Humanitext Reader

亚里士多德 · 问题集 §29.1-29.12

关于正义与不正义以及司法习惯的问题

第 125 段,共 148 段 · 希腊语

内容简介

本章探讨了正义与不正义的性质,比较了扣留寄托物与不还借款的严重性、遗嘱与血缘的确实性、贫困为何投奔高尚之人、受教育人类的不正义、财富的盲目性、保护死者的义务、与善人交往对灵魂的提升、杀死女性的严重罪行以及法庭中被告右侧站位的缘由。

§29.1Διὰ τί μείζονος ὄντος ἀδικήματος, ἐάν τις βλάπτῃ εἰς τὸ μεῖζον ἀγαθόν, τῆς δὲ τιμῆς οὔσης μείζονος ἀγαθοῦ, ἡ τῶν χρημάτων ἀδικία μᾶλλον δοκεῖ, καὶ οἱ ἄδικοι μᾶλλον εἶναι δοκοῦσι περὶ τὰ χρήματα;
为什么,虽然损害更大的善是更大的不正义,且荣誉是比财富更大的善,但关于财富的不正义似乎更甚,而人们也显得在财富上更为不正义?
ἢ διότι αἱροῦνται τὰ χρήματα μᾶλλον τῆς τιμῆς, καὶ πᾶσίν ἐστι κοινότατον, ἡ δὲ τιμὴ ὀλίγοις, καὶ ὀλιγάκις συμβαίνει ἡ χρῆσις αὐτῆς.
是因为人们比起荣誉更选择财富,且财富对所有人来说最为普遍,而荣誉仅属于少数人,其使用也极为罕见吗?
§29.2Διὰ τί παρακαταθήκην δεινότερον ἀποστερεῖν ἢ δάνειον;
为什么扣留寄托物比不还贷款更恶劣?
ἢ ὅτι αἰσχρὸν ἀδικεῖν φίλον.
是因为伤害朋友是可耻的吗?
ὁ μὲν οὖν τὴν παρακαταθήκην ἀποστερῶν φίλον ἀδικεῖ· οὐδεὶς γὰρ παρακατατίθεται μὴ πιστεύων.
扣留寄托物的人确实伤害了朋友;因为没有人会在不信任的情况下寄存东西。
οὗ δὲ τὸ χρέος, οὐ φίλος· οὐ γὰρ δανείζει, ἐὰν ᾖ φίλος, ἀλλὰ δίδωσιν.
而债务人则不是朋友;因为如果是朋友,他就不会借贷,而是直接赠送。
ἢ ὅτι μεῖζον τὸ ἀδίκημα·
或者是因为这种不正义更大?
πρὸς γὰρ τῇ ζημίᾳ καὶ τὴν πίστιν παραβαίνει, δι’ ἥν, εἰ καὶ μηδὲν ἕτερον. δεῖ ἀπέχεσθαι τοῦ ἀδικεῖν.
因为除了造成损失之外,他还背叛了信任,而仅凭这种信任,即便没有其他原因,人也应当克制自己不去做不正义的事。
ἔτι τὸ μὴ τοῖς ἴσοις ἀμύνεσθαι φαῦλον· ὁ μὲν οὖν ἔδωκεν ὡς φίλῳ, ὁ δὲ ἀπεστέρησεν ὡς ἐχθρόν· ὁ δὲ δανείζων οὐχ ὡς φίλος ἔδωκεν.
再者,不以对等的方式回报是低劣的;一方把对方当朋友而给予,另一方却把对方当敌人而扣留;而贷方给予时并不是把对方当朋友。
ἔτι τῶν μὲν ἡ δόσις φυλακῆς καὶ ἀποδόσεως χάριν, τῶν δὲ καὶ ὠφελείας· ἧττον δὲ ἀγανακτοῦμεν ἀποβάλλοντες, εἰ κέρδος θήρεύομεν, οἷον οἱ ἁλιεῖς τὰ δελέατα· προφανὴς γὰρ ὁ κίνδυνος.
此外,前者的给予是为了保管和归还,而向后者的借贷也是为了利益;当我们追逐利益时,如果失去了一些东西,我们就不那么生气,就像渔夫对待鱼饵一样,因为风险是显而易见的。
ἔτι παρακατατίθενται μὲν ὡς ἐπὶ τὸ πολὺ οἱ ἐπιβουλευόμενοι καὶ ἀτυχοῦντες, δανείζουσι δὲ οἱ εὐποροῦντες· δεινότερον δέ ἐστι τὸν ἀτυχοῦντα ἢ τὸν εὐτυχοῦντα ἀδικεῖν.
再者,托付寄存的大多是遭人算计和不幸的人,而放贷的则是富足的人;伤害不幸的人比伤害幸运的人更为恶劣。
§29.3Διὰ τί ἐνίοις δικαστηρίοις τοῖς γένεσι μᾶλλον ἢ ταῖς διαθήκαις ψηφιοῦνται;
