§3.6Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσι, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων νόσων;
为什么醉酒的人尽管葡萄酒是温热的,却容易怕冷,并且极快地患上胸膜炎及此类疾病?
ἢ ὅτι τὸ πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ ψυχρὸν γίνεται, ὥστε κρατεῖ τῆς φυσικῆς θερμότητος.
还是因为如果大量的湿气被冷却,它就会变得非常寒冷,以至于压倒了身体的自然热量?
πάντα δὲ τὰ ὑγρότερα θερμότερά ἐστι τὴν φύσιν.
因为所有更湿润的东西在本性上都更温热。
σημεῖον δέ· θερμαίνεται μὲν γὰρ τοῖς ἐκτός, ὑγραίνεται δὲ οὔ.
其证据是:它们会被外部事物加热,却不会被外部事物湿润。
εἰ δ’ ἧττόν ἐστι θερμά, καὶ ἀπολείπει δῆλον ὅτι θᾶττον αὐτὰ ἡ θερμότης ἢ ὑγρότης, ὥστε λειφθέντων ψυχρῶν ὑγρῶν εἰκότως ῥιγοῦσίν τε μᾶλλον οἱ μεθύοντες καὶ τὰ τοῦ ῥίγους οἰκεῖα πάσχουσι πάθη.
如果它们不够温热,显然热量会比湿气更快地离开它们,因此,在冰冷的湿气被留下后,醉酒的人自然会更感到寒冷,并遭受寒冷特有的病痛。
§3.7Διὰ τί οἱ μὲν παῖδες θερμοὶ ὄντες οὐ φίλοινοί εἰσι, Σκύθαι δὲ καὶ οἱ ἄνδρες οἱ ἀνδρεῖοι θερμοὶ ὄντες φίλοινοι;
为什么孩子们虽然是温热的却不喜好饮酒,而斯基泰人和勇敢的男子虽然是温热的却喜好饮酒?
ἢ ὅτι οἱ μὲν θερμοὶ ὄντες καὶ ξηροί (ἡ γὰρ τοῦ ἀνδρὸς ἕξις τοιαύτη), οἱ δὲ παῖδες ὑγροὶ καὶ θερμοί.
还是因为后者是温热且干燥的(因为成年男子的体质就是如此),而孩子们则是湿润且温热的?
ἡ δὲ φιλοποσία ἐστὶν ἐπιθυμία ὑγροῦ τινός.
喜好饮酒是对某种湿气的欲望。
ἡ οὖν ὑγρότης κωλύει διψητικοὺς εἶναι τοὺς παῖδας· ἔνδεια γάρ τις ἐστὶν ἡ ἐπιθυμία.
因此,湿润阻碍了孩子们产生口渴;因为欲望是一种匮乏。
§3.8Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ καὶ τὰ μοχθηρὰ ὕδατα, νήφοντες δὲ ἧττον;
为什么我们在醉酒时更容易察觉到咸水和劣质的水,而在清醒时则较少察觉?
ἢ ὅτι τὸ οἰκεῖον ὑπὸ τοῦ οἰκείου ἐστὶν ἀπαθές, καὶ τὸ ὁμοίως διακείμενον, τὰ δὲ ἐναντία τῶν ἐναντίων ἐστὶν αἰσθητικώτατα.
还是因为同类事物不受同类事物的影响,处于相似状态的事物也是如此,而相反的事物对相反的事物最具有感受性?
ὁ μὲν οὖν μεθύων γλυκεῖς ἐν αὑτῷ χυμοὺς ἔχει (τοιοῦτο γὰρ ὁ οἶνος δοκεῖ), καὶ τῶν φαύλων χυμῶν αἰσθητικώτερός ἐστιν, ὁ δὲ νήφων δριμεῖς καὶ ἁλυκούς.
因此,醉酒的人体内有甜美的液汁(因为葡萄酒似乎就是这样的),从而对劣质的液汁更具有感受性,而清醒的人体内则有辛辣且咸的液汁。
τῆς τροφῆς οὖν πεπεμμένης οἱ περιττωματικοὶ ἐπιπολάζουσιν.
所以,当食物被消化后,残留的液汁就会浮上表面。
οὗτοί τε οὖν εἰσὶν ἀπαθεῖς ὑπὸ τῶν ὁμοίων, καὶ τὸν ἔχοντα ποιοῦσιν.
