Humanitext Reader

亚里士多德 · 问题集 §30.2-30.5

智力、身体特征以及年龄对学习的影响

第 131 段,共 148 段 · 希腊语

内容简介

本章节探讨了人类在科学上的“习惯”如何与发现相关联、人类因身体比例而最具智慧的原因、在未知路途上产生的无限感错觉,以及基于自然工具和人为工具的先后顺序,解释了理智随年龄增长而熟化、年轻时学习却更快的机制。

§30.2Διὰ τί κατ’ ἐνίας μὲν τῶν ἐπιστημῶν ἕξιν ἔχειν λέγομεν, κατ’ ἐνίας δὲ οὔ;
为什么我们在某些科学方面说“拥有习惯”,而在另一些方面不这样说?
ἢ καθ’ ὅσας εὑρετικοί ἐσμεν, ἕξιν ἔχειν λεγόμεθα;
或者,是在那些我们具有发现能力的科学上,我们才被称为“拥有习惯”?
τὸ γὰρ εὑρίσκειν ἀπὸ ἕξεως.
因为发现乃是源于习惯。
§30.3Διὰ τί τῶν ζῴων ὁ ἄνθρωπος φρονιμώτατον;
为什么在动物中人是最聪明的?
πότερον ὅτι μικροκεφαλώτατον κατὰ λόγον τοῦ σώματος;
是因为按身体比例来说他的头最小吗?
ἢ ὅτι ἀνωμάλως ἐλάχιστον;
还是因为头是不成比例地极小?
διὰ γὰρ τοῦτο καὶ μικροκέφαλον, καὶ αὐτῶν οἱ τοιοῦτοι μᾶλλον τῶν μεγαλοκεφάλων φρονιμώτεροι.
因为正是由于这个原因,人才是小头的,而且在人类自身中,这种类型的人也比大头的人更聪明。
§30.4Διὰ τί δοκεῖ ἡμῖν πλείων εἶναι ἡ ὁδός, ὅταν μὴ εἰδότες πόση τίς ἐστι βαδίζωμεν, μᾶλλον ἢ ὅταν εἰδότες, ἐὰν τὰ ἄλλα ὁμοίως τύχωμεν ἔχοντες;
为什么在其他条件相同的情况下,当我们在不知道路程有多长而行走时,会觉得路程比在知道时更长?
ἢ ὅτι τὸ εἰδέναι πόση, ἐστὶν εἰδέναι ἀριθμόν;
或者说,是因为知道路程有多长也就是知道一个数量?
τὸ γὰρ ἄπειρον καὶ ἀναρίθμητον ταὐτόν, καὶ πλέον ἀεὶ τὸ ἄπειρον τοῦ ὡρισμένου.
因为无限与不可数是同一回事,而无限总是多于有限。
ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε ἐστί, πεπερασμένην αὐτὴν ἀνάγκη εἶναι, οὕτως εἰ μὴ οἶδε πόση τίς ἐστιν, ὡς ἀντιστρέφοντος παραλογίζεται ἡ ψυχή, καὶ φαίνεται αὕτη εἶναι ἄπειρος, ἐπεὶ τὸ ποσὸν ὡρισμένον ἐστὶ καὶ τὸ ὡρισμένον ποσόν.
因此,正如人若知道路程是这么长,它就必然是有限的;同样,人若不知道它有多长,灵魂就会像对待可逆命题那样进行谬误推理,使得这条路显得是无限的,因为数量是有限的,而有限的也是数量。
ὅταν τοίνυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον δόξει εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἂν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι, καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον.
因此,当它显得不有限时,就会被认为像是无限的,因为那本性上应受限制的事物如果未受限制,就是无限的,而那显得未受限制的,也必然在某种程度上显得是无穷的。
§30.5Διὰ τί πρεσβύτεροι μὲν γινόμενοι μᾶλλον νοῦν ἔχομεν, νεώτεροι δὲ ὄντες θᾶττον μανθάνομεν;
为什么随着年龄的增长我们更有理智,而在年轻时我们学得更快?
ἢ ὅτι ὁ θεὸς ὄργανα ἐν ἑαυτοῖς ἡμῖν δέδωκε δύο, ἐν οἷς χρησόμεθα τοῖς ἐκτὸς ὀργάνοις, σώματι μὲν χεῖρα, ψυχῇ δὲ νοῦν.
或者是因为神在我们自身之中赋予了我们两个工具,通过它们我们将使用外部工具:身体对应手,灵魂对应理智。
ἔστι γὰρ καὶ ὁ νοῦς τῶν φύσει ἐν ἡμῖν ὥσπερ ὄργανον ὑπάρχων· αἱ δὲ ἄλλαι ἐπιστῆμαι καὶ τέχναι τῶν ὑφ’ ἡμῶν ποιητῶν εἰσίν, ὁ δὲ νοῦς τῶν φύσει.
因为理智也是本性上存在于我们之中的事物之一,就像一个工具一样;而其他的科学和技术是我们所制造的事物,理智则是本性上的事物。
καθάπερ οὖν τῇ χειρὶ οὐκ εὐθὺς γενόμενοι χρώμεθα βέλτιστα, ἀλλ’ ὅταν ἡ φύσις αὐτὴν ἐπιτελέσῃ (προϊούσης γὰρ τῆς ἡλικίας ἡ χεὶρ μάλιστα δύναται ἀποτελεῖν τὸ ἑαυτῆς ἔργον), τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς τῶν φύσει οὐκ εὐθὺς ἀλλ’ ἐπὶ γήρως ἡμῖν μάλιστα παραγίνεται καὶ τότε ἀποτελεῖται μάλιστα, ἢν μὴ ὑπό τινος πηρωθῇ, καθάπερ καὶ τὰ ἄλλα τὰ φύσει ὑπάρχοντα.
因此,正如我们并非一出生就能最完美地使用手,而是要等到自然将其完善(因为随着年龄的增长,手最能完成其自身的工作),同样,作为本性上存在的事物,理智也非立刻、而是在老年时才最充分地赋予我们,并且在此时最得到完善,除非它像其他本性上存在的事物一样被某种东西损害。
ὕστερον δὲ τῆς τῶν χειρῶν δυνάμεως ὁ νοῦς παραγίνεται ἡμῖν, ὅτι καὶ τὰ τοῦ νοῦ ὄργανά ἐστι τῶν τῆς χειρός.
理智晚于双手的力量而赋予我们,是因为理智的工具晚于手的工具。
ἔστι γὰρ νοῦ μὲν ὄργανον ἐπιστήμη (τούτῳ γάρ ἐστι χρήσιμος, καθάπερ αὐλοὶ αὐλητῇ), χειρῶν δὲ πολλὰ τῶν φύσει ὄντων· ἡ δὲ φύσις αὐτή γε ἐπιστήμης πρότερον, καὶ τὰ ὑπ’ αὐτῆς γινόμενα.
因为科学是理智的工具(因为它对理智有用,就像笛子之于笛手),而手的工具则是许多本性上存在的事物;自然本身确实先于科学,由自然所产生的事物也是如此。
ὧν δὲ τὰ ὄργανα πρότερα, καὶ τὰς δυνάμεις πρότερον εἰκὸς ἐγγίνεσθαι ἡμῖν· τούτοις γὰρ χρώμενοι ἕξιν λαμβάνομεν, καὶ ἔχει ὁμοίως τὸ ἑκάστου ὄργανον πρὸς αὐτό· καὶ ἀνάπαλιν, ὡς τὰ ὄργανα πρὸς ἄλληλα, οὕτω τὰ ὄργανα πρὸς αὐτά.
因此,那些其工具在先的事物,其力量也理所当然会先产生于我们之中;因为通过使用这些工具,我们获得了习惯,而且每个工具与其力量的关系也是相同的;反过来,正如工具与工具相互之间的关系一样,工具与力量自身的关系也是如此。
ὁ μὲν οὖν νοῦς διὰ ταύτην τὴν αἰτίαν πρεσβυτέροις οὖσιν ἡμῖν μᾶλλον ἐγγίνεται.
因此,理智由于这个原因而较多地产生于年长的我们之中。
μανθάνομεν δὲ θᾶττον νεώτεροι ὄντες διὰ τὸ μηδέν πω ἐπίστασθαι.
而我们在年轻时学得更快,是因为我们还什么都不知道。
ὅταν δὲ ἐπιστώμεθα, οὐκέτι ὁμοίως δυνάμεθα.
但当我们知道时,就不能再以同样的方式学习了。
δυνάμεθα δὲ ἔχεσθαι, καθάπερ καὶ μνημονεύομεν μᾶλλον οἷς ἂν ἕωθεν πρῶτον ἐντυγχάνωμεν, ἔπειτα προϊούσης τῆς ἡμέρας οὐκέτι ὁμοίως διὰ τὸ πολλοῖς ἐντετυχηκέναι.
而我们能够保持,就像我们在早晨最先遇到的事物我们记得更牢,随后随着一天的推移,由于遇到了许多事物,就不能再以同样的方式记住了一样。

