Humanitext Reader

亚里士多德 · 问题集 §8.1-8.9

寒冷对身体生理机能和饥饿的多重影响

第 39 段,共 148 段 · 希腊语

内容简介

讨论了寒冷对身体产生的各种生理影响,如皮肤变色、失眠、四肢末梢发冷、胖人和运动员对寒冷的敏感性,以及冬季暴食(极度饥饿)的产生机制及其迅速恢复的原理。

§8.1Διὰ τί οἱ ῥιγῶντες πελιδνοὶ γίνονται;
为什么寒冷发抖的人皮肤会发青?
ἢ διότι τὸ αἷμα πήγνυται διὰ τὸ ψῦχος, πηγνύμενον δὲ μελαίνεται διὰ τὴν ἀπουσίαν τοῦ θερμοῦ;
或者是因为血液因寒冷而凝固,而凝固后由于缺乏热量而变黑?
τὸ δὲ λευκὸν τοῦ πυρός.
因为白色是属于火的。
διὸ καὶ τοῖς πρεσβύταις μάλιστα πελιοῦται ἡ σάρξ, ὅτι ἐλαχίστην ἔχει θερμότητα.
因此,老人的肉体最容易发青,因为他们的热量最少。
§8.2Διὰ τί οἱ ῥιγῶντες καθεύδειν οὐ δύνανται;
为什么发冷的人无法入睡?
〈ἢ〉 διότι πάντες οἱ ῥιγῶντες μᾶλλον τὸ πνεῦμα κατέχουσιν, ὁ δὲ καθεύδων ἐκπνεῖ μᾶλλον ἢ εἰσπνεῖ, ὥστε χαλεπὸν ῥιγῶντα καθεύδειν· ἅμα γὰρ ποιεῖν τἀναντία ἀδύνατον.
〈或者〉是因为所有发冷的人都更倾向于屏住呼吸,而入睡的人呼气多于吸气,因此发冷的人很难入睡;因为同时做相反的事情是不可能的。
§8.3Διὰ τί ἐν τῷ ψύχει ὀξύτεροι καὶ οἱ ἀσθενήσαντες καὶ οἱ λυπούμενοι καὶ οἱ ὀργιζόμενοι;
为什么在寒冷中,生病的人、悲伤的人以及发怒的人都会变得更加激烈?
ἢ στιφρότερον ποιεῖ τὸ καταψύχεσθαι;
或者是因为变冷使他们变得更紧缩?
§8.4Διὰ τί οἱ ἀθληταὶ δύσριγοι εὖ ἔχοντες;
为什么运动员在身体状况良好时容易怕冷?
ἢ ὅτι καθαρὰ καὶ εὔπνους ἡ ἕξις καὶ ἀπίμελος;
或者是因为他们的体质纯净、透气且没有脂肪?
ἡ τοιαύτη δὲ εὐπαθεστάτη ὑπὸ τοῦ ἀέρος, ὅταν εὐδίοδός τε ᾐ καὶ μὴ ἔχῃ θερμότητα ἐν αὑτῇ· ἡ δὲ πιμελὴ θερμόν, ἂν μὴ δίυγρος.
而这样的体质在容易渗透且自身内部没有热量时,最容易受到空气的影响;而脂肪是温暖的,除非它过于潮湿。
§8.5Διὰ τί μάλιστα τὰ ἀκρωτήρια ῥιγῶσιν;
为什么四肢末梢最容易发冷?
ἢ διὰ στενότητα;
或者是因为狭窄?
καὶ οἱ πόροι ἐν αὐτοῖς στενοὶ ὄντες ὀλίγαιμοί εἰσιν, ὥστε καὶ ὀλιγόθερμοί εἰσιν· τὸ γὰρ αἷμα θερμόν.
由于它们内部的通道狭窄,血液很少,因此热量也很少;因为血液是温暖的。
§8.6Διὰ τί, ἐὰν μετέωροι ὦσιν οἱ πόδες, μᾶλλον ῥιγοῦσιν;
为什么如果脚悬空,会觉得更冷?
πότερον ὑποπνεῖ μᾶλλον;
是因为下面风吹得更厉害吗?
ἢ ὅτι ἐν ἐλάττονι γίνεται τὸ αἷμα κάτω, ὥστε τὸ ἄλλο εὐψυκτότερον ἐκλείποντος τοῦ θερμοῦ;
或者是因为下方的血液变少,从而使得其余部分在热量流失时更容易变冷?
§8.7Διὰ τί οἱ παχεῖς σφόδρα ῥιγοῦσι, τῆς πιότητος θερμῆς οὔσης;
为什么非常胖的人会觉得很冷,尽管脂肪是温暖的?
ἢ διὰ τὸ μέγεθος τοῦ πάχους τοῦ μὲν ἔσωθεν θερμοῦ πόρρω γίνονται τὰ ἔσχατα, τοῦ δὲ ἔξω ψυχροῦ τὰ ἐγγύς;
或者是因为由于脂肪层厚度巨大,最外面的部分距离内部的热量很远,而距离外部的寒冷很近?
§8.8Διὰ τί πταρέντες καὶ οὐρήσαντες φρίττουσιν;
为什么打喷嚏和排尿后会打冷战?
ἢ ὅτι κενοῦνται αἱ φλέβες ἐν ἀμφοτέροις, κενωθέντων δὲ ὁ ἀὴρ εἰσέρχεται ψυχρός, ὁ ποιῶν φρίττειν.
或者是因为在这两种情况下血管都被排空了,而在排空时冷空气进入,从而引起打冷战?
§8.9Διὰ τί μάλιστα βουλιμιῶσιν ἐπὶ τῷ ψύχει, καὶ τοῦ χειμῶνος μᾶλλον ἢ τοῦ θέρους;
为什么在寒冷中,以及在冬天比夏天,人们最容易发生暴食(极度饥饿)?
ἢ διότι ἡ μὲν βουλιμία γίνεται δι’ ἔνδειαν τῆς ξηρᾶς τροφῆς, ἐν δὲ τῷ ψύχει καὶ τῷ χειμῶνι συστελλομένου τοῦ ἐντὸς θερμοῦ εἰς ἐλάττω τόπον θᾶττον ὑπολείπει ἡ ἐντὸς τροφή· τούτου δὲ γινομένου μᾶλλον βουλιμιᾶν εἰκός.
或者是因为暴食由于缺乏干燥的食物而发生,但在寒冷和冬天,当内部的热量被压缩到更小的地方时,内部的食物会被更快地消耗掉;当这种情况发生时,自然更容易感到暴食?
ἡ δ’ ἐν τῇ βουλιμίᾳ ἔκλυσις καὶ ἀδυναμία γίνεται συντήξεως γινομένης ἐν τῷ σώματι διὰ τὴν τοῦ θερμοῦ ἄθροισιν, ἧς ῥυείσης μὲν εἰς τὸν τῶν σιτίων τόπον αὐτὴ τροφὴ γίνεται τῷ σώματι·
而在暴食中的虚弱和无力,是因为热量的积聚在体内发生了融化。
ἐὰν δ’ ἐπὶ τὰς ἀρχὰς τῆς ἀνανοῆς ἔλθῃ, ἀφωνία καὶ ἀδυναμία συμβαίνει, ἀφωνία μὲν διὰ τὸ ἐμφράττεσθαι τὸν τοῦ πνεύματος πόρον, ἀδυναμία δὲ διὰ τὴν τοῦ σώματος ἀτροφίαν καὶ σύντηξιν.
当这种融化之物流入食物所在的部位时,它本身就成了肉体的营养;但如果它走到呼吸的起点,就会导致失声和无力:失声是因为气息的通道被阻塞,无力则是由于肉体的萎缩和融化。
ταχεῖαι δὲ καὶ ἀπ’ ὀλίγων αἱ βοήθειαι γίνονται τοῖς τοιούτοις διὰ τὸ τὴν ἀρχὴν τοῦ πάθους ἔξωθεν γίνεσθαι.
而对于这样的人,救治是迅速且仅需微少之物的,因为这种病症的起点来自外部。
συστέλλον γὰρ τὸ ἐντὸς ψυχρὸν τὸ θερμὸν ἡμῶν ποιεῖ τὴν βουλιμίαν.
因为外部的寒冷压缩了我们内部的热量,从而产生了暴食。
καθάπερ οὖν ἐν τῷ φόβῳ τρέμοντες καὶ ὠχριῶντες, ἀφέντες τοῦ κινδύνου, παραχρῆμα οἱ αὐτοὶ γίνονται, οὕτω καὶ οἱ βουλιμιῶντες μικρὰ προσενεγκάμενοι ἐξ ἄρτου, βίᾳ κινηθέντες ἐκ τῆς φύσεως, μὴ φθαρέντες δέ· ταχεῖα ἡ ἀποκατάστασις γίνεται.
因此,正如在恐惧中颤抖和脸色苍白的人,在脱离危险后立刻恢复原样一样,那些遭受暴食的人在摄入了一小块面包后,虽然被强制地移出了自然状态但并未被毁坏,也同样会获得迅速的恢复。
ταὐτὸ γὰρ ἀντέτεινεν τήν τε κατὰ φύσιν ἀγωγήν, καὶ καθίστησιν εἰς τὴν φύσιν.
因为同一事物既对抗了反自然的趋势,又使其恢复到自然状态。
ἀφεῖναι οὖν μόνον αὐτὴν δεῖ, καὶ καθάπερ τῶν παιδίων τὰ ἀντιτείνοντα εἰς τοὔπισθεν τὰ σπαρτία· καὶ γὰρ ταῦτα ἀφεθέντων τῶν σπαρτίων εὐθὺς πεπτώκασιν ὕπτια.
因此,只需放开这种张力,就像那些向后拉绳子的孩子们一样;因为一旦放开绳子,他们就会立刻仰面摔倒。

