Humanitext Reader

亚里士多德 · 问题集 §3.26-3.28

饮酒引发颤抖与微醺时失态的原因

第 21 段,共 148 段 · 希腊语

内容简介

3.26解释了过度饮酒因体内固有热量枯竭而导致身体颤抖的原因。3.27和3.28分别探讨了为何微醺之人最容易酒后胡闹,以及为何饮用甜酒不会使人成为大酒徒。

§3.26Διὰ τί οἱ οἰνόφλυγες τρέμουσιν, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν;
为什么大酒徒们会身体颤抖,而且他们饮用纯酒越多,颤抖就越厉害?
ἔστιν δὲ ὁ μὲν οἶνος θερμαντικός, ὁ δὲ τρόμος γίνεται μάλιστα ὑπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν.
酒本身具有温热作用,而颤抖主要由寒冷引起,所以发冷的人颤抖得最厉害。
πολλοῖς δ’ ἤδη χρωμένοις μόνῳ ἀκράτῳ τροφῆς χάριν τρόμοι τε ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον.
事实上,对于许多为了营养而仅饮用纯酒的人,已经发生了剧烈的颤抖,以至于他们甩开了握持(按摩)他们的人,甚至在用热水沐浴时也毫无感觉。
ἕτεροι δὲ τοῦτον τὸν τρόπον διαιτώμενοι, καὶ τρίψεσι χρώμενοι καὶ τροφῇ κρέασι, πρὸς ἀποπληκτικὰς ἀρρωστίας ἤλασαν· οἷς τρόμοι μὲν διὰ τὴν ἀκινησίαν ἧττον ἐνέπιπτον, πόνος δὲ ἰσχυρὸς καὶ τὸ μὴ δύνασθαι ἡσυχάζειν ἤδη.
而另一些以这种方式生活,并采用摩擦(按摩)和肉食饮食的人,则发展到了卒中疾病;对他们来说,由于活动减少,颤抖发生得较少,但已经出现了剧烈的疼痛和无法保持安静的状态。
τοῦ μὲν τρόμου αἰτία ἡ ψυχρότης· φαίνονται γάρ, ὥσπερ εἴρηται, οἵ τε ῥιγῶντες τοῦτο πάσχοντες καὶ οἱ σφόδρα γέροντες.
颤抖的原因是寒冷;因为正如所说,发冷的人和极度年迈的老人都表现出这种症状。
ἀμφοτέρων δὲ τούτων τῶν μὲν τὸ πάθος ψυχρόν, τῶν δὲ ἡ ἡλικία· ὁ δὲ οἶνος θερμαντικώτατος, ὥσθ’ ὑπεναντίον ἄν τι συμβαίνοι.
在这两者中,前者的病症是寒冷,后者的年龄是寒冷的;而酒是极其温热的,因此本应发生相反的情况。
ἢ οὐθὲν κωλύει γίνεσθαι ταὐτὸ ὑπὸ ἐναντίων, μὴ ὡσαύτως δὲ ποιούντων, οἷον καὶ ὑπὸ τῶν πάγων ἀποκάεται καὶ ὑπὸ θερμοῦ, ὅταν ὁ πάγος ἀθρόον ποιήσῃ τὸ θερμόν· ὥστ’ ἔστι μὲν ὡς ὑπ’ ἐναντίων τὸ πάθος τὸ αὐτὸ συμβαίνειν· ἔστι δὲ ὡς ὑπὸ τοῦ αὐτοῦ τὸ αὐτό.
还是说,没有什么能阻止相反的事物产生相同的效果,只是作用方式不同,正如事物既会被霜冻烧伤,也会被热烧伤,这是因为霜冻会突然凝聚热量;因此,在某种意义上相同的病症会由相反者产生,而在另一种意义上由相同者产生。
ὁ δὲ τρόμος γίνεται μὲν ὑπ’ ἐνδείας θερμοῦ, οὐ παντός, ἀλλὰ τοῦ οἰκείου.
而颤抖是由于缺乏热量而产生的,不是缺乏所有的热量,而是缺乏固有(生来)的热量。
