Humanitext Reader

亚里士多德 · 问题集 §3.1-3.5

饮酒引发畏寒、醉态与手发抖的生理机理

第 16 段,共 148 段 · 希腊语

内容简介

本章探讨了饮酒对生理和心理的影响,解释了醉酒者为何怕冷、微醉者为何比大醉者更易胡闹,以及宿醉、不育和由于体内自然热量熄灭与燃料枯竭导致大酒鬼发抖的机制。

§3.1Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσιν, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων;
为什么醉酒的人尽管葡萄酒是温热的,却容易怕冷,并且极快地患上胸膜炎及此类疾病?
ἢ διότι πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ ψυχρὸ γίνεται, ὥστε κρατεῖν τῆς φυσικῆς θερμότητος;
还是因为如果大量的湿气被冷却,它就会变得非常寒冷,以至于压倒了身体的自然热量?
γίνεται γὰρ ὅμοιον ὡσπερανεὶ ἐσθὴς βεβρεγμένη εἴη ὑγρῷ ψυχρῷ, οὕτως ἡ σὰρξ ἔνδοθεν.
因为肌肉内部的状态变得就好像衣服被冰冷的湿气浸湿了一样。
§3.2Διὰ τί οὐχ οἱ σφόδρα μεθύοντες παροινοῦσιν, ἀλλ’ οἱ ἀκροθώρακες μάλιστα;
为什么醉酒胡闹的不是极度醉酒的人,而是那些微醉的人?
ἢ ὅτι οὔθ’ οὕτως ὀλίγον πεπώκασιν ὥστε ὁμοίως ἔχειν τοῖς νήφουσιν, οὔθ’ οὕτως ὥστε διαλύεσθαι, ὅπερ πάσχουσιν οἱ πολὺ πεπωκότες;
还是因为他们既没有喝得太少以至于处于和清醒者一样的状态,也没有喝得太多以至于处于麻痹的状态,而后者正是那些喝得极多的人所经历的?
ἔτι οἱ μὲν νήφοντες μᾶλλον ὀρθῶς κρίνουσιν, οἱ δὲ σφόδρα μεθύοντες οὐδ’ ἐγχειροῦσι κρίνειν· οἱ δὲ ἀκροθώρακες κρίνουσι μὲν διὰ τὸ μὴ σφόδρα μεθύειν, κακῶς δὲ διὰ τὸ μὴ νήφειν, καὶ ταχὺ τῶν μὲν καταφρονοῦσιν, ὑπὸ τῶν δὲ ὀλιγωρεῖσθαι δοκοῦσιν.
此外,清醒的人判断得更正确,极度醉酒的人甚至不试图去判断;而微醉的人因为没有极度醉酒而进行判断,但又因为不清醒而判断错误,于是他们很快就会轻视某些人,并认为自己被另一些人轻视。
§3.3Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ ἀκρατέστερον πίνοντες ἢ οἱ ὅλως ἄκρατον;
为什么饮酒更无节制的人比完全喝纯酒的人更容易宿醉?
πότερον διὰ τὴν λεπτότητα ὁ κεκραμένος μᾶλλον εἰσδύεται εἰς πλείους τόπους καὶ στενωτέρους, ὁ δὲ ἄκρατος ἧττον, ὥστε δυσεξαγωγότερος ὁ κεκραμένος;
是因为由于其稀薄,混合过的酒更容易渗透到更多且更狭窄的地方,而纯酒则较少,因此混合过的酒更难排出?
ἢ διότι ἐλάττω πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύνασθαι, καὶ ἀπεμοῦσι μᾶλλον;
还是因为他们因无法承受而喝较少的纯酒,并且更容易呕吐?
ἔτι δὲ συμπέττει τὰ λοιπὰ θερμότερος ὤν, καὶ αὐτὸς αὑτὸν· ὁ δὲ ὑδαρὴς τοὐναντίον.
此外,纯酒更热,能消解剩余的食物以及其自身,而多水的酒则相反?
§3.4Διὰ τί τῶν οἰνοφλύγων τὸ σπέρμα οὐ γόνιμον ὡς ἐπὶ τὸ πολύ;
为什么大酒鬼的精液通常没有生育能力?
ἢ ὅτι ἡ κρᾶσις τοῦ σώματος ἐξύγρανται;
还是因为身体的混合体质变得过度潮湿?
τὰ δὲ ὑγρὰ σπέρματα οὐ γόνιμα, ἀλλὰ τὰ συνεστῶτα καὶ πάχος ἔχοντα.
因为潮湿的精液没有生育能力,而凝结且具有黏稠度的精液才有生育能力。
§3.5Διὰ τί οἱ οἰνόφλυγες τρέμουσιν, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν;
为什么大酒鬼会发抖,而且喝纯酒越多就抖得越厉害?
ἔστιν δὲ ὁ μὲν οἶνος θερμαντικόν, ὁ δὲ τρόμος γίνεται μάλιστα ἀπὸ ψυχροῦ· διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν.
虽然葡萄酒具有加热性质,但发抖主要是由寒冷引起的;因此,受冻的人抖得最厉害。
πολλοῖς δ’ ἤδη χρωμένοις μόνον ἀκράτῳ τροφῆς χάριν τρόμοι ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς † φλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον.
事实上,对于许多仅为了营养而饮用纯酒的人,已经发生了剧烈的发抖,以至于他们扔掉了手中拿的东西,而且在温水中洗澡时也毫无感觉。
