Humanitext Reader

亚里士多德 · 论呼吸 §4

德谟克利特的呼吸学说及其矛盾批判

第 3 段,共 14 段 · 希腊语

内容简介

本章介绍了德谟克利特的呼吸理论(即呼吸可以防止灵魂的球形粒子被挤出体外),并批判了其逻辑矛盾和不足之处。特别是指出其未说明目的原因,且其理论与温度变化时的实际呼吸现象相矛盾。

§4Δημόκριτος δ’ ὅτι μὲν ἐκ τῆς ἀναπνοῆς συμβαίνει τι τοῖς ἀναπνέουσι λέγει, φάσκων κωλύειν ἐκθλίβεσθαι τὴν ψυχήν· οὐ μέντοι ὡς τούτου γ’ ἕνεκα ποιήσασαν τοῦτο τὴν φύσιν οὐθὲν εἴρηκεν· ὅλως γὰρ ὥσπερ καὶ οἱ ἄλλοι φυσικοί, καὶ οὗτος οὐθὲν ἅπτεται τῆς τοιαύτης αἰτίας.
德谟克利特指出,呼吸对呼吸的动物确实会产生某种效果,声称它能防止灵魂被挤压出来;然而,他并没有说自然是为了这个目的而创造了它;因为总的来说,就像其他自然哲学家一样,他也没有接触到这种原因。
Λέγει δ’ ὡς ἡ ψυχὴ καὶ τὸ θερμὸν ταὐτὸν τὰ πρῶτα σχήματα τῶν σφαιροειδῶν.
他指出灵魂与热是同一的,是球形粒子中最基本的形状。
συγκρινομένων οὖν αὐτῶν ὑπὸ τοῦ περιέχοντος ἐκθλίβοντος, βοήθειαν γίνεσθαι τὴν ἀναπνοήν φησιν.
因此,当它们被周围挤压的环境压缩时,他说呼吸就起到了辅助作用。
Ἐν γὰρ τῷ ἀέρι πολὺν ἀριθμὸν εἶναι τῶν τοιούτων ἃ καλεῖ ἐκεῖνος νοῦν καὶ ψυχήν· ἀναπνέοντος οὖν καὶ εἰσιόντος τοῦ ἀέρος συνεισιόντα ταῦτα, καὶ ἀνείργοντα τὴν θλίψιν, κωλύειν τὴν ἐνοῦσαν ἐν τοῖς ζῴοις διιέναι ψυχήν.
因为在空气中,有大量他称之为理智和灵魂的此类粒子;因此,当动物呼吸且空气进入时,这些粒子一同进入,通过阻挡压力,防止动物体内存在的灵魂逸出。
Καὶ διὰ τοῦτο ἐν τῷ ἀναπνεῖν καὶ ἐκπνεῖν εἶναι τὸ ζῆν καὶ τὸ ἀποθνήσκειν· ὅταν γὰρ κρατῇ τὸ περιέχον συνθλῖβον, καὶ μηκέτι θύραθεν εἰσιὸν δύνηται ἀνείργειν, μὴ δυναμένου ἀναπνεῖν, τότε συμβαίνειν τὸν θάνατον τοῖς ζῴοις· εἶναι γὰρ τὸν θάνατον τὴν τῶν τοιούτων σχημάτων ἐκ τοῦ σώματος ἔξοδον ἐκ τῆς τοῦ περιέχοντος ἐκθλίψεως.
由于这个原因,生与死就在于吸气和呼气;因为当周围环境通过压缩而压倒它们,且动物无法呼吸、从外部进入的粒子无法再阻挡压力时,动物便发生死亡;因为死亡正是由于周围环境的挤压,此类形状的粒子从身体中逸出。
Τὴν δ’ αἰτίαν διὰ τί ποτε πᾶσι μὲν ἀναγκαῖον ἀποθανεῖν, οὐ μέντοι ὅτε ἔτυχεν ἀλλὰ κατὰ φύσιν μὲν γήρᾳ, βίᾳ δὲ παρὰ φύσιν, οὐθὲν δεδήλωκεν.
但是,关于为什么所有人必然要死,但又不是偶然发生,而是在自然情况下由于衰老,在暴力情况下由于违背自然,他对此没有做任何说明。
Καίτοι ἐχρῆν, ἐπεὶ ὁτὲ μὲν φαίνεται τοῦτο γινόμενον, ὁτὲ δ’ οὐ φαίνεται, πότερον τὸ αἴτιον ἔξωθέν ἐστιν ἢ ἐντός.
然而,既然这有时显现发生而有时不发生,他本应当指明其原因是来自外部还是内部。
Οὐ λέγει δὲ οὐδὲ περὶ τῆς ἀρχῆς τοῦ ἀναπνεῖν τί τὸ αἴτιον, πότερον ἔσωθεν ἢ ἔξωθεν· οὐ γὰρ δὴ ὁ θύραθεν νοῦς τηρεῖ τὴν βοήθειαν, ἀλλ’ ἔσωθεν ἡ ἀρχὴ τῆς ἀναπνοῆς γίνεται καὶ τῆς κινήσεως, οὐχ ὡς βιαζομένου τοῦ περιέχοντος.
