§30.6Διὰ τί ἀνθρώπῳ πειστέον μᾶλλον ἢ ἄλλῳ ζῴῳ;
为什么比起其他动物,我们更应该信任人?
πότερον ὥσπερ Πλάτων Νεοκλεῖ ἀπεκρίνατο, ὅτι ἀριθμεῖν μόνον ἐπίσταται τῶν ἄλλων ζῴων;
是像柏拉图回答尼奥克莱斯那样,因为在其他动物中只有人懂得计算?
ἢ ὅτι θεοὺς νομίζει μόνον;
还是因为只有人信仰神明?
ἢ ὅτι μιμητικώτατον;
还是因为人最擅长模仿?
μανθάνειν γὰρ δύναται διὰ τοῦτο.
因为正是由于这个原因,人才能进行学习。
§30.7Διὰ τί οὐ χαίρομεν θεώμενοι οὐδὲ ἐλπίζοντες ὅτι τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐθέν, εἰ μὴ τῇ θεωρίᾳ, αὕτη δὲ ὁμοίως ἐστὶν ἡδεῖα κἂν εἰ τρισὶν ὀρθαῖς ἢ πλείοσιν ἴσας ἔσχεν.
为什么我们在观照或期待三角形内角和等于两直角时,并不感到快乐,对于其他此类事物也是如此,除非是在观照本身中? 然而,即使三角形内角和等于三个直角或更多,观照本身也同样是令人愉快的。
ἀλλ’ ὅτι Ὀλυμπίᾳ ἐνικῶμεν, καὶ περὶ τῆς ναυμαχίας τῆς ἐν Σαλαμῖνι, χαίρομεν καὶ μεμνημένοι καὶ ἐλπίζοντες τοιαῦτα, ἀλλ’ οὐ τἀναντία τοῖς τοιούτοις, [ἢ] ὅτι ἐπὶ μὲν τοῖς τοιούτοις χαίρομεν ὡς γενομένοις ἢ οὖσιν, ἐπὶ δὲ τοῖς κατὰ φύσιν ὡς κατὰ ἀλήθειαν θεωρίας ἡδονήν, ὡς ἔχει, μόνην ἡμῖν ποιεῖν, τὰς δὲ πράξεις τὴν ἀπὸ τῶν συμβαινόντων ἀπ’ αὐτῶν.
相反,对于我们在奥林匹亚获胜,以及在萨拉米斯的海战,我们不论在回忆还是期待此类事物时都会感到快乐,但对于此类事物的相反情况则不然。 这[或者]是因为,对于此类事物,我们是因为它们已经发生或存在而感到快乐,而对于符合自然的事物,按照其真实状况的观照的快乐是我们所产生的唯一快乐,而在实践的情况下,快乐则是来自其产生的结果?
ἀνομοίων οὖν οὐσῶν τῶν πράξεων, καὶ τὰ ἀποβαίνοντα ἀπ’ αὐτῶν γίνεται τὰ μὲν λυπηρά, τὰ δὲ ἡδέα· φεύγομεν δὲ καὶ διώκομεν καθ’ ἡδονὴν καὶ λύπην ἅπαντα.
因此,由于实践是不均等的,它们所产生的结果也变得有些是痛苦的,有些是愉快的;而我们正是根据愉快和痛苦来避免和追求一切事物的。
§30.8Διὰ τί μέχρι ὑγιείας πραγματεύονται οἱ ἰατροί;
为什么医生们只治疗到健康为止?
ἰσχναίναι γάρ, εἶτα ἐκ τούτου ξηραίνει, εἶτα ὑγείαν ἐποίησεν, εἶτα ἐνταῦθα ἔστη.
因为他们使其变瘦,然后由此使其干燥,接着产生健康,然后便在那里停下来。
πότερον οὐκ ἔστι δυνατὸν ἐκ τούτου γενέσθαι ἄλλο;
难道不可能由此产生别的什么吗?
ἢ εἰ δυνατόν, ἄλλης ἐπιστήμης, καὶ ἔσται ὅ τις ἐξ ὑγείας ποιήσει ἄλλο τι;
或者即使可能,这也是另一门科学的范围,并且会有人从健康中制造出别的什么吗?
εἰ δὴ γίνεται ἐκ τῶν ἐναντίων καὶ τῶν μεταξύ, δῆλον ὅτι ἀρρωστεῖ, ἢ ξηρότερος ἢ ὑγρότερος ἤ τι τοιοῦτον.