词汇与语法注释

  1. §8.1τὸ δὲ λευκὸν τοῦ πυρός — 意为“白色属于火”。在上下文中,作为热量来源的火与“白色”相关联,因此其缺失(变冷、凝固)会导致变黑(或发青)。这里省略了系动词 ἐστίν。
  2. §8.2〈ἢ〉 διότι — 抄本中缺失的用于引出问题回答的连词 ἤ,由编订者插入。这补充了本著作中典型的问答结构:“为什么……?或者是因为(ἤ)……?”
  3. §8.4εὖ ἔχοντες — 分词 ἔχοντες 与表示状态的副词 εὖ 结合,构成一个表示“身体状况良好、处于健康状态”的习惯表达。它对主语 οἱ ἀθληταί 的状态作了补语说明。
  4. §8.9ταὐτὸ γὰρ ἀντέτεινεν τήν τε κατὰ φύσιν ἀγωγήν, καὶ καθίστησιν εἰς τὴν φύσιν. — 此句意为“因为同一事物既对抗了反自然的趋势,又使其恢复到自然状态”。动词 ἀντέτεινεν(对抗拉扯)和 καθίστησιν(恢复)被解释为共享同一个主语(摄入食物,或带来恢复的同一力量)。接下来关于孩子们拉绳子的比喻,解释了对立力量的释放如何导致瞬间的恢复。

引用这一段

亚里士多德, 问题集 §8.1-8.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:8.1-8.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。