えるからである。すなわち、人々は鍛冶場のふいごのように、部位を持ち上げる(広げる)ことによって呼吸する。そして熱がその部位を持ち上げるというのは理にかなっており、また血液は熱の場所を占める。一方、収縮させ、押しつぶすことによって、あたかもそこでのふいごのように、呼気する。ただし、ふいごにおいては空気を受け入れる場所と再び排出する場所が同じではないが、呼吸するものは同じ場所を通じて行う。しかし、もし彼が鼻孔を通じた呼吸についてのみ語っているのだとしたら、彼は大いに誤っている。なぜなら、鼻孔に固有の呼吸というものはなく、口蓋垂の周りの通路、すなわち口のなかの天井の端のところで、鼻孔が相通じて穿たれており、息の一部はそこを通って、他の一部は口を通って、同様に入り、また出ていくからである。このように、呼吸について他の人々によって語られたことには、このような、そしてこれほど多くの困難が存在するのである。

構文注4 件
  1. 473a15τῆς κυρίας λέγειν ἀναπνοῆς

    「本来の(主要な)呼吸について語る」の意。τῆς κυρίας ἀναπνοῆς は属格。λέγω + περί + 属格の構造が予想されるが、ここでは περί τῆς κυρίας λέγειν ἀναπνοῆς と前置詞 περί を伴う属格句となっており、先行する名詞句の構造を引きずっている。アリストテレスは生命維持に必須の本質的な呼吸(気管を通じるもの)を「主要な呼吸」と呼び、単なる鼻呼吸と区別している。

  2. 473b5τοῦ αἵματος πεφυκότος κινεῖσθαι

    属格独立構文(genitive absolute)。τοῦ αἵματος が意味上の主語、完了分詞 πεφυκότος が述語であり、「血液が本来〜する性質を持っているため」という原因を表している。

  3. 473b20εἰσόκ’ ἀποστεγάσῃ πυνικὸν ῥόον

    接続詞 εἰσόκε(〜するまで)にアオリスト接続法 ἀποστεγάσῃ が続く時間節。アリストテレスが引用するエンペドクレスの詩(エピック・イオン方言)に見られる特徴的な表現。πυκινὸν ῥόον は「密な流れ(大気孔)」を指し、水時計の上部の空気孔を指で塞いでいる状態を示す。

  4. 474a10φαίνεται γὰρ τοὐναντίον συμβαῖνον

    動詞 φαίνομαι が不定詞ではなく現在分詞 συμβαῖνον を伴うことで、「実際には〜であることが明らかである(客観的事実の観察)」という意味を表している。これが不定詞(συμβαίνειν)を伴う場合は「〜のように見える(しかし実際は異なるかもしれない)」という主観的推量を表すことになる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:7