§9.1Διὰ τί τοὺς μώλωπας κωλύει τὰ νέοδαρτα δέρματα προστιθέμενα, καὶ μάλιστα κριῶν, καὶ ᾠὰ ἐπικαταγνύμενα;
为什么敷上新剥的皮(尤其是公羊皮)以及在上面打破鸡蛋能防止青淤[肿胀]?
ἢ ὅτι ἄμφω κωλύει τὴν ἄθροισιν τοῦ ὑγροῦ καὶ τὴν ἔπαρσιν;
或者是因为两者都阻碍了湿气的积聚和肿胀?
τὸ γὰρ ἀφηλκωμένον ἕλκει ἐπαίρεται διὰ τὴν θερμασίαν·
因为受伤的部位由于受热而吸引[湿气]并肿胀。
τά τε δὴ ᾠὰ διὰ τὴν γλισχρότητα κατακολλῶντα κωλύει ἐπαίρεσθαι, καθάπερ καὶ τὰ καύματα, ὥσπερ καὶ ἡ κόλλα, καὶ τὰ δέρματα τῇ τε γλισχρότητι προσκολλᾶται, καὶ ἅμα τῇ θερμότητι συμπέττει καὶ παύει τὴν φλεγμασίαν· οὐδὲ γὰρ ἀφαιροῦσιν ἡμερῶν τινῶν.
确实,鸡蛋因其粘性而粘附,就像在烧伤的情况下一样,如同胶水般阻碍肿胀;皮也因其粘性而粘附,同时通过其温暖使[患部]成熟并消除炎症;因为人们几天内都不会把它们取下来。
ἐξάγειν δὲ βούλονται τὴν φλεγμασίαν καὶ οἱ τῷ ἁλὶ καὶ τῷ ὄξει τρίβοντες.
而用盐和醋摩擦的人也希望消除炎症。
§9.2Διὰ τί ἐν μὲν τῷ ἄλλῳ σώματι αἱ οὐλαὶ μέλαιναι, ἐν δὲ τῷ ὀφθαλμῷ λευκαί;
为什么在身体的其他部位伤疤是黑色的,而在眼睛里却是白色的?
ἢ ὅτι ἐναντίαν χρόαν ἡ οὐλὴ λαμβάνει τῇ πρότερον, ὥσπερ πᾶν τὸ νενοσηκός;
或者是因为伤疤呈现出与先前相反的颜色,就像所有生过病的部分一样?
ἐν τῷ μέλανι δὲ τοῦ ὀφθαλμοῦ τὰ ἕλκη.
而眼睛里的伤口是在黑色的部分。
οὐ μὴν οὐδὲ ἐν τῷ σώματι μέλαιναι εὐθύς, ἀλλ’ ἐξ ἀρχῆς λευκαί, οὐδὲ ἐν τῷ ὀφθαλμῷ ἀεὶ μέλαιναι, ἀλλ’ ἀποκαθίστανται τῷ χρόνῳ, ἢ ἁπλῶς ἢ εἰς τὸ μᾶλλον.
然而,即使在身体上,它们也不是立刻变黑,而是起初呈白色;在眼睛里,它们也并非总是黑色,而是随着时间推移,要么完全恢复,要么大部分恢复[原状]。
§9.3Διὰ τί ὁ νάρθηξ τὰ κύκλῳ τῆς πληγῆς ποιεῖ ἐρυθρά, τὸ δὲ μέσον λευκόν;
为什么用大茴香茎[击打时]会使伤口周围变红,而中间变白?
πότερον ὅτι ἀποπιέζει τὸ αἷμα ἐκ τοῦ μέσου, καθὸ μάλιστα προσπίπτει περιφερὴς ὤν;
是因为它呈圆形,在击打最用力的地方,把血液从中间挤出去了吗?
ἢ ἔδει ἐπανιέναι διά γε τοῦτο πάλιν· ἀλλ’ αἵματος συνδρομὴ τὸ ἐρύθημά ἐστιν, συνδρομὴ δ’ εἰς τὸν πληγέντα τόπον.
或者,尽管因为这个原因[血液]本应再次返回,但红肿是血液的聚集,而聚集是发生在被击打的[周围]部位。
§9.4Διὰ τί τῷ μὲν νάρθηκι σφόδρα τυπτόμενον τὸ μέσον τῆς σαρκὸς λευκὸν γίνεται, τὸ κύκλῳ δὲ ἐρυθρόν, ξύλῳ δὲ ἐρυθρότερον τὸ μέσον;
为什么用大茴香茎猛烈击打时,肉的中间变白,周围变红,而用木棒击打时,中间反而更红?
