§8.10Διὰ τί οἱ γεγυμνασμένοι δυσριγότεροι τῶν ἀγυμνάστων;
为什么锻炼过的人比没有锻炼过的人更怕冷?
πότερον ὅτι τὸ πῖον ὑπὸ τῶν πόνων ἐξῄρηται, τοῦτο δὲ ἀλέαν παρέχει· θερμὸν γὰρ τὸ λιπαρόν.
是因为脂肪因锻炼而被消除,而脂肪能提供温暖;因为多脂之物是温暖的。
ἢ ὅτι εὐπνούστερα τὰ σώματα καὶ ἀραιότερα διὰ τὸ τὸ πῖον καὶ τὸ περίττωμα ἐξῃρῆσθαι, ὥστε οὐδὲν ἀποστέγειν τὸ ψῦχος;
或者是因为由于脂肪和排泄物被清除,身体变得更透气且更稀疏,因而没有什么能阻挡寒冷?
ἢ διὰ τὴν τῶν πόρων ἀποστόμωσιν τοῖς ἱδρῶσιν οἷον πολλαὶ θύραι ἐξῄρηνται;
或者是因为汗水使毛孔开张,仿佛有许多扇门被打开了?
φανερὸν δὲ ὅτι οὐχ ἡ αὐτὴ ἕξις πρὸς ὑγείαν καὶ ἰσχὺν συμφέρει· ἡ μὲν 〈γὰρ〉 πίων, ἡ δὲ ἀραιὰ φαίνεται οὖσα.
显而易见,对健康和力量有利的并不是同一种身体状态;因为前者似乎是多脂的,而后者是稀疏的。
§8.11Διὰ τί φρίττουσι καὶ τῷ θερμῷ καὶ τῷ ψυχρῷ προσχεόμενοι;
为什么无论是浇热水还是浇冷水,人们都会打冷战?
ἄτοπον γὰρ τὰ ἐναντία τοῦ αὐτοῦ εἶναι αἴτια.
因为相反的事物成为同一事物的原因是很奇妙的。
ἢ διότι ὑπὸ μὲν τοῦ ψυχροῦ προσχεόμενοι τὸ ἐντὸς θερμὸν σβεννύμενον ποιεῖ τὴν φρίκην, ὑπὸ δὲ τοῦ θερμοῦ τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριιστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ ἔσω;
或者是因为被冷水浇灌时,内部的热量被熄灭而引起颤抖;而被热水浇灌时,外部的冷气受到反作用力聚集为一体,并因逃避而聚集到内部?
ὥστε ὑπὸ τοῦ αὐτοῦ ἄμφω γίνεται, ἀλλ’ ὁτὲ μὲν ὑπὸ τοῦ ἔσω, ὁτὲ δὲ ὑπὸ τοῦ ἔξωθεν.
结果两者都是由同一事物引起的,只不过有时是由内部的冷气,有时是由外部的冷气。
§8.12Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι;
为什么皮肤上的毛发会竖立?
ἢ ὅταν συσπάσωσι τὸ δέρμα, εἰκότως ἐξανέστησαν·
或者是因为当皮肤收缩时,它们自然就会竖立起来?
συσπῶσι δὲ καὶ ὑπὸ ῥίγους καὶ ὑπ’ ἄλλων παθῶν.
而皮肤既会因寒冷而收缩,也会因其他情感而收缩。
§8.13Διὰ τί ἐν τῇ τελευταίᾳ προέσει τοῦ οὔρου φρίττομεν;
为什么在排尿将尽时我们会打冷战?
ἢ ὅτι ἐνόντος μὲν τοῦ ὑγροῦ θερμοῦ πλήρεις ἥ τε κύστις καὶ οἱ περὶ αὐτὴν πόροι, ἐξελθόντος δὲ ἀέρος ψυχροῦ ἐνέπλησεν·
或者是因为,当温暖的液体还在里面时,膀胱及其周围的通道是充满的,而当它排出后,冷空气填补了进去?
οὐδὲν γὰρ κενὸν δεῖ εἶναι, ἀλλ’ ἢ ἀέρος ἢ σώματος πλῆρες.
因为不应该有任何空无,必须充满空气或物体。
ἅτε οὖν εἰσεληλυθότος ψυχροῦ ἀέρος εἰκότως φρίττειν συμβαίνει.
因此,既然冷空气进入了,自然就会发生打冷战。
§8.14Διὰ τί τῶν ῥιγώντων ἡ γλῶττα, καθάπερ τῶν μεθυόντων, πταίει;
为什么发冷的人的舌头会像醉酒的人一样结巴?
πότερον ὑπὸ τοῦ ψύχους πηγνυμένη καὶ σκληρυνομένη δυσκίνητος γίνεται, τούτου δὲ συμβαίνοντος οὐ δύναται σαφηνίζειν;
是由于被寒冷冻结并变硬而变得难以移动,发生这种情况时就无法清晰发音?
