Humanitext Reader

亚里士多德 · 问题集 §3.29-3.35

醉酒时的重影与言语障碍及橄榄油解酒

第 22 段,共 148 段 · 希腊语

内容简介

从热、湿和体内起点的运动等身体角度,解释了醉酒时发生的重影、舌头打结、性功能低下以及年轻人尿床的原因。此外,还探讨了橄榄油有助于防醉的原因。

§3.29Διὰ τί οἱ οἰνόφλυγες ὑπὸ τοῦ ἡλίου θερμαινόμενοι μάλιστα χαίρουσιν;
为什么大酒徒最喜欢被太阳温暖?
ἢ ὅτι δέονται πέψεως;
是因为他们需要消化?
ἔτι δὲ καὶ διὰ τὸ κατεψῦχθαι· διὸ καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἀποναρκώσεις τάχιστα μετὰ τοὺς πότους γίνονται.
而且还因为他们处于寒冷状态;因此,在饮酒之后,卒中和麻痹发生得最为迅速。
§3.30Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν ὁρῶσιν;
为什么醉酒的人在看着一个东西时,有时会觉得它变成了多个?
ἢ ὅτι αἱ ἀρχαὶ τῶν ὄψεων ἔσω μὲν κινοῦνται ὑπὸ τοῦ οἴνου, καθάπερ ἡ ὅλη κεφαλή, κινουμένων δὲ τῶν ἀρχῶν οὐκ εἰς ταὐτὸ συμβάλλουσιν αἱ ὄψεις, ἀλλ’ οἷον ἐπὶ μέρος ἑκάτερον τοῦ ὁμωμένου· διὸ δύο φαίνεται.
是因为视角的起点在内部被酒所移动,就像整个头部一样,而当起点移动时,视线无法汇聚在同一个点上,而是仿佛各自分别投向了所见之物的不同部分;因此看起来是两个。
ταὐτὸ δὴ τοῦτο γίνεται καὶ ἐάν τις κάτωθεν πιέσῃ τὴν ὄψιν· ἐκίνησεν γὰρ τὴν ἀρχὴν τῆς ὄψεως, ὥστε μηκέτι εἰς ταὐτὸ συμβάλλειν τῇ ἑτέρᾳ.
如果有人从下方按压眼睛,也会发生完全相同的事情;因为这移动了视线的起点,使其不再与另一只眼睛汇聚在同一个点上。
ἡ μὲν οὖν τοιαύτη κίνησις ἔξωθεν γίνεται, ἡ δὲ ἀπὸ τοῦ οἴνου ἔσωθεν.
因此,这种运动是从外部发生的,而由酒引起的运动是从内部发生的。
διαφέρει δ’ οὐθέν· ταὐτὰ γὰρ ποιήσει ὁπωσοῦν κινηθεῖσα.
但这并没有区别;因为无论以何种方式被移动,它都会产生同样的效果。
§3.31Διὰ τί τῶν μεθυόντων ἡ γλῶττα πταίει;
为什么醉酒之人的舌头会打结?
πότερον ὅτι καθάπερ τὸ ὅλον σῶμα ἐν τῇ μέθῃ σφάλλεται, οὕτω καὶ ἡ γλῶττα σφαλλομένη πταίει καὶ οὐ δύναται τὴν λέξιν διαρθροῦν;
是因为正如整个身体在醉酒中会摇晃一样,舌头也摇晃着打结,无法清晰地吐字?
ἢ σπογγώδης ἐστὶν ἡ τῆς γλώττης σάρξ· βρεχομένη οὖν ἐξαίρεται· τούτου δὲ συμβαίνοντος διὰ τὸ πάχος τὸ ἀπὸ τοῦ ὄγκου δυσκινητοτέρα οὖσα οὐ δύναται διακριβοῦν.
还是因为舌头的肌肉是海绵状的,被浸湿后便会膨胀起来;而当发生这种情况时,由于膨胀带来的厚度,它变得更难移动,因而无法准确发音?
ἢ διότι οὔτε ἐν τῷ ὑγρῷ δυνάμεθα λαλεῖν διὰ τὴν ἀπουσίαν τοῦ ἀέρος, οὔθ’ ὅταν εἰς τὸ στόμα λάβωμεν ὑγρόν;
或者是由于,我们既因为缺乏空气而无法在水中说话,也无法在口中含着液体时说话?
ἐν τῇ μέθῃ οὖν ἐν ὑγρῷ πολλῷ τῆς γλώττης οὔσης οὐκ ἀκριβοῦμεν τὸ δὲ μὴ ἀκριβοῦν ἐστὶ τὸ πταίειν.
因此,在醉酒中,由于舌头处于大量的液体之中,我们无法准确发音;而无法准确发音也就是所谓的打结。
ἢ διότι ἐν ταῖς μέθαις ἡ ψυχὴ συμπαθὴς γινομένη πταίει;
还是说,因为在醉酒中,灵魂受到同调影响而产生了差错?
τῆς ψυχῆς οὖν τοῦτο πασχούσης εἰκὸς καὶ τὴν γλῶτταν ταὐτὸ πάσχειν· ἀπ’ ἐκείνης γὰρ ἡ τοῦ λέγειν ἀρχή.
因此,当灵魂遭受这种情况时,舌头自然也会遭受同样的情况;因为说话的起点正是源自灵魂。
διὸ καὶ χωρὶς τῆς μέθης, ὅταν ἡ ψυχὴ πάθῃ τι, συμπάσχει καὶ ἡ γλῶττα, οἷον τῶν φοβουμένων.
所以,即使没有醉酒,当灵魂遭受某种情感时,舌头也会随之产生同调,例如那些感到恐惧的人。
§3.32Διὰ τί οἱ οἰνόφλυγες καὶ οἱ περὶ τὴν θάλατταν χαίρουσιν ἡλίῳ;
为什么大酒徒和那些在海边的人喜欢太阳?
