Humanitext Reader

亚里士多德 · 论呼吸 §3

鱼类缺乏呼吸器官与对先前学说的解剖学批判

第 2 段,共 14 段 · 希腊语

内容简介

作者证明了鱼类由于缺乏气管而不可能通过胃进行呼吸,批判了迪奥根尼关于鱼类在空气中死亡原因的解释,并指出缺乏解剖学和目的论的理解导致先前的学者得出了错误的理论。

§3Ἔτι δὲ τὸ φάναι τὸν ἀέρα ἕλκειν ἐκ τοῦ στόματος ἢ ἐκ τοῦ ὕδατος διὰ τοῦ στόματος ἀδύνατον· οὐ γὰρ ἔχουσιν ἀρτηρίαν διὰ τὸ πλεύμονα μὴ ἔχειν, ἀλλ’ εὐθὺς ἡ κοιλία πρὸς τῷ στόματί ἐστιν, ὥστ’ ἀναγκαῖον τῇ κοιλίᾳ ἕλκειν.
此外,声称它们从嘴里、或通过嘴从水中吸入空气,是不可能的;因为它们没有肺,所以不拥有气管,而是胃紧挨着嘴,以至于必然要用胃来吸入。
Τοῦτο δὲ κἂν τἆλλα ἐποίει ζῷα· νῦν δὲ οὐ ποιοῦσιν.
而这两者其他动物也应当会做;但事实上它们并不这样做。
Κἂν ἐκεῖνα δ’ ἔξω τοῦ ὑγροῦ ὄντα ἐπιδήλως ἂν αὐτὸ ἐποίει· φαίνεται δ’ οὐ ποιοῦντ’ αὐτό.
而且那些动物在液体之外时,也显然会这样做;但它们显现出并不这样做。
Ἔτι πάντων τῶν ἀναπνεόντων καὶ ἑλκόντων τὸ πνεῦμα ὁρῶμεν γινομένην κίνησίν τινα τοῦ μορίου τοῦ ἕλκοντος, ἐπὶ δὲ τῶν ἰχθύων οὐ συμβαῖνον· οὐδὲν γὰρ φαίνονται κινοῦντες τῶν περὶ τὴν κοιλίαν, ἀλλ’ ἢ τὰ βράγχια μόνον, καὶ ἐν τῷ ὑγρῷ καὶ εἰς τὸ ξηρὸν ἐκπεσόντες, ὅταν σπαίρωσιν.
此外,在所有呼吸并吸入气息的动物中,我们都看到吸入的部位发生某种运动,但在鱼类身上这并没有发生;因为它们似乎没有移动胃周围的任何部位,而仅仅移动鳃,无论是在液体中还是在掉落到干地上挣扎时。
Ἔτι ὅταν ἀποθνήσκῃ πνιγόμενα ἐν τοῖς ὑγροῖς πάντα τὰ ἀναπνέοντα, γίνονται πομφόλυγες τοῦ πνεύματος ἐξιόντος βιαίως, οἷον ἐάν τις βιάζηται χελώνας ἢ βατράχους ἤ τι ἄλλο τῶν τοιούτων γενῶν· ἐπὶ δὲ τῶν ἰχθύων οὐ συμβαίνει πειρωμένοις πάντα τρόπον, ὡς οὐκ ἐχόντων πνεῦμα θύραθεν οὐθέν.
此外,当任何呼吸的动物在液体中窒息而死时,由于气息被迫排出而产生气泡,例如有人强行按住乌龟、青蛙或任何其他此类物种时;但在鱼类身上,无论用什么方法尝试,这都不会发生,因为它们不拥有任何来自外部的气息。
Ὄν τε τρόπον λέγουσι γίνεσθαι τὴν ἀναπνοὴν αὐτοῖς, ἐνδέχεται καὶ τοῖς ἀνθρώποις οὖσιν ἐν τῷ ὑγρῷ συμβαίνειν· εἰ γὰρ καὶ οἱ ἰχθύες ἕλκουσιν ἐκ τοῦ πέριξ ὕδατος τῷ στόματι, διὰ τί τοῦτο οὐκ ἂν ποιοῖμεν καὶ οἱ ἄνθρωποι καὶ τἆλλα ζῷα;
而且,他们所说发生在它们身上的呼吸方式,也可能发生处在液体中的人身上;因为如果鱼也能用嘴从周围的水中吸入,那为什么我们人类和其他动物不能也这样做呢?
Καὶ τὸν ἐκ τοῦ στόματος δ’ ἂν ἕλκοιμεν ὁμοίως τοῖς ἰχθύσιν.
而且我们也会像鱼一样,从嘴里吸入空气。