ἢ ὅτι ὁ μὲν νάρθηξ διὰ κουφότητα, ἐὰν σφόδρα πατάξῃ, τὸ ἐπιπολῆς διεσκέδασεν αἷμα, ὥστε ὅθεν μὲν ἐξέλιπεν, λευκὸν φαίνεται, οὗ δὲ πλέον ἦλθεν, ἐρυθρότερον.
或者是因为大茴香茎由于其轻盈,即使猛烈击打,也会驱散表面的血液,结果血液离开的地方显出白色,而血液流向更多的地方显出更红?
οἰδησάσης δὲ τῆς πληγῆς, οὐ ταχέως ἀποκαθίσταται τὸ σκεδασθὲν αἷμα διὰ τὸ ὀλίγον τε εἶναι καὶ τὴν φορὰν εἰς τὸ πρόσαντες εἶναι· πλήθει γὰρ βιασθὲν δεῖ τὴν παρὰ φύσιν φορὰν ἐνεχθῆναι.
当伤口肿胀时,被驱散的血液不会迅速恢复原状,因为其量少,且流动的方向是向上的;因为[血液要返回]必须被其总量所强迫,进而承载违反自然规律的流动。
διὰ δὲ τῶν σκληρῶν αἱ πληγαὶ διὰ τὸ βάρος καὶ τὴν ἰσχὺν θλῖψιν καὶ θλάσιν ποιοῦσιν.
另一方面,硬物造成的击打由于其重量和力量而产生挤压和挫伤。
θλιβόμενον μὲν οὖν κοῖλον γίνεται, θλώμενον δὲ ἀραιόν· τομὴ γὰρ καὶ διαίρεσίς ἐστι μαλακὴ ἡ θλάσις.
被挤压的部分变凹,被挫伤的部分变稀疏;因为挫伤是一种温和的切断和分离。
κοίλου δὲ καὶ ἀραιοῦ γενομένου τοῦ μέσου, φέρεται εἰς αὐτὸ ἐκ τῶν πέριξ ἐπιπολῆς αἷμα· κάτω τε γὰρ πέφυκε φέρεσθαι, καὶ εἰς τὰ ἀραιὰ τῷ εἴκειν αὐτά.
当中部变凹且变稀疏时,血液从周围表面流入其中;因为血液天生向下流动,并且流入因让步而显得稀疏的部分。
ἀθροιζομένου δ’ ἐνταῦθα εἰκότως τοῦ αἵματος τοῦτο μὲν ἐρυθραίνει, ἃ δὲ ἀπολείπει, λευκαίνει.
当血液在此积聚时,自然使这一部分变红,而失去血液的部分变白。
§9.5Διὰ τί αἱ οὐλαὶ μέλαιναι τῶν σπληνιώντων;
为什么脾脏疾病患者的伤疤是黑色的?
ἢ ὅτι αἷμα διεφθαρμένον ἔχουσιν διὰ τὴν ἐκ τοῦ σπληνὸς σύμμιξιν νοσώδους αἵματος καὶ ὑδαροῦς;
或者是因为由于来自脾脏的有病且稀薄的血液混合,他们拥有腐败的血液?
ἡ μὲν οὖν οὐλὴ τὸ δέρμα λεπτὸν καὶ ἐπιπόλαιον ἴσχει· τὸ δὲ αἷμα, διὰ τὸ ὑδαρὲς καὶ θερμὸν εἶναι μέλαν ὄν, τοιαύτην ποιεῖ τὴν οὐλὴν διαφαινόμενον·
确实,伤疤使皮肤变薄且表浅;而血液因为稀薄且温热并呈黑色,透出来使伤疤显现出这种颜色。
καὶ δὴ πλεονάκις ἡ οὐλὴ ἐν τούτῳ γίνεται μελαντέρα.
确实,在这种情况下伤疤往往变得更黑。
γίνεται δὲ διὰ ταὐτό· δι’ ἀσθένειαν γὰρ τοῦ δέρματος καταψύχεται τὸ αἷμα, καὶ ἐξατμίζοντος τοῦ θερμοῦ γίνεται μελάντερον.
这出于同样的原因:由于皮肤的虚弱,血液变凉,随着热量的蒸发,它变得更黑。
ὁμοίως δὲ καὶ τοῖς πρεσβύταις οἵ τε χρῶτες μελάντεροι γίνονται, καὶ αἱ οὐλαὶ αἱ συγγενεῖς μελάντεραι ἢ νέοις· οἷον ὑπώπιον γὰρ αὐτοῖς ἅπαν τὸ σῶμα οὑ διὰ λεπτότητα τοῦ δέρματος, ἀλλ’ ὅτι τὸ θερμὸν ἐκλέλοιπεν.
同样,在老人身上,皮肤也变黑,而且他们的先天伤疤比年轻人更黑;因为由于热量的流失,他们的整个身体就像青淤一样,而不是因为皮肤的变薄。