§29.13Διὰ τί ποτε, ὅταν καὶ τῷ φεύγοντι καὶ τῷ διώκοντι φαίνωνται αἱ ψῆφοι ἴσαι, ὁ φεύγων νικᾷ;
为什么当被告和原告的得票数显得相等时,被告会获胜?
ἢ ὅτι ὁ μὲν φεύγων ἐν τῷ ἀγῶνι μόνον ἀκήκοεν αὐτοῦ πρὸς ἃ δεῖ αὐτὸν ἀπηγορεῖσθαι, καὶ τοὺς μάρτυρας παρασχέσθαι πρὸς 〈τὸ〉 τὰ κατηγορημένα ἔχεσθαι, εἴ τι μέλλουσιν ὠφελήσειν;
或者是因为被告在审判中才刚刚听到对方关于自己必须进行辩护的内容,并且如果证人们要提供任何帮助,他就必须提供证人来应对指控?
οὐ ῥᾴδιον δὲ τὸ μαντεύσασθαί τινα ὧν δεῖ αὐτὸν παρασκευάσασθαι ἢ μάρτυρας ἢ ἄλλο τεκμήριον ὅτι οὐθὲν ἀδικεῖ.
然而,对于任何人来说,要预料到自己必须准备什么样的证人或其他证据来证明自己没有行不义,并不是一件容易的事。
τῷ δὲ διώκοντι ἔστιν ὅπως βούλεται, καὶ πρὸ τοῦ τὴν δίκην κλητεύσασθαι, ἐνστήσασθαι τὸ πρᾶγμα, καὶ ἤδη κεκληκότα, πλασάμενον ὅ τι βούλεται πιθανόν, κατηγορεῖν αὐτοῦ.
相反,对于原告而言,在传唤诉讼之前,他就可以按照自己的意愿开始这件事,而在已经传唤之后,他也可以通过捏造任何他想要的、看似可信的事情来指控被告。
ὁρῶν δὴ κατὰ πάντα ταῦτα ἐλαττούμενον ὁ νομοθέτης τὸν φεύγοντα, προσέθετο τῷ φεύγοντι ὅ τι ἂν οἱ δικασταὶ ἀμφιδοξήσωσιν.
因此,立法者看到被告在所有这些方面都处于劣势,便在裁判官们产生怀疑时,站到了被告的一边。
ἀλλὰ μὴν καὶ τοῦτ’ ἄν τις ἴδοι. ἐν γὰρ τοῖς φόβοις ὄντες πολλὰ παραλιμπάνουσιν ὧν αὐτοὺς ἔδει εἰπεῖν ἢ πρᾶξαι, οἱ δὲ φεύγοντες ἀεὶ ἐν μείζοσι κινδύνοις ὡς ἐπὶ τὸ πολὺ τυγχάνουσιν ὄντες, ὥστ’ εἰ παραλιμπάνουσιν ὧν δεῖ αὐτούς, εἴπερ ἐξισοῦνται τοῖς δικαίοις, δῆλον ὅτι εἰ μὴ παρελίμπανον, ἐκράτουν ἄν.
然而,人们确实也可以看到这一点:因为处于恐惧之中的人会遗漏许多他们本该说或做的事,而被告大体上总是处于更大的危险之中;因此,即使他们遗漏了该做的事,只要他们仍能与正义的诉求持平,显然如果他们没有遗漏,他们本会获胜。
ἔτι δὲ ἕκαστος ἡμῶν μᾶλλον ἂν προέλοιτο τοῦ ἀδικοῦντος ἀποψηφίσασθαι ὡς οὐκ ἀδικεῖ ἢ τοῦ μὴ ἀδικοῦντος p. καταψηφίσασθαι ὡς ἀδικεῖ, οἷον εἴ τις φεύγει δουλείας ἢ ἀνδροφονίας.
此外,我们每个人都更愿意宣告行不义者无罪,而不愿 p. 判决未行不义者有罪,例如,若有人因奴役或杀人罪而成为被告。
τούτων γὰρ ἑκάστου ὄντων, ἃ κατηγορεῖ αὐτῶν, μᾶλλον ἂν ἀποψηφίσασθαι ἑλοίμεθα ἢ μὴ ὄντων καταψηφίσασθαι.
因为如果他们所控诉的这些罪行中的每一项确实存在,我们宁愿选择宣告无罪,也不愿在它们不存在时判决有罪。
ἔστι γάρ, ὅταν τις ἀμφιδοξῇ, τὰ ἐλάττω τῶν ἁμαρτημάτων αἱρετέον.