Ὤστ’ εἴπερ κἀκεῖνα ἦν δυνατά, καὶ ταῦτ’ ἂν ἦν· ἐπεὶ δ’ οὐκ ἔστι, δῆλον ὡς οὐδ’ ἐπ’ ἐκείνων ἐστίν.
因此,如果那些是可能的,这些也会是可能的;但既然这些不可能,显而易见那些在它们身上也不可能。
Πρὸς δὲ τούτοις διὰ τίν’ αἰτίαν ἐν τῷ ἀέρι ἀποθνήσκουσι καὶ φαίνονται ἀσπαρίζοντα ὥσπερ τὰ πνιγόμενα, εἴπερ ἀναπνέουσιν;
除此以外,如果它们确实在呼吸,那么它们由于什么原因在空气中死亡,并且看起来像窒息的动物一样挣扎?
Οὐ γὰρ δὴ τροφῆς γε ἐνδείᾳ τοῦτο πάσχουσιν.
因为它们肯定不是因为缺乏食物而遭受这种痛苦。
Ἢν γὰρ λέγει Διογένης αἰτίαν, εὐήθης· φησὶ γὰρ ὅτι τὸν ἀέρα πολὺν ἕλκουσι λίαν ἐν τῷ ἀέρι, ἐν δὲ τῷ ὕδατι μέτριον, καὶ διὰ τοῦτ’ ἀποθνήσκειν.
因为迪奥根尼给出的原因很愚蠢;因为他说它们在空气中吸入了太多空气,而在水中是适度的,因此它们由于这个原因而死亡。
Καὶ γὰρ ἐπὶ τῶν πεζῶν ἔδει δυνατὸν εἶναι τοῦτο συμβαίνειν· νῦν δ’ οὐδὲν τῷ σφόδρα ἀναπνεῦσαι ἀποπνίγεται πεζὸν ζῷον.
因为对于陆生动物来说,这也应当是可能发生的;但事实上,没有任何陆生动物因呼吸过于剧烈而窒息。
Ἔτι δ’ εἰ πάντα ἀναπνεῖ, δῆλον ὅτι καὶ τὰ ἔντομα τῶν ζῴων ἀναπνεῖ· φαίνεται δ’ αὐτῶν πολλὰ διατεμνόμενα ζῆν, οὐ μόνον εἰς δύο μέρη ἀλλὰ καὶ εἰς πλείω, οἷον αἱ καλούμεναι σκολόπενδραι· ἃ πῶς ἢ τίνι ἐνδέχεται ἀναπνεῖν;
此外,如果所有动物都呼吸,那么显而易见,有节动物也在呼吸;但它们中的许多在被切断时仍能存活,不仅被切成两部分,甚至被切成更多部分,例如所谓的蜈蚣;这些动物如何或者通过什么方式能够呼吸?
Αἴτιον δὲ μάλιστα τοῦ μὴ λέγεσθαι περὶ αὐτῶν καλῶς τό τε τῶν μορίων ἀπείρους εἶναι τῶν ἐντός, καὶ μὴ λαμβάνειν ἕνεκά τινος τὴν φύσιν πάντα ποιεῖν· ζητοῦντες γὰρ τίνος ἕνεκα ἡ ἀναπνοὴ τοῖς ζῴοις ὑπάρχει, καὶ ἐπὶ τῶν μορίων τοῦτ’ ἐπισκοποῦντες, οἷον ἐπὶ βραγχίων καὶ πλεύμονος, εὗρον ἂν θᾶττον τὴν αἰτίαν.
而关于这些事情他们没有谈好的最主要原因,既是因为他们对内部器官缺乏经验,也是因为他们没有领会自然做一切事情都是为了某种目的;因为如果他们探求呼吸是为了什么目的而存在于动物之中,并在器官上考察这一点,例如在鳃和肺上,他们就会更快地找到原因。

词汇与语法注释

  1. §3κἂν τἆλλα ἐποίει — 连词 κἄν(καὶ ἄν)后接直说过去时(此处为未完成过去时 ἐποίει),表示与现在事实相反的虚拟条件句归结。
  2. §3ὡς οὐκ ἐχόντων — 连词 ὡς 与属格绝对(οὐκ ἐχόντων)相结合,表示主观的原因或理由(“理由是它们不拥有”)。
  3. §3μὴ λαμβάνειν — 属格冠词 τοῦ(τοῦ τε ... εἶναι ... καὶ μὴ λαμβάν 并在语境中是“先辈们”,以 τὴν φύσιν πάντα ποιεῖν ἕνεκά τινος 作为 λαμβάνειν 的宾语。

引用这一段

亚里士多德, 论呼吸 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。