Humanitext Reader

亚里士多德 · 问题集 §27.6-27.11

恐惧与痛苦引发身体发抖及生理反应的机理

第 123 段,共 148 段 · 希腊语

内容简介

本文从体内热气和水分移动的角度,解释了恐惧和痛苦对身体产生的影响(如声音和手的发抖、发冷与口渴、沉默、肠胃和膀胱的松弛以及生殖器的收缩等)的生理机制。

§27.6Διὰ τί οἱ φοβούμενοι μάλιστα τρέμουσι τὴν φωνὴν καὶ τὰς χεῖρας καὶ τὸ κάτω χεῖλος;
为什么恐惧的人特别是在声音、手和下唇上发抖?
ἢ διότι ἔκλειψίς ἐστι τὸ πάθος θερμοῦ ἐκ τῶν ἄνω τόπων;
是因为这种状态是热气从上部区域退去吗?
διὸ καὶ ὠχριῶσιν.
因此他们也会脸色苍白。
διὰ μὲν οὖν τὸ ἐκ τοῦ στήθους ἡ φωνὴ τρέμει, ψυχομένου ᾧ κινεῖται.
现在,声音发抖是因为它来自胸部,因为移动它的器官被冷却了。
ὁμοίως δὲ καὶ αἱ χεῖρες· ἐκ τοῦ στήθους γὰρ ἤρτηνται.
同样地,手也是如此;因为它们是悬挂在胸部的。
τὸ δὲ κάτω χεῖλος, ἀλλ’ οὐ τὸ ἄνωθεν, κάτω κρέμαται ᾗ ῥέπει· τὸ δὲ κάτωθεν ἄνω παρὰ φύσιν, ἀλλ’ ὑπὸ τοῦ θερμοῦ ἄνω ἠρεμεῖ· οὗ ὑφαιρουμένου διὰ τὸ ψύχεσθαι τρέμει.
而下唇与上唇不同,它顺着自身的重力向下垂;因为自下而上的运动是违背自然规律的,但它通过热气的作用在上方保持静止;当这热气因冷却而被夺走时,它就会发抖。
καὶ ἐν τοῖς θυμοῖς δὲ διὰ τὸ αὐτὸ ἀποκρεμάννυται τὸ χεῖλος.
在愤怒时,由于同样的原因,嘴唇也会下垂。
δῆλον δὲ ἐπὶ τῶν παιδίων· συνθεῖ γὰρ εἰς τὴν καρδίαν τὸ θερμόν.
这在儿童身上很明显;因为热气共同奔向心脏。
§27.7Διὰ τί οἱ φοβούμενοι τρέμουσι, καὶ μάλιστα τὴν φωνὴν καὶ τοῦ σώματος τὰς χεῖρας καὶ τὸ κάτω χεῖλος;
为什么恐惧的人会发抖,特别是在声音、以及身体的手和下唇上?
ἢ διότι ἐκ τούτου τοῦ τόπου ἐκλείπει τὸ θερμὸν ἐν ᾧ ἡ φωνή;
是因为热气从声音所在的那个区域退去吗?
τὸ δὲ χεῖλος καὶ τὰς χεῖρας, ὅτι εὐκινητότατα καὶ ἥκιστα ἔναιμα.
而至于嘴唇和手,是因为它们极易活动且血液最少吗?
καὶ προΐενται μὲν τὴν χολήν, συσπῶσι δὲ τὰ αἰδοῖα, προΐενται μὲν διὰ τὸ συντήκειν τὸ καταβαῖνον θερμόν, ἀνασπῶσι δέ, ὅτι ἔξωθεν φόβος· εἰς τοὐναντίον οὖν ἡ φυγή.
他们还会排出胆汁并收缩生殖器;排出是因为下降的热气融化了体内物质,而收缩是因为恐惧来自外部;因此,逃避是朝向相反的方向。
§27.8Διὰ τί οἱ φοβούμενοι καὶ διψοῦσιν καὶ ῥιγοῦσιν; ταῦτα δὲ ἐναντία τὰ πάθη.
为什么恐惧的人既口渴又发冷,尽管这些状态是相反的?
ἢ ῥιγοῦσι μὲν ψυχόμενοι, διψῶσι δὲ θερμαινόμενοι;
或者是因冷却而发冷,因受热而口渴?
διότι ἐν τῷ φοβεῖσθαι τὸ θερμὸν ἐκλείπει καὶ τὸ ὑγρὸν ἐκ τῶν ἄνω τόπων.
因为在恐惧时,热气和水分从上部区域退去。
δηλοῖ δὲ τὸ χρῶμα καὶ αἱ κοιλίαι·