为什么在某些法庭上,人们投票更偏向于血缘亲属关系而非遗嘱?
ἢ ὅτι γένους μὲν οὐκ ἔστι καταψεύσασθαι, ἀλλὰ τὸ ὂν ἀποφαίνειν· διαθῆκαι δὲ πολλαὶ ψευδεῖς ἤδη ἐξηλέγχθησαν οὖσαι.
是因为血缘关系无法造假,只是显现事实,而许多遗嘱已被证明是伪造的吗?
§29.4Διὰ τί ἡ πενία παρὰ τοῖς χρηστοῖς τῶν ἀνθρώπων μᾶλλον ἢ παρὰ τοῖς φαύλοις ἐστίν;
为什么贫困更多地存在于善良的人们中间,而不是在恶人中间?
ἢ διὰ τὸ ὑπὸ πάντων μισεῖσθαι καὶ ἐξελαύνεσθαι πρὸς τοὺς ἐπιεικεῖς καταφεύγει, οἰομένη μάλιστα παρὰ τούτοις σωτηρίας τυχεῖν καὶ διαμεῖναι· εἰ δὲ πρὸς πονηροὺς ἔλθοι, οὐκ ἂν διαμεῖναι ἐν τῇ αὐτῇ δυνάμει αὐτούς, ἀλλ’ ἢ κλέπτειν ἢ ληΐζεσθαι, ὧν γινομένων οὐκ ἂν ἔτι εἶναι αὐτὴν παρ’ αὐτοῖς.
是因为由于被所有人憎恨和驱逐,它便逃向了温和高尚的人,认为在他们那里最能获得安全并得以保存;而如果它走向恶人,他们不会保持在同样的(贫穷)状态,而是会去偷窃或掠夺,一旦这些事情发生,它就不再存在于他们中间了?
ἢ ὅτι τοὺς ἐπιεικεῖς οἴεται τῶν ἀνθρώπων ἄριστα ἂν αὐτῇ χρῆσθαι, καὶ ἥκιστα ἂν ὑβρισθῆναι ὑπ’ αὐτῶν.
或者是它认为人类中温和高尚的人会最好地对待它,且最不会受到他们的侮辱?
καθάπερ οὖν τὰς τῶν χρημάτων παρακαταθήκας πρὸς τοὺς ἐπιεικεῖς τιθέμενα, οὕτω καὶ αὐτὴ ὑπὲρ αὐτῆς διατάττεται.
正如财产的寄托会放在温和高尚的人那里一样,它自己也为自己作了如此的安排。
ἢ ὅτι θήλεια οὖσα ἀπορωτέρα ἐστίν, ὥστε τῶν ἐπιεικῶν δεῖται.
或者是因为它身为女性,更为无助,因而需要温和高尚的人?
ἢ ὅτι αὐτὴ κακὸν οὖσα πρὸς τὸ κακὸν οὐκ ἂν ἔλθοι.
或者是因为它本身作为一种恶,便不愿走向恶?
εἰ γὰρ τὸ κακὸν ἕλοιτο, παντάπασιν ἂν δυσίατον εἴη.
因为如果它选择了恶,那就彻底无可救药了。
§29.5Διὰ τί οὐχ ὁμοίως αἱ ἀδικίαι μείζους περὶ τὰ ῥήματα καὶ τὰ ἄλλα, οἷον ὁ μικρὸν εἰπὼν οὐκ ἂν καὶ τὸ ἀπόρρητον εἴποι, ἀλλ’ ὁ ἕνα προδοὺς καὶ πόλιν, ὥσπερ ὁ ὀβολὸν ἀποστερήσας καὶ τάλαντον;
为什么言辞上的不正义和其他事情上的不正义没有以同样的方式变大? 例如,说出微不足道之事的人不一定会说出机密,但背叛一个人的人也会背叛城邦,正如扣留一奥博尔的人也会扣留一电塔兰特一样?
ἢ ὅτι ἀπὸ μείζονος ἀδικίας ἔνια ἐλάττω ἐστὶ δι’ ἀδυναμίαν.
是因为由于无能,一些较小的恶行实际上也是源于更大的不正义吗?
§29.6Διὰ τί παρακαταθήκην αἰσχρὸν ἀποστερῆσαι μικρὰν ἢ πολὺ δανεισάμενον;
为什么扣留微不足道的寄托物比借了大笔款项不还更可耻?
ἢ ὅτι ὁ τὴν παρακαταθήκην ἀποστερῶν τὸν ὑπολαβόντα εἶναι αὐτὸν ἐπιεικῆ ἐξαπατᾶται;
是因为扣留寄托物的人欺骗了那个认为他是温和高尚之人的寄托者吗?
ἢ ὅτι ὁ τοῦτο κἂν ἐκεῖνο ποιήσειεν;
或者是由于会做出这种事的人,也会做出那种事?
