§2.36Διὰ τί τῶν ἱδρώτων διὰ θερμασίαν γινομένων πρὸς τὸ πολὺ πῦρ ἧττον ἱδροῦμεν;
为什么因受热而产生的出汗中,在面对大火时我们反而出汗较少?
ἢ διότι ἤτοι σφόδρα θερμαινομένου τοῦ σώματος εἰς πνεύματα ὑγρὰ διαλύεται, ἢ ἐκπίπτοντος τοῦ ὑγροῦ καὶ ταχὺ περιξηραινομένου τὴν αἴσθησιν οὐ λαμβάνομεν;
还是因为当身体被剧烈加热时,湿气被分解成了湿润的气体,或者因为湿气虽然排出,却迅速被周围烤干,以至于我们没有感觉到?
§2.37Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος, ἐὰν μηδὲν περίβλημα ἔχωμεν,. . . ἱδρῶτες γίνονται τοῖς ἱματίοις ἱματίοις εριστελλομένοις;
为什么太阳更热时,如果我们没有任何覆盖物,在用衣服紧裹身体时却会出汗?
καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ προτέρῳ.
关于这一点,我们将说明与前一个问题相同的原因。
§2.38Διὰ τί τῶν ὀξειῶν κινήσεων μᾶλλον θερμαίνειν δοκουσῶν, τῶν δὲ νωθρῶν ἧττον, αἱ πρὸς τὸ σιμὸν πορεῖαι νωθρότεραι οὖσαι ἱδρῶτάς τε μᾶλλον ἐκκρίνουσιν καὶ τὸ πνεῦμα προσιστᾶσιν, ὡς θερμαίνουσαι μᾶλλον τῶν κατάντων;
为什么虽然急速的运动似乎能产生更多热量,而迟缓的运动产生较少,但上坡的步行虽然更迟缓,却比下坡更加发热,从而分泌出更多汗水并使呼吸急促?
ἢ ὅτι τοῖς βάρεσιν εἰς τὸ κάτω φέρεσθαι κατὰ φύσιν ἐστίν, εἰς δὲ τὸ ἄνω παρὰ φύσιν.
还是因为对于重物来说,向下运动是顺应自然的,而向上运动是违背自然的?
ἡ οὖν τοῦ θερμοῦ φύσις ἡ φέρουσα ἡμᾶς πρὸς μὲν τὰ κατάντη οὐθὲν συμπονεῖ, πρὸς δὲ τὰ σιμὰ φορτηγοῦσα διατελεῖ.
因此,携带我们运动的体内热量的本性,在下坡时完全无需费力,而在面对上坡时则持续承受着重荷。
ὥστε διὰ μὲν τὴν τοιαύτην κίνησιν ἐκθερμαίνεται, καὶ μᾶλλον τοὺς ἱδρῶτας ἐκκρίνει, καὶ τὸ πνεῦμα προσίστησιν.
所以,由于这种运动,身体被加热,从而分泌更多汗水,并使呼吸急促。
συμβάλλεται δέ τι ἐν ταῖς πορείαις καὶ ἡ τοῦ σώματος σύγκαμψις πρὸς τὸ μὴ εὐθυπορεῖν τὸ πνεῦμα προσιστᾶσα.
此外,在步行中身体的弯曲也起到了一定的作用,它使呼吸无法直通,从而导致呼吸急促。
§2.39Διὰ τί τῶν ἱδρώτων γινομένων, ὅσῳ ἂν ἐπιβάλληταί τις μᾶλλον, οὐχ οἱ τὰ πλεῖστα τῶν ἱματίων ἐπιβαλλόμενοι ἱδροῦσι;
为什么出汗时,人覆盖得越多越出汗,但盖着最多衣服的人却不是出汗最多的?
καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ ἐπάνω.
关于这一点,我们将说明与上面相同的道理。
§2.40Διὰ τί τῶν σωμάτων ξηροτέρων ὄντων τοῦ θέρους ἢ τοῦ χειμῶνος, ἱδρωτικωτέρως διακείμεθα τοῦ θέρους;
为什么夏天的身体比冬天更干燥,我们却在夏天更容易出汗?
ἢ ὅτι τοῦ μὲν θέρους ἀραιῶν τῶν σωμάτων ὄντων τὸ τῆς φύσεως θερμὸν οὐ πολὺ κατέχεται;
还是因为在夏天,由于身体毛孔稀疏,体内的自然热量不会被大量扣留?
διαλύει οὖν τὰ ὑγρὰ εἰς πνεῦμα.
因此它将湿气分解为气体。
τοῦ δὲ χειμῶνος πεπυκνωμένων ἐκτὸς τῶν σωμάτων, πολὺ κατειλημμένον τὸ τῆς φύσεως θερμὸν εἰς πνεῦμα οὐ διαλύει τὰ ὑγρὰ.