因此,这些液汁不受其同类事物的影响,并且使拥有它们的人也处于同样的状态。
§3.9Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης τῆς μέθης ἀθρεῖν τὰ πόρρω οὐ δύνανται;
为什么对极度醉酒的人来说,所有的事物似乎都在旋转,而且一旦醉意袭来,他们就无法看清远处的物体?
διὸ καὶ σημεῖον τῆς μέθης αὐτὸ ποιοῦνταί τινες.
因此,有些人甚至将此作为醉酒的迹象。
ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις;
还是因为视线被葡萄酒的热量频繁地移动?
διαφέρει οὖν οὐθὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι τὰ εἰρημένα.
因此,是视线移动还是被看之物移动并没有什么区别;因为上述情况对于产生“看起来如此”的效果是相同的。
ἐπεὶ δὲ καὶ περὶ τὰ πλησίον ὄντα διαψεύδεσθαι τὴν ὄψιν συμβαίνει τῶν μεθυόντων, καὶ περὶ τὰ πόρρω μᾶλλον εἰκὸς ταῦτα πάσχειν.
既然醉酒者的视线甚至对近处的事物也会产生错觉,那么对于远处的事物自然更可能遭受这种影响。
διόπερ ἐκεῖνα μὲν ὅλως οὐχ ὁρᾶται, τὰ δ’ ἐγγὺς οὐκ ἐν ᾧ τόπῳ ἐστὶν ὁρᾷ.
因此,那些远处的物体完全看不见,而近处的物体他们又看不到其所在的实际位置。
κύκλῳ δὲ φαίνεται φέρεσθαι, καὶ οὐκ ἐγγὺς καὶ πόρρω, ὅτι εἰς μὲν τὸ πόρρω διά τε τὴν κύκλῳ κίνησιν ἀδυνατέρα ἐστὶ φέρεσθαι ἡ ὄψις.
而事物之所以显得在旋转,而不是前后移动,是因为由于旋转运动,视线更难向远处延展。
ἅμα γὰρ τἀναντία ποιεῖν οὐ ῥᾴδιον.
因为同时进行相反的运动是不容易的。
ἔστι δὲ ἡ μὲν πόρρω ἐπιθυμία σφοδρά, ἡ δὲ κύκλῳ ἐν ᾧ τοὔνομα σημαίνει σχήματι.
实际上,向远处延展是一种强烈的向前伸展,而旋转运动则是在其名称所表征的图形中进行的。
διά τε οὖν τὰ εἰρημένα πόρρω οὐ φέρεται· καὶ εἰ φέροιτο τὸ ἐγγὺς καὶ πόρρω, οὐκ ἂν ταῦθ’ ὁρῴη.
因此,由于上述原因,视线无法向远处延展;而且即使它前后移动,也无法看见这些事物。
ἀπολείποι γὰρ ἂν ἐν θατέρῳ χρόνῳ αὐτῶν τὸ ὁρώμενον ἐν ταὐτῷ τόπῳ, ἀπολείπων δὲ οὐκ ἂν ὁρῴη.
因为在另一段时间里,它会把在同一位置被看之物抛在后面,而一旦抛在后面,它就看不见了。
κύκλῳ δὲ φέρεται διὰ τὸ ὑπάρχον σχῆμα τῆς ὄψεως.
但它之所以显得旋转,是因为视线固有的形状。
ἔστι γὰρ κῶνος, οὗ ἡ βάσις κύκλος, ἐν ᾧ κινουμένη ὁρᾷ μὲν τοῦτο διὰ τὸ μηδέποτε ἀπολείπειν αὐτό, διέψευσται δὲ τῷ τόπῳ διὰ τὸ μὴ τὴν αὐτὴν ὄψιν ἐπιβάλλειν ἐπ’ αὐτό.
因为视线是一个以圆为底面的圆锥,在其中运动时,它能看见该物体,因为它从未将其抛在后面,但由于没有将同一部分的视线投射到它上面,因而在位置上产生了错觉。
ταὐτὸν γὰρ ἂν ἦν ἢ τοῦτο πρὸς τὴν ὄψιν κινεῖν ἢ τὴν ὄψιν πρὸς τοῦτο.
因为将物体移向视线,或是将视线移向物体,其效果是相同的。