§29.7Διὰ τί ἄνθρωπος μάλιστα παιδείας μετέχων ζῴων ἀπάντων ἀδικώτατόν ἐστιν;
为什么在所有动物中,最具有教养的人类反而是最不正义的?
ἢ ὅτι πλείστου λογισμοῦ κεκοινώνηκεν;
是因为他分有了最多的理智吗?
μάλιστα οὖν τὰς ἡδονὰς καὶ τὴν εὐδαιμονίαν ἐξήτακεν· ταῦτα δ’ ἄνευ ἀδικίας οὐκ ἔστιν.
因此,他特别审视了快乐与幸福,而这些若没有不正义就无法存在。
§29.8Διὰ τί ὁ πλοῦτος ὡς ἐπὶ τὸ πολὺ παρὰ τοῖς φαύλοις μᾶλλον ἢ τοῖς ἐπιεικέσιν ἐστίν;
为什么财富大体上更多地存在于恶人那里,而不是在温和高尚的人那里?
ἢ διότι τυφλὸς ὢν τὴν διάνοιαν οὐ δύναται κρίνειν οὐδὲ αἱρεῖσθαι τὸ βέλτιστον;
是因为财富是盲目的,无法在理智上进行判断,也无法选择最优秀的事物吗?
§29.9Διὰ τί δικαιότερον εἶναι νενόμισται τοῖς τετελευτηκόσιν ἢ τοῖς ζῶσιν ἐπαμύνειν;
为什么人们认为去保护死者比去帮助生者更正义?
ἢ ὅτι οἱ μὲν ζῶντες δύναιντ’ ἂν ἑαυτοῖς ἐπαρκέσαι, ὁ δὲ τετελευτηκὼς οὐκέτι;
是因为生者能够自己自助,而死者却不能再这样做了吗?
§29.10Διὰ τί ὑγιαίνοντι μὲν ὁ συνὼν οὐδὲν ὑγιέστερος γίνεται, οὐδὲ ἰσχυρῷ ἢ καλῷ εἰς τὰς ἕξεις ἐπιδίδωσιν οὐθέν, δικαίῳ δὲ καὶ σώφρονι καὶ ἀγαθῷ;
为什么与健康的人相处不会让同伴变得更健康,与强壮或美丽的人相处也不会在身体状态上有所提升,但与正义、节制和善良的人相处却能有所提升?
ἢ διότι τὰ μὲν ἀμίμητα, τὰ δὲ μιμητὰ τῇ ψυχῇ;
是因为前者是无法模仿的,而后者对灵魂来说是可模仿的吗?
ἀγαθὸς δὲ τῇ ψυχῇ ὑγιὴς δὲ τῷ σώματι· ἐθίζεται οὖν χαίρειν ὀρθῶς καὶ λυπεῖσθαι.
并且,善属于灵魂,而健康属于身体;因此,人们习惯于以正确的方式快乐和悲伤。
ὁ δὲ ὑγιεῖ συνὼν οὐκέτι· οὐ γὰρ ἐν τῷ τισὶ χαίρειν ἢ μὴ ὁ ὑγιής· οὐθὲν γὰρ τούτων ποιεῖ ὑγίειαν.
但与健康之人相处的人不会经历这些;因为健康并不在于对某些事情感到快乐或不快乐;因为这些事情中没有一样能产生健康。
§29.11Διὰ τί δεινότερον γυναῖκα ἀποκτεῖναι ἢ ἄνδρα;
为什么杀死女人比杀死男人更严重?
καίτοι βέλτιον τὸ ἄρρεν τοῦ θήλεος φύσει.
尽管在自然上男性比女性更优秀。
ἢ διότι ἀσθενέστερον, ὥστε ἐλάττω ἀδικεῖ.
是因为女性更弱,因而犯下的不正义也更少吗?
ἢ ὅτι οὐ νεανικὸν τὸ ἰσχυρίζεσθαι πρὸς τὸ πολὺ ἧττον;
或者是因为对弱得多的人炫耀武力是不够勇敢的?
§29.12Διὰ τί ποτε τῷ φεύγοντι ἐν τῷ δικαστηρίῳ τὴν δεξιὰν στάσιν διδόασιν;
为什么在法庭上人们把右侧的站位让给被告?
ἢ ὅτι ἐπανισοῦν βούλονται;
是因为他们想要使两边均等吗?
πλεονεκτοῦντος οὖν τοῦ διώκοντος τὴν στάσιν τῷ φεύγοντι διδόασιν.
既然起诉者占有优势,他们就把这个站位让给被告。
εἶθ’ ὡς ἐπὶ τὸ πολὺ οἱ φεύγοντες παραφυλάττονται· ἐπὶ δεξιὰ δὲ ἡ φυλακὴ γίνεται, ἐὰν ὁ φεύγων ἔχῃ τὴν ἐν δεξιᾷ στάσιν.
再者,被告通常会受到严密看管;如果被告站在右侧,那么看管工作就可以在右侧进行。

