§28.1Διὰ τί ἔνιοι κάμνουσιν, ὅταν ἐθισθέντες ἀκολάστως ζῆν μὴ ἀκολάστως διαιτῶνται.
为什么有些人习惯于放荡的生活后,一旦不放荡地生活就会生病?
οἷον Διονύσιος ὁ τύραννος, ἐπεὶ ἐν τῇ πολιορκίᾳ ἐπαύσατο πίνων ὀλίγον τινὰ χρόνον, εὐθὺς ἐφθισίασεν, ἕως πάλιν εἰς τὴν μέθην μετέβαλεν.
例如,僭主狄奥尼修斯在被包围期间停止饮酒一小段时间,便立刻患上肺结核,直到他重新回到醉酒状态才得以恢复。
ἢ μέγα μέν τι καὶ τὸ ἔθος ἐστὶν ἑκάστοις· φύσις γὰρ ἤδη γίνεται.
或者是因为对每个人来说,习惯也是一件大事;因为它已经变成了自然。
καθάπερ ἂν ἰχθὺς ἐν ἀέρι ἢ ἄνθρωπος ἐν ὕδατι διατελῶν φαύλως ἂν ἴσχοι, οὕτω καὶ οἱ τὰ ἔθη μεταβάλλοντες χαλεπῶς ἀπαλλάττουσιν, καὶ τὸ πάλιν εἰς τὰ εἰωθότα ἐλθεῖν σωτηρία γίνεται αὐτοῖς ὥσπερ εἰς φύσεως κατάστασιν.
正如鱼在空气中或人在水中停留会处境糟糕一样,那些改变习惯的人也难以摆脱困境,而重新回到习惯的状态对他们来说就成了一种拯救,仿佛回到了自然的状态。
ἔτι δὲ καὶ συντηκτικοὶ γίνονται, εἰωθότες τροφῇ χρῆσθαι δαψιλεῖ τῇ ἰδίᾳ· μὴ λαμβάνοντες γὰρ τὴν εἰωθυῖαν ὥσπερ ὅλως μὴ λαμβάνοντες διατίθενται.
此外,他们也变得容易消瘦,因为他们习惯于食用自己特有的丰盛食物;如果不摄入习惯的食物,他们的状态就好像完全没有摄入食物一样。
οὐ μὴν ἀλλὰ καὶ τὰ περιττώματα τροφῇ μεμιγμένα πολλῇ ἀφανίζεται, αὐτὰ δὲ ἐπιπολάζει μόνα ὄντα, καὶ φέρεται εἰς ὄμματα ἢ πνεύμονα· προσενεγκαμένοις δὲ τροφὴν κατακεραννύμενα ὑδαρῆ γίνεται καὶ ἀβλαβῆ.
不仅如此,残留物在与大量食物混合时会消失,但当它们单独存在时,就会浮到表面,并被带到眼睛或肺部;但对于摄入了食物的人,它们混合在一起,变得稀薄且无害。
γίνεται δὲ τοῖς ἀκολάστως ζῶσιν πλείω τὰ περιττώματα ἄχρι τινὸς λήξασι τοῦ εἰωθότος βίου, διὰ τὸ πολλὴν ἀκαταχώριστον ἐν αὐτοῖς ὕλην ὑπάρχειν ἐκ τοῦ προτέρου βίου, ἧς τηκομένης ὑπὸ τοῦ συμφύτου θερμοῦ, καθάπερ χιόνος πολλῆς, ῥεύματα ἁδρὰ συμβαίνει γίνεσθαι.
而对于放荡生活的人,在停止习惯的生活后的某一段时间内,残留物会变得更多,因为他们体内存在着许多来自先前生活的未同化物质,当这些物质被先天的热气融化时,就像大量的雪一样,会导致剧烈流动。
§28.2Διὰ τί κατὰ δύο μόνας αἰσθήσεις ἀκρατεῖς λέγομεν, οἷον ἁφὴν καὶ γεῦσιν;
为什么我们仅在两种感觉(即触觉和味觉)上称人是无自制的?
ἢ διὰ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις;
是因为从这些感觉中产生的快乐,对于我们和其他动物来说都是共有的吗?
ἅτε οὖν κοιναὶ οὖσαι ἀτιμόταταί εἰσι, διὸ καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοί εἰσιν.