ἢ ὅτι γίνεται μὲν ὁ τρόμος διὰ κατάψυξιν, γίνεται δὲ ἢ περιισταμένου ἐντὸς τοῦ θερμοῦ διὰ τὸ ἐκτὸς ψῦχος, οἶον τοῦ χειμῶνος, ἢ σβεννυμένου τοῦ κατὰ φύσιν θερμοῦ, σβεννυμένου μὲν τῷ ἐναντίῳ, ἢ διὰ χρόνον, οἷον γῆρας, ἢ τῇ τοῦ ἀλλοτρίου θερμοῦ ὑπερβολῇ, ὃ συμβαίνει τῷ ἐν τῷ ἡλίῳ ἢ πυρὶ καιομένῳ.
还是因为发抖是由冷却引起的,而冷却的发生,要么是因为外部寒冷导致热量被困在内部(如在冬天),要么是因为自然热量被熄灭? 自然热量熄灭要么是因为其相反物,要么是因为时间(例如衰老),要么是因为外部热量的过度(这发生在被太阳晒伤或在火中烧伤的人身上)。
συμβαίνει δὲ τοῦτο καὶ τοῖς τῷ ἀκράτῳ οἴνῳ χρωμένοις.
这同样发生在饮用纯酒的人身上。
ὢν γὰρ θερμός τις, ὅταν ὑπερτείνηται δυνάμει τῇ τοῦ σώματος οἰκείᾳ θερμότητι μιγνύμενος, ἀποσβέννυσιν αὐτό· σβεσθέντος δὲ καὶ ψυχθέντος τοῦ σώματος συμβαίνει τοὺς τρόμους γίνεσθαι.
因为葡萄酒本身是热的,当它与身体固有的热量混合时,若其力量压倒了身体的热量,就会将其熄灭;当身体的热量被熄灭并冷却时,就会发生发抖。
ἔστιν δὲ καὶ παρὰ πάντα τὰ εἰρημένα ἄλλος τρόπος καταψύξεως.
除了上述所有情况之外,还有另一种冷却的方式。
ἀναιρεθείσης δὲ τῆς ὕλης, ᾗ τὸ θερμὸν ἑκάστῳ τρέφεται, συμβαίνει καὶ τὸ θερμὸν φθείρεσθαι.
当供养每个人体内热量的物质被夺走时,热量本身也会被破坏。
τοῦτο δὲ ἐπὶ μὲν τῶν ἀψύχων ἐπὶ τοῦ λύχνου ἐστὶ φανερόν (τοῦ γὰρ ἐλαίου ἀναλωθέντος συμβαίνει σβέννυσθαι τὸ φῶς), ἐπὶ δὲ τῶν ἐμψύχων τό τε γῆρας ταὐτὸ ποιεῖ τοῦτο καὶ τῶν νόσων αἱ μακραὶ καὶ συντηκτικαί.
这在无生物中以油灯为例是显而易见的(因为当油被消耗殆尽时,光就会熄灭),而在生物中,衰老以及长期消耗性的疾病也会产生同样的结果。
ἀναιρουμένης γὰρ ἢ λεπτυνομένης τῆς τοῦ θερμοῦ τροφῆς ἐκλύειν αὐτὸ συμβαίνει.
因为当热量的养分被夺走或变稀薄时,热量就会减弱。
ὑγρῷ μὲν γὰρ τρέφεται τὸ θερμόν, τούτῳ δὲ οὐ τῷ τυχόντι, ἀλλὰ λείῳ καὶ πλείονι.
因为热量是由湿气滋养的,而且不是随意的湿气,而是光滑且充足的湿气。
διὸ τοῖς νοσοῦσι τὰς εἰρημένας νόσους καὶ πρεσβυτέροις φθειρομένου τοῦ τοιούτου καὶ ἀλλοιουμένου (δριμὺ γὰρ καὶ αὐχμηρὸν ἀντὶ λείου καὶ λιπαροῦ γίνεται) συμβαίνει ἐκλείπειν αὐτό.
因此,对于患有上述疾病的人和老年人,由于这种湿气被破坏和改变(因为变为了辛辣和干枯,而不是光滑和油润),热量就会衰竭。
σημεῖον δὲ τῶν εἰρημένων ἐστὶν αἱ γινόμεναι βοήθειαι τοῖς μαράνσει τὸν βίον ἐκλείπουσιν· ὅ τι γὰρ ἂν ἐπιστάζῃ τις αὐτοῖς τῶν τροφωδῶν ὑγρῶν, προσαναφέρεσθαι συμβαίνει· τὸ δὲ ὀπτικὸν αὐτῶν, ὡς τῇ τοῦ τοιούτου ἐκλείψει γινομένης τῆς διαλύσεως.
上述说法的证据是对那些因衰弱而生命垂危的人所给予的救助;因为无论人们向他们滴入什么营养液体,他们都能苏醒过来;而他们的视力也同样如此,仿佛是因为这种湿气的衰竭而导致了生命解体。
ἔοικεν δὲ τοῖς ἀκρατοποτοῦσι τοῦτ’ εἶναι αἴτιον.
这似乎也是饮用纯酒者发抖的原因。
ὢν γὰρ θερμὸς ὁ οἶνος μετὰ τῆς φύσει ὑπαρχούσης θερμότητος μᾶλλον ἀναλίσκει τὰ ἐν τῷ σώματι ὑπάρχοντα ἐφόδια τῷ οἰκείῳ θερμῷ.
因为葡萄酒是热的,与体内自然存在的温热结合后,会更多地消耗体内为了自身热量而存在的储备。
διὸ συμβαίνει τοὺς μὲν ὑδρωπικοὺς αὐτῶν γίνεσθαι, τοὺς δὲ ῥευματικούς, τοὺς δὲ εἰς τὴν κοιλίαν.
因此,他们中有些人变得患有水肿,有些人患有卡他,有些人的病症表现在肠胃上。
τά τε γὰρ λοιπὰ αὐτοῖς ὑγρὰ δριμέα ἐστίν, καὶ τὰ εἰσιόντα δι’ ἀσθένειαν τοῦ οικείου θερμοῦ ἁπαλὰ ὄντα οὐ παχύνεται.
因为他们体内剩余的湿气是辛辣的,而摄入的食物由于自身热量的软弱,虽然温和,却无法被浓缩。
ἀσθενὲς δέ ἐστι τὸ θερμὸν τῷ τὴν ὕλην εἶναι τοιαύτην ἐν ᾧ ἔτι σῴζεται, καθάπερ τὸ καλάμινον πῦρ· καὶ γὰρ τοῦτο διὰ τὴν τῆς ὕλης ἀσθένειαν ἀσθενέστερόν ἐστι τοῦ ξυλίνου.
热量之所以软弱,是因为它赖以保存的物质是那样的,就如同芦苇之火;因为芦苇之火由于其物质的软弱,确实比木柴之火更为软弱。