词汇与语法注释

  1. §29.1μείζονος ὄντος ἀδικήματος, ἐάν τις βλάπτῃ εἰς τὸ μεῖζον ἀγαθόν — μείζονος ὄντος ἀδικήματος 是属格独立结构,后接条件从句 ἐάν τις βλάπτῃ... 以限定条件。整体带有让步语气,意为“虽然如果有人损害了更大的善,那将是更大的不正义”。
  2. §29.2δι’ ἥν, εἰ καὶ μηδὲν ἕτερον, δεῖ ἀπέχεσθαι τοῦ ἀδικεῖν — εἰ καὶ μηδὲν ἕτερον 是一个带有省略的惯用表达,意为“即便没有其他任何(理由)”(省略了如 εἴη 等动词)。关系代词 δι’ ἥν 指代先行词 πίστιν(信任),并引导依赖于 δεῖ 的不定式短语 ἀπέχεσθαι。
  3. §29.4εἰ δὲ πρὸς πονηροὺς ἔλθοι, οὐκ ἂν διαμεῖναι ἐν τῇ αὐτῇ δυνάμει αὐτούς — ἔλθοι 是祈愿式,表示潜在(或假设)条件。接下来的 οὐκ ἂν διαμεῖναι 是带 ἂν 的不定式(属于间接引语,依赖于 οἰομένη),相当于直接引语中的 οὐκ ἂν διαμένοιεν,其主语是宾格的 αὐτούς(恶人们)。
  4. §29.4θήλεια οὖσα — 基于阴性名词 ἡ πενία(贫困)的拟人化表达。分词 οὖσα 表示原因(“因为是女性”),将名词的语法阴性与当时社会/物理上被视为软弱、需要保护的女性特质联系起来。
  5. §29.10οὐ γὰρ ἐν τῷ τισὶ χαίρειν ἢ μὴ ὁ ὑγιής — 省略了动词 ἐστι。短语 ἐν τῷ... χαίρειν ἢ μή(“在于对某些事情感到快乐与否”)表示定义或本质,以 ὁ ὑγιής(健康之人)为主语,意为“因为健康之人的本质并不在于对某些事情感到快乐或不快乐”。

引用这一段

亚里士多德, 问题集 §29.1-29.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:29.1-29.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。