Humanitext Reader

亚里士多德 · 论呼吸 §1-2

评早期学者学说与动物的呼吸

第 1 段,共 14 段 · 希腊语

内容简介

作者指出了先前的自然哲学家关于呼吸的错误观点,阐明了肺部结构与呼吸必要性之间的关系。随后,他探讨了德谟克利特、阿那克萨哥拉和迪奥根尼关于所有动物都呼吸的说法,并批评了他们对鱼类呼吸的解释,指出其因无法同时解释吸气和呼气而不成立。

§1## ΠΕΡΙ ΑΝΑΠΝΟΗΣ. Περὶ γὰρ ἀναπνοῆς ὀλίγοι μέν τινες τῶν πρότερον φυσικῶν εἰρήκασιν· τίνος μέντοι χάριν ὑπάρχει τοῖς ζῴοις, οἱ μὲν οὐδὲν ἀπεφήναντο, οἱ δὲ εἰρήκασι μέν, οὐ καλῶς δ’ εἰρήκασιν ἀλλ’ ἀπειροτέρως τῶν συμβαινόντων.
## 论呼吸关于呼吸,先前的自然哲学家中只有少数人谈及;然而,至于它为何存在于动物之中,有些人没有做出任何说明,而另一些人虽然谈到了,但谈得并不好,而是对发生的事实缺乏经验。
Ἔτι δὲ πάντα τὰ ζῷά φασιν ἀναπνεῖν· τοῦτο δ’ οὐκ ἔστιν ἀληθές.
此外,他们声称所有的动物都在呼吸;但这并不是真的。
Ὥστ’ ἀναγκαῖον περὶ τούτων πρῶτον ἐπελθεῖν, ὅπως μὴ δοκῶμεν ἀπόντων κενὴν κατηγορεῖν.
因此,有必要首先探讨这些问题,以免我们显得像是在其缺席时提出空洞的指控。
Ὅτι μὲν οὖν ὅσα πλεύμονα ἔχει τῶν ζῴων, ἀναπνεῖ πάντα, φανερόν.
那么,凡是拥有肺部的动物都进行呼吸,这是显而易见的。
Ἀλλὰ καὶ τούτων αὐτῶν ὅσα μὲν ἄναιμον ἔχει τὸν πλεύμονα καὶ σομφόν, ἧττον δέονται τῆς ἀναπνοῆς· διὸ πολὺν χρόνον ἐν τοῖς ὕδασι δύνανται διαμένειν παρὰ τὴν τοῦ σώματος ἰσχύν.
但在这些动物本身之中,那些肺部无血且呈海绵状的动物,对呼吸的需求较少;因此,它们能够根据身体的力量,在水中停留很长时间。
Τὸν δὲ πλεύμονα σομφὸν ἔχει πάντα τὰ ᾠοτοκοῦντα, οἷον τὸ τῶν βατράχων γένος.
所有卵生的动物,例如青蛙一类,都拥有海绵状的肺。
Ἔτι δὲ αἱ ἑμύδες τε καὶ χελῶναι πολὺν χρόνον μένουσιν ἐν τοῖς ὑγροῖς· ὁ γὰρ πλεύμων ὀλίγην ἔχει θερμότητα· ὀλίγαιμον γὰρ ἔχουσιν αὐτόν· ἐμφυσώμενος οὖν αὐτὸς τῇ κινήσει καταψύχει καὶ ποιεῖ διαμένειν πολὺν χρόνον.
此外,沼泽龟和海龟在液体中停留很长时间;因为它们的肺部热量很少,因为它们的肺里只有很少的血液;因此,当肺部由于运动而膨胀时,它会自行冷却,并使它们能够停留很长时间。
Ἐὰν μέντοι βιάζηταί τις λίαν κατέχων πολὺν χρόνον, ἀποπνίγονται πάντα· οὐδὲν γὰρ τῶν τοιούτων δέχεται τὸ ὕδωρ ὥσπερ οἱ ἰχθῦς.
然而,如果有人强行将它们按住太长时间,它们都会窒息而死;因为这类动物中没有一种像鱼那样接受水分。
Τὰ δ’ ἔναιμον ἔχοντα τὸν πλεύμονα πάντα μᾶλλον δεῖται τῆς ἀναπνοῆς διὰ τὸ πλῆθος τῆς θερμότητος· τῶν δ’ ἄλλων ὅσα μὴ ἔχει πλεύμονα, οὐδὲν ἀναπνεῖ.
而那些肺部充满血液的动物,由于热量充足,都更加需要呼吸;至于其他动物,凡不拥有肺部的,都不呼吸。
§2Δημόκριτος μὲν οὖν ὁ Ἀβδηρίτης καί τινες ἄλλοι τῶν περὶ ἀναπνοῆς εἰρηκότων οὐδὲν περὶ τῶν ἄλλων διωρίκασι ζῴων, ἐοίκασι μέντοι λέγειν ὡς πάντων ἀναπνεόντων· Ἀναξαγόρας δὲ καὶ Διογένης, πάντα φάσκοντες ἀναπνεῖν, περὶ τῶν ἰχθύων καὶ τῶν ὀστρείων λέγουσι τίνα τρόπον ἀναπνέουσιν.