ἢ τῶν ἐκτὸς πυκνουμένων διὰ τὸ ψῦχος εἴσω συρρυὲν τὸ ὑγρὸν ἐξυγραίνει τὴν γλῶτταν, διόπερ οὐ δύναται ἡ γλῶττα τὸ αὑτῆς ποιεῖν, καθάπερ εἴρηται καὶ ἐπὶ τῶν μεθυόντων.
或者是因为,当外部因寒冷而紧缩时,流入内部的湿气使舌头过度潮湿,因此舌头无法发挥其自身的功能,正如对醉酒者所说的那样?
ἢ διὰ τὸν ἀπὸ τοῦ ῥίγους τρόμον ἀτάκτου τῆς κινήσεως οὔσης οὐ δύναται τὰ λεγόμενα διαρθροῦν ἡ γλῶττα· διόπερ καὶ πταίει.
或者是因为寒冷引起的颤抖使运动变得无秩序,舌头无法清晰地吐字,因此也就结巴了?
§8.15Διὰ τί τῶν ῥιγώντων ὀρθαὶ αἱ ἐν τῷ σώματι τρίχες γίνονται;
为什么发冷的人身上的毛发会直立起来?
ἢ διότι ἀπὸ τῆς καταψύξεως τὸ θερμὸν εἰς τὸν ἐντὸς τόπον ἀθροίζεται, ἐκλείποντος δ’ ἐκ τῆς σαρκὸς τοῦ θερμοῦ συνίσταται μᾶλλον, συναγομένης δὲ ὀρθότεραι αἱ τρίχες γίνονται.
或者是因为由于变冷,热量聚集到内部区域,而当热量离开肉体时,肉体更加收缩,随着肉体收缩,毛发就变得更加直立?
ἢ διότι. . . §8.16Διὰ τί τοῦ χειμῶνος τρέχοντες μᾶλλον ῥιγῶμεν ἢ ἑστῶτες;
或者是因为…… 为什么冬天跑步时比站立时更容易感到寒冷?
ἢ ὅτι ὁ ἀὴρ ὁ περὶ τὸ σῶμα ἑστώτων μέν, ἐπειδὰν ἅπαξ συνθερμανθῇ, οὐκέτι ἐνοχλεῖ, τρεχόντων δὲ ἀεὶ ἄλλος καὶ ἄλλος προσπίπτει ψυχρὸς ὤν, διόπερ μᾶλλον ῥιγῶμεν;
或者是因为在站立时,身体周围的空气一旦变热就不再困扰我们,而在跑步时,不断有不同的冷空气袭来,所以我们更感到寒冷?
ἔτι δὲ καὶ κινούμενος ψυχρότερος γίνεται ὁ ἀήρ· τοῦτο δὲ ἐν τῷ τρέχειν μάλιστα συμπίπτει.
此外,空气在运动时也会变得更冷;而这种情况在跑步时最容易发生。
§8.17Διὰ τί ὑποφαύσκοντος μᾶλλον ψῦχος [ἢ] ἐγγυτέρω τοῦ ἡλίου ὄντος;
为什么在拂晓、太阳更近的时候,[比太阳远的时候]反而更冷?
ἢ ὅτι πλείων 〈ὁ〉 χρόνος τῆς τοῦ ἡλίου ἀπουσίας, ὥστε μᾶλλον ἀπέψυκται ἡ γῆ;
或者是因为太阳不在的时间更长,从而大地被冷却得更厉害?
ἢ ὅτι πρὸς ἡμέραν ἡ δρόσος πίπτει ὥσπερ πάχνη, ταῦτα δὲ ψυχρά;
或者是因为临近天亮时,露水像霜一样降下,而这些是寒冷的?
ἢ καὶ ταῦτα πίπτει διὰ τὸ κρατεῖσθαι τὸ ἀναφερόμενον θερμόν, κρατεῖται δὲ διὰ τὴν τοῦ ἡλίου ἀπουσίαν· διὸ καὶ πλεῖον μὲν ἀπέχοντος οὐ πίπτει, ἐγγυτέρω δὲ ὄντος πίπτει καὶ πήγνυται· διότι μᾶλλον ἀπέψυκται ὁ τόπος, πλείω χρόνον τοῦ ἡλίου ἀπόντος.
或者,这些降下也是因为上升的热量被压制,而它被压制是由于太阳的离开;因此,当太阳离得较远时它不降下,而当太阳较近时它却降下并冻结;因为由于太阳离开的时间较长,该地方被冷却得更厉害。
ἢ ὅτι πρὸς ἡμέραν μᾶλλον τὰ ἐκ νυκτῶν πνεύματα τῆς ψύξεως;
或者是因为临近天亮时,夜间的寒风吹得更厉害?
ἢ ἡμῖν δοκεῖ μᾶλλον εἶναι ψῦχος διὰ τὸ πεπέφθαι τὰ σιτία;
或者是因为食物已经消化,我们觉得更冷?
κενώτεροι δὲ ὄντες δυσριγότεροι.
因为身体较空时更怕冷。
σημεῖον δὲ τὸ μετὰ τοὺς ἐμέτους μάλιστα ῥιγᾶν.
其证据是,呕吐之后最容易打冷战。