因为当人产生怀疑时,必须选择较小的错误。
δεινὸν γὰρ καὶ τὸ τοῦ δούλου ὡς ἐλεύθερός ἐστι καταγνῶναι· πολὺ δὲ δεινότερον, ὅταν τις τοῦ ἐλευθέρου ὡς δούλου καταψηφίσηται.
因为判定奴隶为自由人也是一件可怕的事,但判决自由人为奴隶则要可怕得多。
ἔτι δὲ ἐὰν ὁ μὲν τύχῃ ἐγκαλῶν, ὁ δὲ ἀμφισβητῶν ὑπὲρ ὁτουοῦν, οὐκ εὐθὺς οἰόμεθα δεῖν ἀποδοῦναι τῷ ἐγκαλοῦντι, ἀλλὰ νέμεσθαι τὸν κεκτημένον, ἕως ἂν κριθῇ.
此外,如果一方恰好提出控诉,而另一方就任何事物提出异议,我们并不认为必须立即将其归还给控诉者,而应由占有者继续享有,直到做出判决。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν πλειόνων, ὅταν ἰσάζῃ τὸ πλῆθος τῶν τε φασκόντων ἀδικεῖν καὶ τῶν μὴ ὁμολογούντων, ὥσπερ ὅτε ἐξ ἀρχῆς ὁ μὲν ἐνεκάλει, ὁ δὲ ἀπηρνεῖτο, οὐκ οἰόμεθα δεῖν τὸν νομοθέτην προστιθέναι τῷ ἐγκαλοῦντι, ἀλλὰ τὸν φεύγοντα κύριον εἶναι, ἕως ἂν ὑπεροχήν τινα ἔχῃ ὁ ἀδικῶν.
同样,对于多数人而言,当主张发生不义的人数与不予承认的人数相等时,正如最初一方控诉而另一方否认时一样,我们并不认为立法者应该站到控诉者一边,而应当由被告主导,直到行不义者拥有一点优势。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν κριτῶν, ἐπειδὴ οὐδεμίαν ὑπεροχὴν ἰσασθεισῶν τῶν ψήφων, κατὰ χώραν εἴασεν ὁ νομοθέτης ἔχειν, ἔτι δὲ τῶν μὲν ἀξιολόγων ἁμαρτημάτων μεγάλαι καὶ αἱ κολάσεις εἰσίν, ὥστε ἀδίκως μὲν καταψηφισαμένοις καὶ μὴ γνοῦσιν οὐκ ἔστιν ἐπανορθοῦσθαι καιρὸν λαβόντας·
同样,对于裁判官而言,由于票数相等时没有任何一方占优,立法者便允许事情保持现状。 此外,对于重大错误的惩罚也是巨大的,因此如果他们不公正地判决有罪且未曾发觉,即使后来得到了机会,也无法予以纠正。
ἀπολύσασι δὲ παρὰ τὸ προσῆκον, εἰ μὲν οὕτως εὐλαβῶς ὥστε μηθὲν ἔτι ποτὲ ἁμαρτεῖν, τί ἂν καὶ μέγα ἡμαρτηκότες οἱ κριταὶ εἴησαν, τοιοῦτον ἄνθρωπον ἀπολύσαντες θανάτου;
另一方面,如果他们不妥当地宣告无罪,而此人确实如此谨慎以至于再也不犯错,那么裁判官们免除这样一个人的死刑,又算犯了什么大错呢?
εἰ δέ τι ἐξ ὑστέρου ἁμαρτάνοι, δι’ ἀμφότερα ἂν αὐτὸν νῦν κολάζεσθαι ἀξιοῖ.
而如果他此后犯了某种错误,那么现在因这两项过错而惩罚他,也会被认为是合理的。
ἢ ὅτι ἀδικωτέρου μέν ἐστιν ἀνδρὸς ταῦτα ἀδικεῖν ἃ ἧττον εἰκός ἐστιν ἀδίκως ἐγκαλεῖσθαι;
或者是因为在那些极不可能被不公正控告的事物上行不义的人,才是更为不义的人?
τὸ μὲν γὰρ ἀδικεῖν καὶ δι’ ὀργὴν καὶ διὰ φόβον καὶ δι’ ἐπιθυμίαν καὶ δι’ ἄλλα πολλὰ γίνεται, καὶ οὐ μόνον ἐκ προνοίας· τὸ δὲ ἀδίκως ἐγκαλεῖν ὡς τὸ πολὺ ἐκ προνοίας ἐστίν.
