§30.11Διὰ τί οἱ ἐξ ἀρχῆς τῆς μὲν κατὰ τὸ σῶμα ἀγωνίας ἆθλόν τι προὔταξαν, σοφίας δὲ οὐθὲν ἔθηκαν;
\n为什么最初的人在身体的竞技中设立了某种奖赏,却未对智慧设立任何奖赏?
ἢ ὅτι ἐπιεικῶς δεῖ τοὺς κριτάς, ἃ περὶ διάνοιάν ἐστιν, ἢ μηθὲν χείρους τῶν ἀγωνιστῶν εἶναι ἢ κρείττους;
是因为在关于智力的事物中,裁判必须合理地不逊于、甚至优于竞技者吗?
εἰ δὲ ἔδει σοφίᾳ τοὺς πρωτεύοντας’ἀγωνίζεσθαι καὶ ἆθλον προὐτέτακτο, κριτῶν ἂν ἠπόρουν αὐτοῖς.
如果确实需要在智慧上拔尖的人们进行竞争并为此设奖,他们就会面临缺乏裁判的困境。
ἐπὶ δὲ τῶν γυμνικῶν ἀγώνων ἅπαντός ἐστι κρῖναι, τῇ ὄψει μόνῃ θεασάμενον.
而在体育竞技中,任何人仅凭眼睛观看就能进行裁判。
ἔτι δὲ ὁ ἐξ ἀρχῆς κατασκευάζων οὐκ ἐβούλετο τοιαύτην ἀγωνίαν προθεῖναι τοῖς Ἕλλησιν, ἐξ ὧν ἔμελλον στάσεις καὶ ἔχθραι μεγάλαι ἔσεσθαι· οἷον οἱ ἄνθρωποι, ὅταν τις ἢ ἐκκριθῇ ἢ προσδεχθῇ εἴς τι τῶν κατὰ τὸ σῶμα ἀθλημάτων, οὐ πάντη χαλεπῶς φέρουσιν οὐδὲ εἰς ἔχθραν καθίστανται τοῖς κρίνουσιν, ὑπὲρ δὲ τοῦ φρονιμωτέρους ἣ μοχθηροτέρους εἶναι τοῖς κρίνουσι μάλιστα ὀργίζονται καὶ ἀγανακτοῦσιν.
此外,最初的创办者不希望向希腊人提出这样的竞技,因为从中必定会产生极大的派系斗争和敌意;例如,当有人在任何身体竞技中被筛除或被录取时,人们并不会完全无法忍受,也不会对裁判产生敌意;但如果是关于谁更聪明或更无能的判定,他们会对裁判极度愤怒和愤慨。
στασιῶδες δὲ καὶ μοχθηρὸν τὸ τοιοῦτόν ἐστιν.
而这种事情是容易引起内讧和带来祸害的。
ἔτι δὲ δεῖ τῆς ἀγωνίας τὸ ἆθλον κρεῖττον εἶναι.
此外,竞技的奖赏必须优于竞技本身。
ἐπὶ μὲν γὰρ τῶν γυμνικῶν ἀθλημάτων τὸ ἆθλον αἱρετώτερον καὶ βέλτιον τῆς ἀγωνίας· σοφίας δὲ τί ἂν ἆθλον βέλτιον γένοιτο;
因为在体育竞技中,奖赏比竞技本身更值得追求且更好;但对于智慧,能有什么更好的奖赏呢?
§30.12Διὰ τί ἄλλο νοεῖ καὶ ποιεῖ ἄνθρωπος μάλιστα;
\n\n为什么人最容易想的一套而做的又是另一套?
ἢ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη;
是因为相反事物的知识是同一的吗?
ἢ ὅτι ὁ μὲν νοῦς πολλῶν ἐστίν, ἡ δὲ ὄρεξις ἑνός;
还是因为心灵指向许多事物,而欲望只指向一者?
ὁ μὲν οὖν ἄνθρωπος τῷ νῷ τὰ πλεῖστα ζῇ, τὰ δὲ θηρία ὀρέξει καὶ θυμῷ καὶ ἐπιθυμίᾳ.
因此,人类大部分时间靠理智生活,而野兽则靠欲望、愤怒和激情生活。
§30.13Διὰ τί φρόνιμοί τινες κτώμενοι οὐ χρώμενοι διατελοῦσιν;
\n\n为什么有些聪明人一直只积累而不使用?
πότερον ὅτι τῷ ἔθει χρῶνται; ἢ διὰ τὸ ἐν ἐλπίδι ἡδύ;
是因为他们习惯了如此,还是因为希望中存在的快乐?
§30.14. . . . ὅτι ἡ αἴσθησις καὶ ἡ διάνοια τῷ ἠρεμεῖν τὴν ψυχὴν ἐνεργεῖ· ὃ καὶ ἡ ἐπιστήμη δοκεῖ εἶναι, ὅτι τὴν ψυχὴν ἵστησιν· κινουμένης γὰρ καὶ φερομένης οὔτε αἰσθέσθαι οὔτε διανοηθῆναι δυνατόν.
\n\n……因为感觉和思考是通过灵魂的静止而起作用的;科学之所以似乎也是如此,正是因为它使灵魂静止;因为当灵魂处于运动和摇摆中时,既不可能去感觉,也不可能去思考。
διὸ καὶ τὰ παιδία καὶ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἀνόητοι· διὰ γὰρ τὸ πλῆθος τοῦ θερμοῦ τοῦ ἐνυπάρχοντος πλείστη κίνησις αὐτοῖς καὶ σφοδροτάτη συμβαίνει, ληγούσης δὲ ταύτης ἐμφρονέστεροι γίνονται· ἀταράχου γὰρ οὔσης τῆς διανοίας μᾶλλον ἐφιστάναι δύνανται αὐτήν.
