Humanitext Reader

亚里士多德 · 问题集 §3.20-3.25a

极度醉酒时的视觉紊乱与身体影响

第 20 段,共 148 段 · 希腊语

内容简介

本章节通过视线运动解释了极度醉酒时事物旋转及无法数清远处物体的现象,并探讨了饮酒量与浓度对肠胃干燥及宿醉的影响、过量饮用纯酒致死的危险、醉酒者的易哭性、酒杯大小与醉酒的关系,以及醉酒时失眠的生理机制。

§3.20Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης μᾶλλον τῆς μέθης ἀριθμεῖν τὰ πόρρω οὐ δύνανται;
为什么对极度醉酒的人来说,一切事物似乎都在旋转,而在醉意已经更深地袭来时,他们就无法数清远处的东西?
διὸ καὶ σημεῖον τῆς μέθης ποιοῦνται αὐτό τινες.
因此,有些人甚至将这作为醉酒的标志。
ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις;
还是因为视线被酒的温热频繁地扰动?
ὥσπερ οὖν ὅταν ὑποθῇ τις ὑπὸ τὸν ὀφθαλμόν, δύο φαίνεται, οὕτω καὶ τοῖς μεθύουσιν.
正如有人把手指按在眼睛下方时,事物看起来就会重叠,醉酒的人也是如此。
οὐθὲν γὰρ διαφέρει, ἐὰν μὲν ὑποθῇ, κινῇ δὲ τὴν ὄψιν, οὐδ’ ἐὰν ἔξωθεν ἢ ἔσωθεν· ἀμφοτέρως γὰρ τὸ αὐτὸ πάσχει ἡ ὄψις.
因为无论是按在眼下移动视线,还是从外部或内部移动,都没有什么区别;因为在这两种情况下,视线所受到的影响都是相同的。
ὥστε οὐ δόξει μένειν τὸ ὁρώμενον, καὶ τὸ πόρρωθεν ἔτι μᾶλλον· ἔτι γὰρ ἧττον κρατεῖ ἀποτεινομένης τῆς ὄψεως, καὶ πλέον τὸ διάστημα ἐπὶ τῷ ἄκρῳ ποιεῖ ἡ ἐγγὺς αὕτη κίνησις.
结果,所见之物看起来不会保持静止,远处的东西更是如此;因为当视线向远延伸时,对它的控制力就更加减弱,这种近处的运动在末端产生了更大的偏差。
ἂν δὲ σφόδρα κινῆται καὶ ὁμαλῶς ἄνω καὶ κάτω, ἧττον κρατήσει τοῦ πόρρω.
如果视线剧烈且上下均匀地运动,对远处物体的把握就会更弱。
πάντα δὲ ἀποτεινόμενα κύκλῳ φέρεται, οἷον οἱ ὀϊστοὶ καὶ τὰ καταρτώμενα.
所有向远延伸的事物都是呈圆周运动的,例如飞箭和落物。
καὶ ἡ ὄψις οὖν δι’ ἀσθένειαν ταὐτὸ πάσχει ὥσπερ ἂν εἰ πόρρω ἐφέρετο.
因此,视线由于虚弱,也承受着与它向远方运动时相同的效果。
διαφέρει δ’ οὐθὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι.
视线运动还是所见之物运动,并没有什么区别;因为在产生视觉表象方面,它们的效果是相同的。
§3.21Διὰ τί, ὅταν ἀθρόως πίνωσι, ξηρότεραι αἱ κοιλίαι γίνονται, ὅτε δεῖ ὑγραίνεσθαι μᾶλλον ὑπὸ τοῦ πλείονος;
为什么当他们一口气喝下大量酒水时,胃肠反而变得更干燥,而此时本应因饮量较多而更湿润?
ἢ ὅτι τοῦ μὲν πολλοῦ καὶ ἀθρόου οὐ κρατεῖ ἡ κοιλία, ἀλλ’ εἰς τὸν αὑτοῦ ἔρχεται τόπον ἀπαθές;
还是因为胃肠无法控制大量且一次性饮下的水分,导致它没有发生变化就直接进入了它自己的地方?
ἔστιν δὲ ὑγροῦ τόπος ἀπέπτου ἡ κύστις.
而未消化的液体的去处就是膀胱。
τοῦ δὲ ὀλίγου κρατεῖ καὶ πέττει, ὥστε μένον ὑγραίνει.
相反,胃肠能够控制并消化少量的水分,使其停留并起到润泽作用。
§3.22Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ εὔκρατον πίνοντες ἢ οἱ ἄκρατον;
为什么喝比例适中的稀释酒的人比喝纯酒的人更容易宿醉?
ἢ διὰ τὴν λεπτότητα εἰς πλείους τόπους ὁ κεκραμένος εἰσέρχεται, καθάπερ ἐν τοῖς ἱματίοις, καὶ ἔστι δυσεξαγωγότερος·
还是因为稀释的酒由于其稀薄,会像渗透衣物一样,进入到更多的地方,并且更难排出?
τὸ δὲ ὕδωρ λεπτομερέστερον μέν, ἀλλ’ εὐέξοδον.