因为行不义会因为愤怒、恐惧、欲望和许多其他事情而发生,不单是因为预谋;而进行不公正的控告则大体上是有预谋的。
ὥστε ἐπεὶ ἴσαι αἱ ψῆφοι γεγόνασιν, τὸ δὲ ἀδίκως τὸν ἐγκαλοῦντα ἐγκαλεῖν καὶ τὸν φεύγοντα ἀδικεῖν, φαύλου κριθέντος τοῦ ἀδίκως ἐγκαλοῦντος τὸ νικᾶν τῷ φεύγοντι ὁ νομοθέτης ἀπένειμεν.
因此,既然票数相等,且控诉者不公地控告与被告行不义的可能性均等,在判定不公控告者更为低劣之后,立法者便将胜利判给了被告。
αὐτοὶ οὕτως ἔχομεν πρὸς τοὺς θεράποντας, ὥστε ὅταν ὑποπτεύσωμέν τι αὐτοὺς ἡμαρτηκέναι καὶ μηθὲν ἀκριβὲς ἔχωμεν, ἀλλ’ ὅμως αὐτοὺς ὑπολαμβάνωμεν πεπραχέναι, οὐκ εὐθὺς ἐπὶ τὸ κολάζειν ἐρχόμεθα· καὶ ἐὰν μηθὲν μᾶλλον δυνώμεθα ἐξετάσαι, ἀφίεμεν ταύτης τῆς αἰτίας.
我们自己对待仆人也是如此,以至于当我们怀疑他们犯了某种错误,且没有任何确凿证据,但仍推定他们做了此事时,我们并不会立即着手惩罚他们;如果无法作进一步调查,我们便免除他们的这项指控。
ἔτι μείζω μὲν ἀδικεῖ ὁ ἐκ προνοίας ἀδικῶν ἢ ὁ μὴ ἐκ προνοίας.
此外,有预谋而行不义的人,比没有预谋而行不义的人犯下了更大的不正义。
ὁ μὲν δὴ συκοφαντῶν ἀεὶ ἐκ προνοίας ἀδικεῖ, ὁ δὲ ἕτερόν τι ἀδικῶν τὰ μὲν δι’ ἀνάγκην, τὰ δὲ δι’ ἄγνοιαν, τὰ δὲ ὅπως ἔτυχεν ἀδικεῖν αὐτῷ συμπίπτει.
控告造谣者总是由于预谋而行不义,而犯下其他某种不义的人,有时是由于迫不得已,有时是由于无知,有时是偶然才行了不义。
ὅταν δὲ ἴσαι γένωνται αἱ ψῆφοι, ὁ μὲν διώκων κέκριται ὑπὸ τῶν ἡμίσεων ἐκ προνοίας ἀδικεῖν, ὁ δὲ φεύγων ὑπὸ τῶν λοιπῶν αὖ ἀδικεῖν μέν, οὐ μέντοι γε ἐκ προνοίας ὥστε ἐπεὶ ἀδικεῖν μείζω κέκριται ὁ διώκων τοῦ φεύγοντος, εἰκότως ὁ νομοθέτης νικᾶν ἔκρινε τὸν τὰ ἐλάττω ἀδικοῦντα.
当得票数相等时,原告被半数人判定为有预谋地行不义,而被告则被其余的人判定为虽行不义但并非出于预谋;因此,既然原告被判定比被告犯下了更大的不义,立法者理所当然地判定那犯下较小之不义的人获胜。
ἔτι δὲ ἀεὶ μὲν ἀδικώτερός ἐστιν ὁ μὴ οἰόμενος λανθάνειν ὃν ἀδικεῖ καὶ ὅμως ἀδικῶν, ἢ ὁ οἰόμενος λανθάνειν.
此外,不认为自己能瞒过所侵害之人却依然行不义的人,比起认为自己能瞒过的人,总是更为不义。
ὁ μὲν γὰρ ἀδίκως τινὶ ἐγκαλῶν οὐκ οἴεται λανθάνειν τοῦτον ὃν συκοφαντεῖ, οἱ δ’ ἄλλο τι ἀδικοῦντες ὡς ἐπὶ τὸ πολὺ οἰόμενοι λανθάνειν ὃν ἀδικοῦσιν ἐπιχειροῦσιν ἀδικεῖν, ὥστε ἀδικώτεροι καὶ ἂν κρίνοιντο οἱ διώκοντες ἢ οἱ φεύγοντες.
因为不公正地指控他人的人,并不认为自己能瞒过他所造谣诬陷的人,而犯下其他不义的人,大多是在认为自己能瞒过受害者的情况下才企图行不义的;因此,原告应该会被判定为比被告更为不义。