既然它们是共有的,它们就是最卑贱的,因此也特别地、或者仅有它们是可耻的。
ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον εἶναι φαμέν, διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι.
所以我们谴责被这些快感击败的人,并说他是无自制且放荡的,因为他被最恶劣的快乐所击败。
§28.3Διὰ τί ἀκρατεῖς λέγονται κατὰ τὰς ἐπιθυμίας μόνον, οὔσης τῆς ἀκρασίας καὶ περὶ τὴν ὀργήν;
为什么尽管在愤怒方面也有无自制,但人们仅在欲望方面被称为无自制?
ἢ ὅτι ἀκρατὴς μέν ἐστιν ὁ παρὰ τὸν λόγον τι πράττων καὶ ἀκρασία ἡ παρὰ τὸν λόγον ἀγωγή, εἰσὶ δὲ αἱ μὲν ἐπιθυμίαι ὡς ἐπίπαν εἰπεῖν παρὰ τὸν λόγον, αἱ δὲ ὀργαὶ μετὰ λόγου, οὐχ ὡς κελεύσαντος τοῦ λόγου, ἀλλ’ ὡς δηλώσαντος τὸν προπηλακισμὸν ἢ τὴν αἰτίαν.
是因为无自制的人是违背理性行动的人,而无自制是违背理性的引导,而欲望大体上说是违背理性的,但愤怒却伴随着理性——不是因为理性命令它,而是因为理性显示了侮辱或原因吗?
§28.4Διὰ τί τὴν μὲν ἐγκράτειαν καὶ σωφροσύνην ἐπὶ τῶν νέων καὶ πλουσίων μάλιστα ἐξετάζομεν, τὴν δὲ δικαιοσύνην ἐπὶ τῶν πενήτων;
为什么我们特别在年轻人和富人身上考察自制和节制,而在穷人身上考察公正?
ἢ ὅτι οὗ μάλιστα δεῖταί τις, εἰ τούτου ἀπέχεται, μᾶλλον θαυμάζοιτ’ ἂν ἢ τῶν ἐναντίων;
是因为如果有人克制自己不去追求他最需要的东西,他会比克制相反事物的人更令人赞叹吗?
ὁ μὲν οὖν πένης εὐπορίας δεῖται, ὁ δὲ νέος καὶ πλούσιος ἀπολαύσεως.
因为穷人需要财富,而年轻人和富人需要享受。
§28.5Διὰ τί ἧττον ἀνέχονται διψῶντες ἢ πεινῶντες;
为什么处于饥渴状态的人,对渴的忍受程度不如对饿的忍受程度?
πότερον ὅτι λυπηρότερον;
是因为它更痛苦吗?
σημεῖον δὲ τοῦ λυπηροτέρου, ὅτι ἥδιον τὸ διψῶντα πιεῖν ἢ πεινῶντα φαγεῖν.
更痛苦的迹象是,口渴时喝水比饥饿时吃东西更愉快。
τὸ δὲ ἐναντίον τῷ ἡδεῖ λυπηρότερον.
而愉快的对立面更痛苦。
ἢ διότι μᾶλλον δεῖται τὸ θερμὸν τοῦ ὑγροῦ ἢ τὸ ξηρὸν ᾧ ζῶμεν;
或者是因为我们借以生存的热气更需要湿润,而不是干燥更需要它?
ἢ ὅτι δυοῖν ἡ δίψα ἐπιθυμία, ποτοῦ καὶ τροφῆς, ἡ δὲ πεῖνα ἑνὸς μόνον, τροφῆς;
或者是因为渴是对饮料和食物这两种东西的欲望,而饿仅是对食物这一种东西的欲望?
§28.6Διὰ τί ἧττον καρτεροῦμεν διψῶντες ἢ πεινῶντες;
为什么我们在口渴时比在饥饿时更无法忍耐?
ἢ διότι λυπούμεθα μᾶλλον;
是因为我们更感到痛苦吗?
σημεῖον δὲ τῆς λύπης ἡ ἡδονὴ σφοδροτέρα.