词汇与语法注释

  1. 955bὡς ἀντιστρέφοντος — ἀντιστρέφοντος(换位、可逆)是省略了主语(如 τοῦ λόγου“论据”或 τῆς προτάσεως“命题”)的属格独立结构。与接续词 ὡς 连用,表示“仿佛该命题是可逆的”这一主观判断。它指出了灵魂将“有限之物乃是数量”错误地逆推为“数量必然是有限的(因而未知其数量的路程即是无限的)”逻辑谬误。
  2. 955bτῶν τῆς χειρός — τῶν τῆς χειρός(手的[工具]的)是一个属格,它要么取决于前文具有比较意义的 ὕστερον(“晚于手的工具”),要么表示所属或依赖关系(“依赖于手的工具”)。它说明了作为理智工具的“科学(ἐπιστήμη)”在时间或逻辑上都晚于作为手之工具的“自然物”而产生。
  3. 956aτὰ ὄργανα πρὸς αὐτά — 原文的 τὰ ὄργανα πρὸς αὐτά(工具与它们自身)在句法上极难理解,可能存在文本讹误。根据比例关系的对称性(“工具与工具的关系”对比“力量与力量的关系”),后半部分的 τὰ ὄργανα 必须被理解为指代“力量(αἱ δυνάμεις)”,而 αὐτά 指代它们自身(或工具)。其逻辑在于工具的先后关系与其对应力量的先后关系相一致。

引用这一段

亚里士多德, 问题集 §30.2-30.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:30.2-30.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。