水虽然由更微小的部分组成,但容易排出。
ἢ διότι ἔλαττον πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύνασθαι, καὶ μᾶλλον ἀπεμοῦσιν;
或者是因为他们由于无法承受而较少饮用纯酒,并且更容易呕吐?
ἔτι δὲ συμπέττει τὰ λοιπά.
此外,纯酒还能帮助消化胃中剩余的食物。
ταὐτὸ δ’ ἐστὶ πρόβλημα.
这是同一个问题。
§3.23Διὰ τί ὑπὸ τοῦ ἀκράτου ἀποθνήσκουσιν, ἐάν τις προϊσχνάνας πολὺ πίῃ;
为什么在事先让身体消瘦之后,如果有人饮用大量纯酒,就会因此丧命?
καὶ μὴ προϊσχνάναντες δὲ πολλοὶ τῶν φιλοπότῶν ἀθρόον πολὺ πιόντες ξηροὶ γίνονται· δοκεῖ γὰρ ὅ τε οἶνος τῶν θερμῶν εἶναι τὴν φύσιν καὶ τὸν ζῆν, τὸ δὲ ἀποθνήσκειν κατάψυξις.
而且即使没有事先消瘦,许多嗜酒之人在一次性喝下大量纯酒后,身体也会变得干枯;因为人们认为酒的本性是温热的,生命也是温热的,而死亡则是冷却。
ἢ ὥσπερ καὶ ἀπὸ τοῦ κωνείου, σβεννυμένου κατὰ μικρὸν τοῦ θερμοῦ τοῦ οἰκείου, ἀλλὰ τρόπον ἕτερον·
还是说这就像服食毒参一样,自身的自然之热被渐渐熄灭,只是方式不同?
τὸ μὲν γὰρ τῇ ψυχρότητι πήγνυσιν τὸ ὑγρὸν καὶ θερμόν, ὁ δ’ οἶνος τῇ θερμότητι τῇ αὑτοῦ μαραίνει τὴν φυσικὴν θερμότητα.
因为毒参因其寒冷而使湿气和热量凝固,而纯酒则因其自身的热量而枯竭了自然的温热。
ὥσπερ οὖν ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ ἡλίου τὸ ὀλίγον πῦρ ἀποσβέννυται, οὕτω καὶ ἡ ἐν τοῖς σώμασιν θερμότης ὑπὸ τῆς ἐν τῷ οἴνῳ, ἐὰν ὑπερβάλῃ.
因此,正如微弱之火会被大火和太阳光熄灭一样,一旦酒中的热量过剩,体内的温热也会被其熄灭。
§3.24Διὰ τί οἱ μεθύοντες ἀριδάκρυοι μᾶλλον;
为什么醉酒的人更容易流泪?
ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ γίνονται·
还是因为他们变得温热且湿润?
ἀκρατεῖς οὖν εἰσίν, ὥστε ὑπὸ μικρῶν κινεῖσθαι.
因此他们失去了自我控制,以至于会被微不足道的事情所触动。
§3.25Διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι;
为什么用大杯痛饮的人反而不易醉?
πάντων γὰρ ταὐτὸ αἴτιον ἡ κατάκρουσις, τουτέστιν ἐπιπολῆς.
因为所有这些的原因都在于向下拍击,也就是在表面作用。
τὸ μὲν γὰρ μεθύειν ἐν τοῖς περὶ κεφαλὴν τόποις.
因为醉酒发生在头部周围的区域。
§3.25aΔιὰ τί τοῖς μεθύουσιν οὐκ ἐγγίνεται ὕπνος;
为什么醉酒的人无法入睡?
ἢ ὅτι δεῖ πρὸς τοὺς ὕπνους ὑγρότητα ἐνυπάρχειν θερμήν;
还是因为入睡需要体内存在温热的湿气?
αὕτη γὰρ εὔπεπτος.
因为这种湿气是易于消化的。
ἂν δὲ μὴ ἐνῇ ὑγρότης ὀλίγη ἢ δύσπεπτος, οὐ γίνεται ὕπνος.
但如果没有湿气,或者只有极少且难以消化的湿气,就无法入睡。
διὸ ἐν τοῖς κόποις καὶ μετὰ τὰ σιτία καὶ τοὺς πότους ὑπνωτικώτατοι γίνονται ὑπὸ τῆς θέρμης.
因此,在疲劳时以及在饮食之后,人们会因为温热而最容易产生睡意。
τοῖς δὲ μελαγχολικοῖς καὶ τοῖς μεγάλας πυρίας † ἀγρυπνία, τοῖς μὲν ὅτι κατέψυκται τὸ ὑγρόν, τοῖς δὲ ὅτι οὐκ ἔστιν ἢ ὀλίγον.
然而,对于忧郁质的人以及在大量出汗之后的人,则会出现失眠,前者是因为湿气被冷却,后者是因为没有湿气或只有极少。
φανερὸν οὖν ὅτι εἰς ταῦτα βλεπτέον καθ’ ἕτερον τῶν παθῶν.
显而易见,我们必须根据这些病症中的某一种来考察这些现象。