φθείρεται δὲ τὸ θερμὸν ἢ μαράνσει ἢ σβέσει, σβέσει μὲν ὑπὸ τῶν ἐναντίων, ὑπὸ ψυχροῦ καὶ ὑγροῦ, μαράνσει δὲ ἐνδείᾳ τροφῆς, οἷον οἱ λύχνοι, ὅταν μὴ ἔχωσιν ὑπέκκαυμα μηδ’ ἔλαιον· ἢ ὑπὸ θερμοῦ ἀλλοτρίου, οἷον τὸ πῦρ ἐν τῷ ἡλίῳ καὶ οἱ λύχνοι παρὰ τὸ πῦρ.
热量因枯竭(衰退)或熄灭而被破坏;熄灭是由相反者即冷和湿引起的,枯竭则是由于缺乏营养引起的,正如灯火在没有燃料和灯油时(熄灭)一样;或者是由于外部的热量引起的,正如太阳底下的火,以及大火旁的灯。
οἱ μὲν οὖν ῥιγῶντες ὑπὸ ψυχροῦ σβεννυμένου τοῦ θερμοῦ τρέμουσιν.
因此,发冷的人因为固有热量被冷熄灭而颤抖。
διὸ καὶ τοῖς προσχεομένοις τὸ θερμὸν αἱ φρῖκαι γίνονται· ἐγκατακλειόμενον γὰρ τὸ ψυχρὸν εἴσω καὶ ἀντιπεριιστάμενον ἵστησι τὰς τρίχας· καὶ τῷ ἀρχομένῳ πυρέττειν τὸ γινόμενον ῥῖγος δι’ ὁμοίαν αἰτίαν γίνεται.
所以,往身上浇温水的人也会产生战栗;因为冷气被封闭在内部并发生反包围(对抗凝集),使毛发竖立;而刚开始发烧的人所产生的恶寒也是出于类似的原因。
ἐν δὲ τῷ γήρᾳ τὸ θερμὸν μαραίνεται τῆς τροφῆς ὑπολειπούσης.
而在老年,由于营养不足,热量枯竭。
τροφὴ μὲν γὰρ ὑγρὸν τῷ θερμῷ, τὸ δὲ γῆρας ψυχρόν.
因为热量的营养是湿气,而老年是寒冷的。
οἱ δὲ οἰνόφλυγες μαραινομένης μὲν τῆς οἰκείας θερμότητος τρέμουσι, κἂν εἴ τινες ἄλλοι τοῦτο πάσχουσι διὰ τὸν οἶνον, οὐ τὸν αὐτὸν δὲ τρόπον τοῖς διὰ γῆρας, ἀλλ’ ἔτι τρίτος ἦν τρόπος τῆς τοῦ θερμοῦ φθορᾶς.
大酒徒们颤抖是因为其固有温热枯竭(如果其他任何人因酒而遭受这种病症,其方式也与因老年而起的方式不同,而是热量破坏的第三种方式)。
ὅταν γὰρ ὑπερβάλλοντι χρῶνται ἐν τῷ σώματι, πολλὴ οὖσα ἡ θερμότης ἢ ἀποσβέννυσιν ἢ ἀσθενῆ ποιεῖ τὴν οἰκείαν θερμότητα ᾗ ἰσχύομεν·
因为当他们在体内引入过量的热量时,这多余的热量要么熄灭要么削弱了作为我们力量源泉的固有温热。
ἔστι γὰρ ὅταν μὴ κρατῇ τὸ κινοῦν τοῦ κινουμένου, οἷον ὅταν ξύλον μακρὸν καὶ μέγα μὴ εὐκρατῶς ἔχῃ τις, τὸ ἄκρον τρέμει.
因为当主动动者无法支配被动动者时,正如有人无法轻松控制一根长而大的木头时,其末端就会颤抖。
γίνεται δὲ τοῦτο ἢ τῷ τὸ ἐχόμενον μεῖζον εἶναι ἢ τῷ τὸ κινοῦν ἔλαττον.
这种情况的发生,要么是因为被持之物过大,要么是因为主动动者力量过小。
συμβαίνει δὲ σβεννυμένου τοῦ θερμοῦ (δοκεῖ γὰρ αἴτιον τοῦτο εἶναι τοῦ κινεῖσθαι τοῖς ζῴοις) μὴ κρατεῖν τὴν φύσιν.
当热量(这被认为是动物运动的原因)熄灭时,自然(本性)便无法支配控制。
σημεῖον δ’ ὅτι διὰ ψυχρότητα γίνεται τὸ πάθος τοῖς οἰνόφλυξιν καὶ τοῖς πρεσβύταις, ὅτι ἄνευ ῥίγους γίνεται ὁ τρόμος.