因此,儿童、醉汉和疯子都是无理智的;因为由于体内存在的过多热量,在他们身上会发生最大且最剧烈的运动,而当这种运动平息时,他们会变得更理智;因为当思考不被打扰时,他们更能引导它。
οἵ τ’ ἐν τῷ καθεύδειν ἐνυπνιαζόμενοι ἱσταμένης τῆς διανοίας, καὶ καθ’ ὅσον ἠρεμεῖ, ὀνειρώττουσιν.
而那些在睡眠中做梦的人,也是在思考停止并处于静止的状态下做梦的。
μάλιστα γὰρ ἐν τοῖς ὕπνοις ἡ ψυχὴ κινεῖται.
因为灵魂特别是在睡眠中运动。
περιισταμένου γὰρ τοῦ θερμοῦ ἐκ τοῦ ἄλλου σώματος εἰς τὸν ἐντὸς τόπον, τότε πλείστη καὶ σφοδροτάτη κίνησις ὑπάρχει, οὐχ ὥσπερ οἱ πολλοὶ ὑπολαμβάνουσι τότε ἠρεμεῖν καὶ καθ’ αὑτὴν εἶναι, καὶ μάλιστα ὅταν μηδὲν ἴδωσιν ἐνύπνιον.
当热量从身体的其他部分移向内部区域时,那时便存在着最大且最剧烈的运动,而不像大众所认为的那样,此时灵魂在静止并独处,特别是当他们什么梦也没看见时。
συμβαίνει δὲ τοὐναντίον· διὰ γὰρ τὸ ἐν πλείστῃ κινήσει εἶναι καὶ μηδὲ κατὰ μικρὸν ἠρεμεῖν, οὐδὲ διανοεῖσθαι δύναται.
然而发生的恰恰相反;因为处于最大的运动中且没有丝毫静止,灵魂甚至无法思考。
ἐν πλείστῃ δὲ κινήσει, ὅταν ἥδιστα καθεύδῃ, εἰκότως ἐστίν, ὅτι τότε μάλιστα καὶ πλεῖστον θερμὸν ἀθροίζεται εἰς τὸν εἴσω τόπον.
而在睡得最香甜时灵魂处于最大的运动中,这是合理的,因为那时最多的热量聚集在内部区域。
ὅτι δὲ ἐν τῇ κινήσει οὖσα ἡ ψυχὴ οὐ μόνον ὕπαρ ἀλλ’ οὐδ’ ἐν τοῖς ὕπνοις δύναται διανοεῖσθαι, κἀκεῖνο σημεῖον· ἐν γὰρ τοῖς μετὰ τὴν πρόσεσιν τῶν σιτίων ὕπνοις ἥκιστα ἔστιν ἐνύπνια ὁρᾶν.
灵魂在运动中不仅在醒着时、甚至在睡眠中都无法思考,以下也是一个证明:因为在进食后的睡眠中,最不容易看见梦。
τότε δὲ μάλιστα συμβαίνει κινεῖσθαι αὐτὴν διὰ τὴν ἐπεισεχθεῖσαν τροφήν.
而那时由于摄入的食物,灵魂恰好发生最大的运动。
τό τε ἐνύπνιόν ἐστιν, ὅταν διανοουμένοις καὶ πρὸ ὀμμάτων τιθεμένοις ὕπνος ἐπέλθῃ.
梦是指当人们在思考并把事物置于眼前时,睡眠侵袭了他们。
διὸ καὶ ταῦτα μάλιστα ὁρῶμεν ἃ πράττομεν ἢ μέλλομεν ἢ βουλόμεθα· περὶ γὰρ τούτων μάλιστα πλειστάκις λογισμοὶ καὶ φαντασίαι ἐπιγίνονται.
因此,我们最常看见我们正在做、将要做或想要做的事;因为关于这些事情,最常产生推论和表象。
καὶ οἱ βελτίους βελτίω τὰ ἐνύπνια ὁρῶσι διὰ ταῦτα, ὅτι καὶ ἐγρηγορότες περὶ βελτιόνων διανοοῦνται, οἱ δὲ χεῖρον ἢ τὴν διάνοιαν ἢ τὸ σῶμα διακείμενοι χείρω.
优秀的人出于这些原因会看见更好的梦,因为他们在醒着时也思考着更好的事,而那些在心智或身体上处于较差状态的人,则看见较差的梦。
καὶ γὰρ ἡ τοῦ σώματος διάθεσις πρὸς τὴν τῶν ἐνυπνίων φαντασίαν συμβλητικόν· τοῦ γὰρ νοσοῦντος καὶ αἱ τῆς διανοίας προθέσεις φαῦλαι, καὶ ἔτι διὰ τὴν ἐν τῷ σώματι ταραχὴν ἐνοῦσαν ἡ ψυχὴ οὐ δύνατου ἠρεμεῖν.
因为身体的状态也对梦的表象有贡献;因为病人的思考意图也是恶劣的,而且由于身体中存在的混乱,灵魂无法静止。
οἱ δὲ μελαγχολικοὶ διὰ τοῦτο ἐξάττουσιν ἐν τοῖς ὕπνοις, ὃτι πλείονος τῆς θερμασίας οὔσης, μᾶλλον τοῦ μετρίου ἡ ψυχὴ ἐν κινήσει, σφοδροτέρας δὲ τῆς κινήσεως οὔσης οὐ δύνανται καθεύδειν.
忧忧质的人之所以在睡眠中跳起,是因为热量过多,灵魂的运动超出了适度,而由于运动过于剧烈,他们无法入睡。