词汇与语法注释

  1. 3.1θερμοῦ ὄντος τοῦ οἴνου — 属格绝对,意为“尽管葡萄酒是温热的”。它强调了葡萄酒普遍公认的“温热”属性与醉酒者实际经历的“怕冷”(dúsrigoi)现象之间的让步或对比关系。
  2. 3.2οἱ ἀκροθώρακες — 原意为“铠甲防护及至胸部顶端的人”,指“微醉(半醉)的人”。它指代介于完全清醒与因豪饮而完全处于麻痹状态(dialúesthai)之间的中间状态。
  3. 3.3ἀκρατέστερον — akratḗs(无节制、无自制力)的比较级。由于上下文建立了混合酒(kekraménos)与纯酒(ákratos)之间的对比,它在此暗示因为易于多饮而“更无节制地”喝稀释过的酒,或者指代那些喝“较淡”(更稀释)的酒的人。
  4. 3.5ὑπερτείνειται ... ἀποσβέννυσιν αὐτό — 主语是“葡萄酒”(ho oinos)。它描述了亚里士多德物理学中的机制:外部过度的热量(纯葡萄酒的热量)在与身体固有的自然热量(oikeía thermótēs)混合时,由于其力量过于强大(hyperteínetai),反而会将其熄灭(aposbénnysin),从而导致反直觉的冷却效应。
  5. 3.5τῷ τὴν ὕλην εἶναι τοιαύτην — 由表示原因的与格定冠词 `τῷ` 引导的带定格主语的不定式从句(tēn hylēn eīnai toiaútēn),意为“由于(其赖以保存的)物质是那样的”。这一构文解释了热量软弱的物理成因。

引用这一段

亚里士多德, 问题集 §3.1-3.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:3.1-3.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。