ἢ διότι οἱ μὲν οἰνόφλυγες δέονται πέψεως, καὶ ἅμα συμβαίνει τινὰς τόπους κατεψῦχθαι;
是因为大酒徒需要消化,且同时身体某些部位变冷了?
διὸ καὶ ἀποπληξίαι καὶ ἀποναρκώσεις μετὰ τοὺς πότους.
因此在饮酒后会发生卒中和麻痹。
οἱ δὲ θαλάττιοι διὰ τὸ ἀεὶ ἐν ὑγρῷ εἶναι τοῦτο ποιοῦσιν.
而海上的人这样做是因为他们总是处于湿气之中。
§3.33Διὰ τί οἱ μεθύοντες ἀδύνατοι ἀφροδισιάζειν;
为什么醉酒的人无法进行性行为?
ἢ ὅτι δεῖ μᾶλλόν τινα τόπον ἐκθερμανθῆναι τοῦ ἄλλου σώματος, οἱ δὲ διὰ τὸ πλῆθος τῆς θερμασίας ἀδυνατοῦσιν, ἀποσβέννυται οὖν τὸ ἀπὸ τῆς κινήσεως, θερμὸν γινόμενον ὑπὸ τοῦ περιέχοντος.
是因为必须使身体的某个特定部位比其余部分更温热,而他们因为热量过多而无法做到,于是由运动产生的热量在被周围的热量加热时被熄灭了?
ἢ διότι δεῖ μὲν ἐκθερμανθῆναι τοὺς κάτω τόπους, ὁ δ’ οἶνος ἄνω πέφυκεν φέρεσθαι, ὥστε ἐκεῖ ποιεῖ τὴν θερμασίαν, ἐντεῦθεν δὲ ἀπάγει.
或者是由于,下部必须变热,而酒本性上是向上运送的,因此它在上方产生温热,并从这里将热量抽离?
καὶ μετὰ τὰ σιτία ἥκιστα ἀφροδισιαστικοί, καὶ κελεύουσιν ἀριστᾶν μὲν πολύ, δειπνεῖν δὲ ὀλίγον·
确实,在进食后人们最不适合进行性行为,因此人们建议午餐多吃,晚餐少吃。
ἀπέπτων μὲν γὰρ ὄντων ἄνω φέρεται, πεπεμμένων δὲ κάτω τὸ θερμὸν καὶ τὸ ὑγρόν· ἡ δὲ τοῦ σπέρματος γένεσις ἐκ τούτων.
因为在食物未消化时,热量向上运送,而当食物消化后,热和湿向下运送;而精子的产生正是来自这些。
καὶ οἱ κοπιῶντες ἐξονειρώττουσιν, ὅτι ὑγρὸς καὶ θερμὸς ὁ κόπος· ἐὰν οὖν ἐν τῷ τόπῳ τούτῳ γένηται ἡ περίττωσις, συμβαίνει ἐξονειρώττειν.
并且疲劳的人会遗精,因为疲劳是湿而温的;因此,如果在这个部位产生了残余物,就会发生遗精。
διὰ ταὐτὸ δὲ καὶ ἐπὶ τοῖς ἀρρωστήμασιν, ὅσοις γίνεται, συμβαίνει.
由于同样的原因,在所有发生这种情况的疾病中,也会发生类似的事。
καὶ τοῖς φοβουμένοις καὶ τοῖς ἀποθνήσκουσιν συμβαίνει ὡσαύτως.
在感到恐惧的人和临死的人身上,也同样会发生这种事。
§3.34Διὰ τί νέοι ὄντες ἐνουροῦσι μᾶλλον, ὅταν μεθυσθῶσιν, ἢ πρεσβύτεροι;
为什么年轻人喝醉时比年长的人更容易尿床?
ἢ διὰ τὸ θερμοὺς καὶ ὑγροὺς εἶναι πολὺ τὸ συρρυὲν γίνεται περίττωμα, διὰ τὸ μὴ ἀναλίσκειν τὸ σῶμα τὸ ὑγρόν, ὥστε ὑπερχεῖται· πρεσβυτέροις δὲ γινομένοις διὰ ξηρότητα τὴν ὑπερβολὴν ἀντισπᾷ τὸ σῶμα.
是因为他们既温又湿,汇聚的残余物变得很多,因为身体没有消耗这些水分,所以它溢了出来;而对于年长的人,由于干燥,身体会将过剩的水分抽回?
ἢ ὅτι μᾶλλον ὑπνωτικώτεροί εἰσιν οἱ νέοι τῶν πρεσβυτέρων;
还是因为年轻人比年长者更易入睡?
διὸ τοὺς μὲν νέους καθύπνους ὄντας λανθάνει ἡ ὁρμὴ τοῦ οὔρου ἐκπίπτουσα πρὶν διεγερθῆναι, τοὺς δὲ πρεσβυτέρους οὔ, καθάπερ οὐδὲ τῶν ἔξωθεν κινήσεων οὐδὲν ἧττόν τι λανθάνει αὐτοὺς ἢ τοὺς νέους.
因此,年轻人在熟睡中,尿意在他们醒来之前漏出时未被察觉,而年长者则不然,正如外部的任何运动对年长者造成的未察觉并不比对年轻人多。
δῆλον δέ· καὶ γὰρ αὐτοὶ οἱ νέοι ἐν τοῖς βαθυτάτοις ὕπνοις μάλιστα ἐνουροῦσιν.
这很明显;因为年轻人自己也是在最深沉的睡眠中尿床得最厉害。
§3.35Διὰ τί τὸ ἔλαιον πρὸς τὰς μέθας συμφέρει, καὶ τοῦ δύνασθαι πίνειν τὸ καταρροφεῖν;
为什么橄榄油有助于防醉,而且为了能喝酒而啜吸它也有所帮助?
ἢ διότι οὐρητικόν ἐστι καὶ τῷ πόματι προοδοποιεῖ;
是因为它有利尿作用,并为饮料预先开辟了通道吗?