而在冬天,由于身体外部紧密收缩,大量被保留的自然热量并不会将湿气分解为气体。
ἔτι δὲ καὶ τοῦ μὲν θέρους πολὺ προσφερόμεθα τὸ ὑγρόν, τοῦ χειμῶνος δὲ τοὐναντίον.
此外,在夏天我们摄入很多水分,而在冬天则相反。
§2.41Διὰ τί οἱ ἀπὸ τοῦ αὐτομάτου γινόμενοι τοῖς ὑγιαίνουσιν ἱδρῶτες φαυλότεροι δοκοῦσιν εἶναι τῶν ὑπὸ τῶν πόνων;
为什么健康人自发产生的汗水,似乎比因劳作而产生的汗水更差?
ἢ ὅτι οἱ μὲν πόνοι ἀπαντλοῦντες ἀεὶ τὸ περιττεῦον ὑγρὸν ξηροτέραν τὴν σάρκα παρασκευάζουσιν, ὥστε τὰς κοιλίας τῶν πόρων ὑγιεινὰς εἶναι καὶ τῇ τοῦ θερμοῦ ἠθίσει μηδεμίαν ἔμφραξιν γίνεσθαι, οἱ δ’ αὐτόματοι μὲν προσαγορευόμενοι ἱδρῶτες, γινόμενοι δ’ ἐξ ἀνάγκης, ὅταν ὑπὸ πλείονος ὑγρασίας συγχεομένων τῶν τῆς φύσεως πόρων τὰ θερμὰ μὴ παντελῶς καταλαμβάνηται, ἀλλ’ ἔτι ἀπομάχεσθαι καὶ ἐκκρίνειν αὐτὸ δύνηται, εὐλόγως νόσου σημεῖα φαίνεται.
还是因为劳作总是汲走多余的湿气,使肌肉保持较干燥的状态,从而使毛孔的管道保持健康,在热量渗出时不会产生任何阻塞? 而所谓的自发性汗水,虽是在必然下产生的,即当由于水分过多导致自然毛孔被阻滞,体内的热量虽未完全被压制,但仍能反抗并排出水分时产生的,因此理所当然地被视为疾病的征兆?
τότε γὰρ ὑπὸ πλείονος ὑγρασίας ἢ τοῦ συμμέτρου κατὰ φύσιν ψύχεται, ἥ τε σὰρξ δίομβρος γενομένη τὴν κακίστην πρὸς ὑγίειαν διάθεσιν λαμβάνει.
因为在那个时候,由于超过自然适度的过多湿气,身体被冷却,而肌肉变得像被雨淋透一样,陷入了对健康最不利的状态。
§2.42Διὰ τί τοῦ χειμῶνος ἱδρῶτες ἧσσον γίνονται, καὶ ἡμεῖς οὐχ ὁμοίως παρασκευάζειν βουλόμεθα, ὑγροτέρων ὄντων τῶν σωμάτων τοῦ χειμῶνος;
为什么冬天汗水产生较少,我们也不想同样去促使出汗,尽管冬天身体更加湿润?
ἢ ἧσσον μὲν ἱδροῦμεν, ὅτι τὰ ὑγρὰ τοῦ χειμῶνος πέπηγε καὶ συνέστηκε σφόδρα· δυσδιαλυτώτερα οὖν.
还是因为我们出汗较少,是因为冬天的湿气被冻结且极度凝聚,因而较难分解?
οὐχ ὑπολαμβάνομεν δὲ δεῖν ἱδρωτοποιεῖσθαι τοῦ χειμῶνος, διότι ἡ τοιαύτη διάθεσις ὑγιεινή.
我们认为在冬天不应当促使出汗,是因为身体的这种状态是健康的?
ὁ δὲ τοὺς ἱδρῶτας ἐμποιῶν τήκει καὶ συγχεῖ τὴν ἕξιν·
因为产生汗水会融化并破坏体质。
ἔτι τε καὶ ἀραιοτέραν τοῦ προσήκοντος ἐμποιῶν τό τε ἐντὸς θερμὸν ἀποκρίνων ἔλαττον ποιεῖ, ὥστε μὴ ὁμοίως δύνασθαι τῷ περιέχοντι ψυχρῷ ἀντιτετάχθαι· τό τε ἐκτὸς ὑγρὸν ῥᾳδιέστερον παρεμπεσεῖται τοῖς σώμασιν, ἀραιῶν τῶν πόρων διὰ τὰς ἱδρωτοποιίας 〈ὄντων〉.
此外,通过使皮肤变得比适度更加稀疏,并分离和减少内部的热量,使之无法同样抵抗周围的寒冷;同时,由于发汗导致毛孔变得稀疏,外部的湿气将更容易侵入身体。