大酒徒和老人发生这种病症是因为冷气的兆候是:这种颤抖是不带战栗而发生的。
§3.27Διὰ τί ὁ ἀκροθώραξ μᾶλλον παροινεῖ τοῦ μᾶλλον μεθύοντος καὶ τοῦ νήφοντος;
为什么微醺的人比完全醉酒的人和清醒的人更容易酒后胡闹(撒酒疯)?
ἢ ὅτι ὁ μὲν νήφων εὖ κρίνει, ὁ δὲ παντάπασιν μεθύων διὰ τὸ τὰς αἰσθήσεις ἐπιπεπλασμένας εἶναι, οὐ δυνάμενος τὸ βάρος φέρειν, οὐ κρίνει· οὐ κρίνων δὲ οὐ παροινεῖ.
是因为清醒的人判断良好,而完全醉酒的人因为感官被遮蔽(麻痹),无法承受酒精的重量,因而不作判断;而不作判断的人就不会撒酒疯。
ὁ δὲ ἀκροθώραξ κρίνει τε καὶ διὰ τὸν οἶνον κακῶς κρίνει, ὥστε παροινεῖ·
微醺的人既作判断,又因为酒而作出了错误的判断,因而酒后胡闹。
ὥσπερ καὶ Σάτυρον τὸν Κλαζομένιον ὄντα φιλολοίδορον, φεύγοντα δίκην, ἵνα ὑπὲρ τοῦ πράγματος λέγῃ καὶ μὴ λοιδορῆται, τὰ ὦτα ἐπέπλασαν, ἵνα μὴ ἀκούων εἰς λοιδορίαν τρέπηται·
正如克拉佐梅奈的萨特尤罗斯是一个喜欢辱骂他人的人,当他作为被告上法庭时,为了让他只就案情本身发言而不去辱骂他人,人们封住了他的耳朵,免得他听见后转而进行辱骂。
παυομένου δὲ τοῦ ἀντιδίκου ἀφεῖλον· μικρὰ δὲ ἀκούσας ἔτι λέγοντος οὐκ ἀπέσχετο, ἀλλὰ κακῶς ἔλεγεν, διὰ τὸ αἰσθάνεσθαι μὲν, κακῶς δὲ κρίνειν.
当原告停止发言时,人们取下了封耳物;但他听到对方还在说的片言只语,便忍不住开始辱骂,因为他虽然有所感知,却作出了错误的判断。
§3.28Διὰ τί πρὸς τὸν γλυκὺν οἶνον ἡδίω ὄντα οὐ γίνονται οἰνόφλυγες;
为什么对于更美味的甜酒,人们不会成为大酒徒?
ἢ ὅτι οὐκ ἴδιον χυμὸν ἔχει ὁ γλυκύς, ἀλλ’ ἀλλότριον;
是因为甜酒没有其自身特有的(酒的)味道,而是具有异质的味道?
φιλόγλυκυς οὖν μᾶλλον ἢ φίλοινος ἔσται ὁ κεκρατημένος.
因此,被它所征服的人与其说是爱酒者,不如说是爱甜者。

词汇与语法注释

  1. 874bτοὺς θλίβοντας — “压制/揉搓他们的人”指因剧烈震颤而试图通过按摩或按压来稳住患者的旁人。
  2. 875aἀντιπεριιστάμενον — 指亚里士多德物理学中的“反包围”(antiperistasis)现象,即外部的热量迫使体内的冷气向内聚集和浓缩。
  3. 875aτὸ κινοῦν τοῦ κινουμένου — 借助木头的比喻解释了运动控制的失效:主动动者(“τὸ κινοῦν”,指控制力或固有热量)无法支配(“μὴ κρατῇ”)被动动者(“τοῦ κινουμένου”,指身体肢体)。
  4. 875aὁ ἀκροθώραξ — “微醺的人”介于清醒(“ὁ νήφων”)与完全大醉(“ὁ μεθύων”)之间。由于他们仍有判断力但已被酒精歪曲,因而最容易酒后胡闹(“παροινεῖ”)。
  5. 875bὁ κεκρατημένος — “被征服者”在此指被甜酒的甜味所吸引、失去自控而沉溺其中的人。

引用这一段

亚里士多德, 问题集 §3.26-3.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:3.26-3.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。