§8.18Διὰ τί πονοῦσιν, ὅταν ῥιγῶντας πρὸς τὸ πῦρ φέρωσιν· ὅταν δὲ κατὰ μικρὸν χλιαίνωσιν, οὔ;
为什么把发冷的人带到火旁时会感到疼痛,而逐渐温暖他们时却不会?
ἢ ὅτι ὅλως ἐκ τῶν ἐναντίων τοὐναντίον γινόμενον μεγάλην ποιεῖ τὴν μεταβολήν;
或者是因为,一般而言,从相反的事物向其相反方向的变化会产生巨大的变化?
ὥσπερ ἐπὶ τῶν δένδρων, εἰ μὲν κατὰ μικρὸν κάμπτοι τις, οὐκ ἂν πονοῖ, εἰ δὲ σφοδρότερον καὶ μὴ κατὰ μικρόν, κλῶνται.
正如树木一样,如果人们逐渐弯曲它,它就不会受损,但如果更剧烈且不逐渐地弯曲,它们就会折断。
εἰ οὖν τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθές, τὸ δὲ θερμὸν τοῦ ῥιγῶντος εἴσω συνίσταται καὶ συνέρχεται, τὸ δὲ ὑγρὸν καταλείπεται καὶ τὸ ψυχρόν, τὸ δὲ ἐναντίον τοῦ ἐναντίου φθαρτικόν· ὥστε ἐὰν μὲν χλιαίνῃ, κατὰ μικρὸν ἐξέρχεται τὸ θερμὸν καὶ ἧττον πονεῖ, ἐὰν δὲ μὴ ἀναχλιάνῃ, προσάγει μᾶλλον.
因此,如果相似者不受相似者影响,而发冷者的热量聚集并收缩在内部,湿气和寒气留在外部,且相反者对相反者具有破坏性;结果是,如果逐渐温暖,热量就会逐渐排出,痛苦较少,但如果不逐渐变暖,[热量]就会更剧烈地逼近。
§8.19Διὰ τί ψυχθέντες μᾶλλον ἀπὸ τῆς αὐτῆς θερμασίας καιόμεθα καὶ ἀλγοῦμεν;
为什么变冷之后,我们从同样的温度中会感到更强烈的灼烧和疼痛?
πότερον διὰ πυκνότητα στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν;
是因为肉体因其致密性而阻挡并留住了袭来的热量吗?
διὸ μόλιβος ἐρίου θερμότερος.
因此铅比羊毛更热。
ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ πεπηγέναι ὑπὸ τοῦ ψύχους τοὺς πόρους.
或者是因为由于毛孔因寒冷而冻结,热量的通过变得剧烈?
§8.20Διὰ τί οἱ ὀργιζόμενοι οὐ ῥιγῶσιν;
为什么发怒的人不打冷战?
ἢ ὅτι ἡ ὀργὴ τῇ δειλίᾳ ἐναντίον καὶ ὁ θυμός;
或者是因为愤怒与激情是胆怯的相反面?
ἔστι δὲ ἡ μὲν ὀργὴ ἀπὸ τοῦ πυρός· πολὺ γὰρ τὸ πῦρ κατέχοντες εἴσω χλιαίνονται.
而愤怒源于火;因为他们在内部保有许多火,从而变暖。
μάλιστα δ’ ἔστιν ἐπὶ τῶν παιδίων καταμαθεῖν.
这一点在儿童身上最容易看出来。
οἱ μὲν γὰρ ἄνδρες βλάπτονται, τὰ δὲ παιδία πρῶτον μὲν τὸ πνεῦμα πολὺ ἀναλαμβάνουσιν, εἶτα ἐρυθριῶσιν· πολὺ γὰρ εἴσω ὂν τὸ θερμὸν καὶ ἐξυγραῖνον ἐρυθριᾶν ποιεῖ, ἐπεὶ εἴ τις αὐτοῖς πολὺ τοῦ ψυχροῦ προσχέοι, παύσοιντ’ ἂν ὀργιζόμενοι· κατασβεσθείη γὰρ ἂν αὐτῶν τὸ θερμόν.