如果事物确实产生于相反者和中间者,那么显然,生病就是变得更干燥或更湿润或诸如此类。
ποιεῖ δὴ ἐκ ψύχους ἧττον σφόδρα, καὶ τέλεον ὡδὶ θερμὸν καὶ ὡδὶ ξηρὸν ἢ ὑγρὸν μεταβαῖνον ἐκ τῶν ἐναντίων, ἢ μεταξύ, ἕως ἂν ἔλθῃ εἰς τὸ οὕτως ἔχειν, ὃ ἦν τοῦ ὑγιαίνειν· ἔκ τε τούτου οὐ πέφυκεν ἄλλο τι ὂν ἢ τὸ μεταξύ.
因此,医生从寒冷开始使其不那么剧烈,最终使其在这样一种温暖中、以及在这样一种干燥或湿润中,从相反者或中间者过渡,直到达到这样一种状态,这就是健康的状态;而从这种状态出发,本性上不可能变成除其自身或中间者之外的任何其他东西。
δύναται μὲν οὖν ποιῆσαι ὁ ἔχων.
因此,拥有这一技术的人确实能够制造出相反的情况。
ὡς γὰρ ἦλθεν, ἀναλῦσαι δύναται καὶ ἀπελθεῖν, οὐ μὴν ἥ γε τέχνη τούτου ἐστίν.
因为以他达到健康的方式,他也能够进行分解并退回;然而,技术本身并不是为了这个目的。
ἀεὶ γὰρ βέλτιον.
因为技术总是为了更好的状态。
ὥστε οὐδὲ ἄλλη, οὔτε αὐτὴ ποιήσει ἐξ ὑγείας ἄλλο τι· οὐθὲν γὰρ ἐγίνετο ἢ τὸ ἐναντίον τούτου, εἴπερ ἡ αὐτὴ ἐπιστήμη.
因此,任何其他技术和这一技术本身,都不会从健康中制造出别的什么;因为如果确实是同一门科学,除了其相反者之外,不会产生任何其他东西。
οὕτω καὶ ἐπὶ οἰκίας οὐδὲν ποιήσειεν ἂν τοὐναντίον· οὐκ ἔστιν ἐν ἄλλῃ τέχνη ἐκ τούτου ποιήσουσα, πλὴν ὡς μέρους, οἷον ἡ σκυτικὴ ὑπόδημα ἐκ προσχίσματος.
对于房屋也是如此,人们不会制造其相反者;在其他技术中,也没有任何一门技术会从这之中制造出什么,除非是将其作为部分材料,就像鞋匠的技术从皮革切片中制鞋一样。
ἐξ ἑκατέρου γὰρ γίνεται διττῶς, ἢ συντιθεμένου ἢ φθειρομένου.
因为从这两者中的每一个,事物都以双重方式产生,要么是通过组合,要么是通过破坏。
§30.9Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν;
为什么人们认为哲学家与修辞学家有所不同?
ἢ ὅτι ὁ μὲν φιλόσοφος περὶ αὐτὰ τὰ εἴδη τῶν πραγμάτων διατρίβει, ὁ δὲ περὶ τὰ μετέχοντα, οἷον ὁ μὲν τί ἐστιν ἀδικία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν τί ἡ τυραννίς, ὁ δὲ οἷόν τι ὁ τύραννος.
或者是因为哲学家潜心研究事物本身的形相,而修辞学家研究分有形相的事物,例如,前者研究“什么是不正义”,而后者研究“某某人如何不正义”;前者研究“什么是僭主统治”,而后者研究“僭主是怎样的一种人”?
§30.10Διὰ τί οἱ Διονυσιακοὶ τεχνῖται ὡς ἐπὶ τὸ πολὺ πονηροί εἰσιν;
为什么狄奥尼索斯的艺人们大多品行不端?
ἢ ὅτι ἥκιστα λόγου σοφίας κοινωνοῦσι διὰ τὸ περὶ τὰς ἀναγκαίας τέχνας τὸ πολὺ μέρος τοῦ βίου εἶναι, καὶ ὅτι ἐν ἀκρασίαις τὸ πολὺ τοῦ βίου εἰσίν, τὰ δὲ καὶ ἐν ἀπορίαις;
或者是因为他们的生活大部分都花在为了生存所必需的技艺上,因而极少分享理性的智慧,并且因为他们生活的大部分时间都处于不自制之中,有些甚至处于贫困之中?
ἀμφότερα δὲ φαυλότητος παρασκευαστικά.
而这两者都是导致卑劣的准备条件。