词汇与语法注释

  1. §3.30αἱ ἀρχαὶ τῶν ὄψεων — αἱ ἀρχαὶ τῶν ὄψεων(视线的起点)指的是亚里士多德感觉生理学中视觉活动的源头。由于酒精使这些起点在头部内部发生移动,导致双眼的视线无法汇聚在所见之物(τὸ ὁρώμενον)的同一点上,从而解释了产生双影(重影)的物理现象。
  2. §3.31τὸ δὲ μὴ ἀκριβοῦν ἐστὶ τὸ πταίειν — 带有冠词的不定式 τὸ μὴ ἀκριβοῦν(无法准确发音)是主语,而带有冠词的不定式 τὸ πταίειν(打结、绊倒)是表语。它将醉酒时发音不清的物理现象直接定义为“舌头打结”。
  3. §3.33ἀποσβέννυται οὖν τὸ ἀπὸ τῆς κινήσεως, θερμὸν γινόμενον ὑπὸ τοῦ περιέχοντος — τὸ ἀπὸ τῆς κινήσεως(源自运动的物)作名词性使用,指性行为这种身体运动所产生的热量。这里解释了一个矛盾的物理作用:这种热量反而会因为被身体周围过剩的热量(τὸ περιέχον)过度加热而熄灭(ἀποσβέννυται)。
  4. §3.34καθάπερ οὐδὲ τῶν ἔξωθεν κινήσεων οὐδὲν ἧττόν τι λανθάνει αὐτοὺς ἢ τοὺς νέους — 该句通过比较级 ἧττον(更少)与双重否定(οὐδέ... οὐδέν)的结合,表达了“外部的运动被年长者忽略的程度,绝不比被年轻人忽略的程度多(即年长者更容易察觉外部运动)”这一肯定的对比关系。

引用这一段

亚里士多德, 问题集 §3.29-3.35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:3.29-3.35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。