阿布德拉的德谟克利特以及其他一些谈到呼吸的人,并没有对其他动物做出任何规定,但他们似乎是在说所有的动物都在呼吸;而阿那克萨哥拉和迪奥根尼则声称所有的动物都呼吸,并说明了鱼类和贝类是如何呼吸的。
Καί φησιν Ἀναξαγόρας μέν, ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν βραγχίων, τὸν ἐν τῷ στόματι γινόμενον ἀέρα ἕλκοντας ἀναπνεῖν τοὺς ἰχθῦς· οὐ γὰρ εἶναι κενὸν οὐδέν·
阿那克萨哥拉说,当鱼通过鳃排出水时,它们通过吸入嘴里产生的空气来呼吸;因为他说没有任何真空存在。
Διογένης δ’ ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν βραγχίων, ἐκ τοῦ περὶ τὸ στόμα περιεστῶτος ὕδατος ἕλκειν τῷ κενῷ τῷ ἐν τῷ στόματι τὸν ἀέρα, ὡς ἐνόντος ἐν τῷ ὕδατι ἀέρος.
另一方面,迪奥根尼说,当它们通过鳃排出水时,由于嘴里的真空,它们从嘴周围的水中吸入空气,理由是水中含有空气。
Ταῦτα δ’ ἐστὶν ἀδύνατα.
但这些都是不可能的。
Πρῶτον μὲν γὰρ τὸ ἥμισυ τοῦ πράγματος ἀφαιροῦσι, διὰ τὸ τὸ κοινὸν ἐπὶ θατέρου λέγεσθαι μόνον.
因为首先,他们抽去了事情的一半,因为共同的词仅用于两者之一。
Ἀναπνοὴ γὰρ καλεῖται, ταύτης δὲ τὸ μὲν ἐκπνοή ἐστι τὸ δ’ εἰσπνοή· περὶ ἧς οὐθὲν λέγουσι, τίνα τρόπον ἐκπνέουσι τὰ τοιαῦτα τῶν ζῴων.
因为这被称为呼吸,而呼吸的一部分是呼气,另一部分是吸气;关于呼气,他们没有说明这类动物是如何呼气的。
Οὐδ’ ἐνδέχεται αὐτοῖς εἰπεῖν· ὅταν γὰρ ἀναπνεύσωσι, ταύτῃ ᾗ ἀνέπνευσαν πάλιν δεῖ ἐκπνεῖν, καὶ τοῦτο ποιεῖν ἀεὶ παραλλάξ, ὥστε συμβαίνει ἅμα δέχεσθαι τὸ ὕδωρ κατὰ τὸ στόμα καὶ ἐκπνεῖν.
他们也不可能说明;因为当它们吸气时,必须通过它们吸气的同一路径再次呼气,并且总是交替进行,结果导致它们同时通过嘴接受水并呼气。
Ἀνάγκη δ’ ἀπαντῶντα ἐμποδίζειν θάτερον θατέρῳ.
但两相遭遇,必然会相互阻碍。
Εἶτα ὅταν ἀφῶσι τὸ ὕδωρ, τότε ἐκπνέουσι κατὰ τὸ στόμα ἢ κατὰ τὰ βράγχια, ὥστε συμβαίνει ἅμα ἐκπνεῖν καὶ ἀναπνεῖν· τότε γάρ φασιν αὐτὸ ἀναπνεῖν.
其次,当它们排出水时,它们当时是通过嘴还是通过鳃呼气,结果导致它们同时呼气和吸气;因为他们说它们是在那一时刻呼吸的。
Ἄμα δ’ ἀναπνεῖν καὶ ἐκπνεῖν ἀδύνατον.
但是同时吸气和呼气是不可能的。
Ὤστ’ εἰ ἀνάγκη τὰ ἀναπνέοντα ἐκπνεῖν καὶ εἰσπνεῖν, ἐκπνεῖν δὲ μὴ ἐνδέχεται μηδὲν αὐτῶν, φανερὸν ὡς οὐδ’ ἀναπνεῖ αὐτῶν οὐδέν.
因此,如果呼吸的动物必须呼气和吸气,而它们中没有一种能够呼气,那么显而易见,它们中没有一种在呼吸。

词汇与语法注释

  1. §1ἀπόντων — 属格现在分词 ἀπόντων 在语境中可以解释为“在缺席者面前(指先前的自然哲学家)”或“在缺乏[证据/观点]的情况下”。这里的意思是避免显得在对方缺席或缺乏详细论据的情况下进行空洞、片面的指责。
  2. §1παρὰ τὴν τοῦ σώματος ἰσχύν — 介词 παρά 接宾格的解释。在这里它被解释为“根据”或“凭借”身体的力量,将它们在水中停留的能力与它们的身体素质或能力联系起来。
  3. §2ὡς ἐνόντος ἐν τῷ ὕδατι ἀέρος — 带有连词 ὡς 的属格绝对结构,将迪奥根尼的假设(水中含有空气)作为主观原因提出。
  4. §2διὰ τὸ τὸ κοινὸν ἐπὶ θατέρου λέγεσθαι μόνον — 由介词 διὰ 引导的带冠词不定式结构(带有宾格主语 τὸ κοινὸν)。表示原因:“因为共同的术语(呼吸)仅被用于两者(呼气与吸气)之一”。

引用这一段

亚里士多德, 论呼吸 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。