因为成年人会受到伤害,而儿童首先会大口吸气,然后脸变红;因为热量大量存在于内部并使其湿润,从而使他们变红,因为如果有人向他们浇大量冷水,他们就会停止发怒;因为他们的热量会被熄灭。
οἱ δὲ δειλοὶ καὶ φοβούμενο τοὐναντίον. ῥιγῶσίν τε γὰρ καὶ ψυχροὶ καὶ ὠχροὶ γίνονται ἐκλείπει γὰρ τὸ θερμὸν αὐτοῖς ἐκ τῶν ἐπιπολῆς τόπων.
而胆怯者和害怕的人则相反;因为他们打冷战,变得寒冷和苍白;因为热量从他们的表面部位流失了。
§8.21Διὰ τί, ὅταν φρίξωμεν, αἱ τρίχες ὀρθαὶ ἵστανται;
为什么我们打冷战时毛发会竖立起来?
ἢ διὰ τὸ ἐν ὑγρῷ πεφυκέναι κατακεκλεῖσθαι;
是因为毛发天生包裹在湿气中吗?
κρατεῖ γὰρ τοῦ ὑγροῦ τὸ βάθος τῆς τριχός.
因为毛发的深处控制着该水分。
ἡ δὲ φρίκη γίνεται ὑπὸ τοῦ ψυχροῦ, τὸ δὲ ψῦχος κατὰ φύσιν πήγνυσι τὸ ὑγρόν.
而打冷战是由寒冷引起的,寒冷在自然状态下使水分凝结。
ὅταν οὖν μεταβάλλῃ τὸ ὑγρόν, ἐξ οὗ πεφύκασιν αἱ τρίχες, καὶ παγῇ, μεταβάλλειν εἰκὸς καὶ τὰς τρίχας.
因此,当毛发所生长的水分发生变化并凝结时,毛发自然也发生变化。
εἰς μὲν οὖν τοὐναντίον εἰ μεταβάλλουσιν, ἢ ἐν ταὐτῷ μένουσιν, ἢ ἐπικρατήσει πάλιν ἡ θρὶξ τοῦ ὑγροῦ· οὐκ εἰκὸς δὲ πεπηγότος καὶ πεπυκνωμένου τοῦ ὑγροῦ τὴν τρίχα τῷ βάρει κρατεῖν.
那么,如果它们向相反方向变化,或者保持在同一状态,或者毛发再次战胜水分——但当水分凝结并紧密时,毛发因其重量而战胜水分是不太可能的。
εἰ δὲ μηδαμόσε κεκλίσθαι δυνατὸν τὴν τρίχα τῷ τὸ ὑγρὸν πεπηγέναι, λείπεται ἑστάναι ὀρθήν.
但是,如果由于水分凝结而使毛发无法向任何方向弯曲,那么它就只能保持直立。
ἢ διότι ὑπὸ τῆς καταψύξεως τὸ θερμὸν εἰς τὸν ἐντὸς τόπον ἀθροίζεται, ἐκλείποντος δὲ ἐκ τῆς σαρκὸς τοῦ θερμοῦ συνίσταται μᾶλλον ἡ σάρξ, συναγομένης δὲ ὀρθότεραι αἱ τρίχες γίνονται, καθάπερ ἐάν τις εἰς τὴν γῆν ἐμπήξας κάρφος ἢ ἄλλο τι συσσάττῃ καὶ πάντοθεν συνάγῃ τὴν γῆν, μᾶλλον ὀρθοῦται ἢ ἐὰν ἐᾷ μὴ συνεστηκυῖαν.
或者是因为,由于变冷,热量聚集在内部区域,当热量离开肉体时,肉体更加收缩,随着肉体收缩,毛发就变得更加直立,就像有人把麦秆或其他东西插在土里,把土填实并从四面八方聚拢土,它就会比任由土松散时更直立。
§8.22Διὰ τί οἱ ῥιγῶντες μάλιστα οὐ καθεύδουσιν;
为什么发冷的人最不能入睡?
ἢ διότι ὁ ῥιγῶν μᾶλλον κατέχει τὸ πνεῦμα ἢ ἐκπνεῖ, ὁ δὲ καθεύδων ἐκπνεῖ ἢ εἰσπνεῖ;
或者是因为,发冷的人更多的是屏住呼吸而不是呼气,而睡眠中的人则是呼气或吸气?
ἐναντίως οὖν ποιεῖ ἔχειν τὸ ῥῖγος τῷ καθεύδειν.
因此,打冷战使身体处于与睡眠相反的状态。