他也没有说明呼吸开始的原因是什么,是来自内部还是外部;因为外部的理智显然不能维持这种辅助,相反,呼吸和运动的起点来自内部,而不是因为周围环境的强迫。
Ἄτοπον δὲ καὶ τὸ ἅμα τὸ περιέχον συνθλίβειν καὶ εἰσιὸν διαστέλλειν.
此外,周围环境在进行压缩的同时,又通过进入而使身体扩张,这也是荒谬的。
Ἃ μὲν οὖν εἴρηκε καὶ ὥς, σχεδὸν ταῦτ’ ἐστίν.
他所说的话和他的方式大致就是这些。
Εἰ δὲ δεῖ νομίζειν ἀληθῆ εἶναι τὰ πρότερον λεχθέντα καὶ μὴ πάντα τὰ ζῷα ἀναπνεῖν, οὐ περὶ παντὸς θανάτου τὴν αἰτίαν ὑποληπτέον εἰρῆσθαι ταύτην, ἀλλὰ μόνον ἐπὶ τῶν ἀναπνεόντων.
但是,如果必须相信先前所说的是真实的,即并非所有动物都呼吸,那么不应当认为这种死亡原因适用于所有的死亡,而只适用于呼吸的动物。
Οὐ μὴν οὐδ’ ἐπὶ τούτων καλῶς.
然而,即使对于这些动物,他的解释也不妥当。
Δῆλον δ’ ἐκ τῶν συμβαινόντων καὶ τῶν τοιούτων ὧν ἔχομεν πάντες πεῖραν.
这从发生的事实以及我们所有人都有经验的这类事情中可以清楚看出。
Ἐν γὰρ ταῖς ἀλέαις θερμαινόμενοι μᾶλλον καὶ τῆς ἀναπνοῆς μᾶλλον δεόμεθα καὶ πυκνότερον ἀναπνέομεν πάντες· ὅταν δὲ τὸ πέριξ ᾖ ψυχρὸν καὶ συνάγῃ καὶ συμπηγνύῃ τὸ σῶμα, κατέχειν συμβαίνει τὸ πνεῦμα.
因为在炎热的气候中,当我们感到更热时,我们所有人都更需要呼吸,且呼吸得更频繁;但当周围寒冷、身体收缩并凝固时,我们便会屏住呼吸。
Καίτοι τότ’ ἐχρῆν τὸν θύραθεν εἰσιόντα κωλύειν τὴν σύνθλιψιν.
然而在那种情况下,从外部进入的空气本应当阻止这种压缩。
Νῦν δὲ γίνεται τοὐναντίον· ὅταν γὰρ πολὺ λίαν ἀθροισθῇ τὸ θερμὸν μὴ ἐκπνεόντων, τότε δέονται τῆς ἀναπνοῆς· ἀναγκαῖον δ’ εἰσπνεύσαντας ἀναπνεῖν.
但事实上却相反;因为当热量由于没有呼出而过度积聚时,他们就需要呼吸,而在吸入后,他们必须进行呼出。
Ἀλεάζοντες δὲ πολλάκις ἀναπνέουσιν, ὡς ἀναψύξεως χάριν ἀναπνέοντες, ὅτε τὸ λεγόμενον ποιεῖ πῦρ ἐπὶ πῦρ.
当他们感到炎热时,他们频繁地呼吸,仿佛是为了冷却而呼吸,此时正如俗话所说,是在“火上浇油”。

词汇与语法注释

  1. p.333ὡς τούτου γ’ ἕνεκα ποιήσασαν τοῦτο τὴν φύσιν — 带有连词 ὡς 的宾格分词结构。ποιήσασαν(不定过去时分词,阴性单数宾格)的逻辑主语是 τὴν φύσιν(宾格),表示自然正是为了这个目的(即防止灵魂流失)而创造呼吸的目的原因解释。
  2. p.333μὴ δυναμένου ἀναπνεῖν — 属格独立分词结构。从上下文来看,省略了其逻辑主语“动物”(τοῦ ζῴου)。它表示因果关系,即在动物无法呼吸的情况下,从外部进入的粒子便无法再阻挡压力。
  3. p.334ὅτε τὸ λεγόμενον ποιεῖ πῦρ ἐπὶ πῦρ — 使用了希腊谚语“火上浇油”(字面意为“火上加火”,πῦρ ἐπὶ πῦρ)。在德谟克利特的理论中,呼吸是吸入与热等同的球形粒子,因此亚里士多德讽刺道,在炎热时增加呼吸无异于增加更多的热量(即火上浇油),这是极其荒谬的。

引用这一段

亚里士多德, 论呼吸 §4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。