词汇与语法注释

  1. §3.20ἁπτομένης μᾶλλον τῆς μέθης — 这是一个属格绝对结构。不及物动词 ἅπτομαι 具有“触及”、“侵袭”或“产生影响”的意思,因此此处译为“随着醉意更深地袭来(对身体产生影响)”。
  2. §3.20ὑποθῇ τις — 动词 ὑποθῇ 后面省略了表示“手指”(如 δάκτυλον)的宾语,意为“(将手指)置于……之下”。结合随后的 κινῇ δὲ τὴν ὄψιν(移动视线),这指的是通过物理按压眼球下方来使视线产生偏差的实验。
  3. §3.20πλέον τὸ διάστημα ἐπὶ τῷ ἄκρῳ ποιεῖ ἡ ἐγγὺς αὕτη κίνησις — 该句的主语是 ἡ ἐγγὺς αὕτη κίνησις(近处的这种运动),动词是 ποιεῖ(产生),宾语是 πλέον τὸ διάστημα(更大的距离/偏差),由 ἐπὶ τῷ ἄκρῳ(在末端)所修饰。它解释了结合几何学和光学原理:眼睛近处的微小运动,在视线延伸的远端(末端)会产生按比例放大的偏差。
  4. §3.23προϊσχνάναντες — 这是动词 ισχναίνω(使变瘦、变细)的主动不定过去时分词。此处指通过节食或治疗等方式,事先使自己的身体处于消瘦、虚弱或饥饿的状态下。
  5. §3.25ταῖς μεγάλαις — 阴性复数与格形容词,其后省略了表示“杯子”的阴性名词 κώθωσι(κώθων 的复数与格)。

引用这一段

亚里士多德, 问题集 §3.20-3.25a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:3.20-3.25a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。