痛苦的迹象是更强烈的快乐。
εἶτα ὁ μὲν διψῶν δυοῖν ἐνδεής, τροφῆς καὶ καταψύξεως (ἄμφω γὰρ ἔχει τὸ ποτόν), ὁ δὲ πεινῶν θατέρου μόνον.
再者,口渴的人缺少两种东西:养分和冷却(因为饮料两者皆备),而饥饿的人仅缺少两者之一。
§28.7Διὰ τί οἱ κατὰ τὴν τῆς ἁφῆς ἢ γεύσεως ἡδονήν, οὗ ἂν ὑπερβάλλωσιν, ἀκρατεῖς λέγονται;
为什么在触觉或味觉的快乐上过度的人被称为无自制?
οἵ τε γὰρ περὶ τὰ ἀφροδίσια ἀκόλαστοι, οἵ τε περὶ τὰς τῆς τροφῆς ἀπολαύσεις.
因为那些关乎性事的人是放荡的,那些关乎食物享受的人也是如此。
τῶν δὲ κατὰ τὴν τροφὴν ἀπ’ ἐνίων μὲν ἐν τῇ γλώττῃ τὸ ἡδύ, ἀπ’ ἐνίων δὲ ἐν τῷ λάρυγγι, διὸ καὶ Φιλόξενος γεράνου φάρυγγα εὔχετο ἔχειν.
在食物的快乐中,对某些人来说快感在舌头上,而对另一些人来说则在喉咙里,因此菲洛克塞诺斯甚至祈祷自己能拥有鹤的喉咙。
οἱ δὲ κατὰ τὴν ὄψιν καὶ τὴν ἀκοὴν οὐκέτι.
但对于视觉和听觉方面过度的人,就不再这样称呼了。
ἢ διὰ τὸ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς κοινὰς εἶναι ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις;
或者是因为从这些感觉中产生的快乐对于我们和其他动物来说是共有的吗?
ἅτε οὖν οὖσαι κοιναὶ ἀτιμόταταί εἰσι καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοι, ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον λέγομεν διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι.
既然它们是共有的,它们就是最卑贱的,而且特别地、或者仅有它们是可耻的,所以我们谴责被这些快感击败的人,并称他是无自制且放荡的,因为他被最恶劣的快乐所击败。
οὐσῶν δὲ τῶν αἰσθήσεων πέντε, τά τε ἄλλα ζῷα ἀπὸ δύο μόνων τῶν προειρημένων ἥδεται, κατὰ δὲ τὰς ἄλλας ἢ ὅλως οὐχ ἥδεται ἢ κατὰ συμβεβηκὸς τοῦτο πάσχει.
在五种感觉中,其他动物仅从上述两种感觉中获得快乐,而在其他感觉上,它们要么完全不获得快乐,要么只是附带地经历这种情况。
ὁρῶν μὲν γὰρ ὁ ὁρῶν ἢ ὀσφραινόμενος χαίρει ὅτι ἀπολαύει· καὶ ὅταν πληρωθῇ, οὐδὲ τὰ τοιαῦτα ἡδέα αὐτῷ, ὥσπερ οὐδὲ ἡμῖν ἡ τοῦ ταρίχου ὀδμή, ὅταν ἄδην ἔχωμεν τοῦ φαγεῖν.
因为看见或闻到的动物之所以高兴,是因为它正在享受益处;而当它饱足时,甚至这类东西对它也不再是愉快的,正如当我们的食物吃得足够饱时,咸鱼的气味对我们也不再愉快一样。
ὅταν δὲ ἐνδεεῖς ὦμεν, ἡδέα.
但当我们匮乏时,它们就是愉快的。
ἡ δὲ τοῦ ῥόδου ἀεὶ ἡδεῖα.
另一方面,玫瑰的气味总是愉快的。
§28.8Διὰ τί ἧττον κατέχουσι τὸν γέλωτα παρόντων τῶν γνωρίμων;
为什么当熟人在场时,人们较少忍住笑?
ἢ ὅταν σφόδρα ἐξηρμένον ᾖ τι, εὐκίνητόν ἐστιν;
或者是因为当某物极度高昂时,它很容易被触动?
ἡ δ’ εὔνοια εἰπεῖν μᾶλλον γελοῖον, ὥστε κινεῖ.
而友好使人更倾向于说些可笑的事,从而触动了它。