这由肤色和肠胃显示出来;因为面色苍白,而肠胃有时会变松弛。
τὸ μὲν γὰρ πρόσωπον ὠχρόν, αἱ δὲ κοιλίαι ἐνίοτε λύονται, διὰ μὲν οὖν τὸ ἐκλείπειν τὸ θερμὸν ἐκ τῶν ἄνωθεν τὸ ῥῖγος γίνεται, διὰ δὲ τὸ ὑγρὸν ἡ δίψα.
因此,发冷是因为热气从上部退去,而口渴是因为水分退去。
§27.9Διὰ τί τοῦ τε φόβου λύπης τινὸς ὄντος καὶ τῆς ἀλγηδόνος, οἱ μὲν ἀλγοῦντες ἀναβοῶσιν, οἱ δὲ φοβούμενοι σιωπῶσιν;
为什么恐惧和痛苦都是一种痛苦,但感到痛苦的人大声呼喊,而恐惧的人却保持沉默?
ἢ οἱ μὲν ἀλγοῦντες κατέχουσι τὸ πνεῦμα (διὸ ἀθρόον ἐξιὸν μετὰ βοῆς ἐξέρχεται), τῶν δὲ φοβουμένων κατέψυκται τὸ σῶμα καὶ τὸ θερμὸν κάτω ἐνήνεκται, ὃ ποιεῖ πνεύματα.
是因为感到痛苦的人憋住呼吸(因此呼吸一同排出时伴随着呼喊),而对于恐惧的人,身体被冷却,热气被带到下方,从而产生气体吗?
ᾗ οὖν ἐνήνεκται μάλιστα, ἐνταῦθα καὶ ποιεῖ αὐτά.
因此,在热气被带到最多的地方,它就在那里产生气体。
διὸ καὶ ἀποψοφοῦσιν οἱ φοβούμενοι.
所以恐惧的人会放屁。
ἡ δὲ φωνή ἐστι φορὰ πνεύματος ἄνω πως καὶ διά τινων γινομένη.
另一方面,声音是呼吸以某种方式向上并经过某些器官的运送。
τοῦ δὲ τοὺς ἀλγοῦντας κατέχειν τὸ πνεῦμα αἴτιον, ὅτι ταῖς ἐνυπαρχούσαις ἡμῖν βοηθείαις φύσει εὐθὺς πάντες παθόντες ἄνευ λογισμοῦ χρώμεθα, καθάπερ καὶ τὰ ἄλλα ζῷα· τὰ μὲν γὰρ κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξιν ἀμύνεται.
而感到痛苦的人憋住呼吸的原因是,所有人一旦受苦,就会立即在没有理性思考的情况下使用我们天生固有的辅助手段,就像其他动物一样;因为有些动物用角防卫,有些用牙齿,有些用爪子。
πρὸς δὲ τὰ ἀλγήματα πάντα ἢ τὰ πλεῖστα βοηθεῖ ἡ θερμότης.
而对于所有或大多数痛苦,热气是一种辅助。
ὃ ποιεῖ ὁ κατέχων τὸ πνεῦμα· θερμαίνει γὰρ καὶ ἐκπέττει τὸ ἄλγημα, συστέλλων ἐντὸς τὸ θερμὸν τῷ πνεύματι.
憋住呼吸的人所做的正是这件事;因为他通过呼吸将热气收缩在内部,从而加热并缓解痛苦。
§27.10Διὰ τί τοῖς φοβουμένοις αἱ κοιλίαι λύονται καὶ οὐρητιῶσιν;
为什么恐惧的人肠胃会变松弛且想要小便?
ἢ τὸ θερμὸν τὸ ἐν ἡμῖν ἐστὶν ὥσπερ ζῷον;
是因为我们体内的热气就像一种生物吗?
τοῦτ’ οὖν φεύγει ὅ τι ἂν φοβηθῇ.
因此,无论它害怕什么,它都会逃跑。
ἔξωθεν οὖν γινομένων τῶν τε ὑπὸ τῆς ἀγωνίας φόβων καὶ τῶν τοιούτων, καὶ ἐκ τῶν ἄνωθεν εἰς τὰ κάτω καὶ ἐκ τῶν ἐπιπολῆς εἰς τὰ ἐντός, ἐκθερμαινόμενοι δὲ οἱ περὶ τὴν κοιλίαν τόποι καὶ τὴν κύστιν διαλύονται, καὶ ποιοῦσιν αὐτὰς εὐτρεπεῖς.
所以,当由于焦虑而产生的恐惧及类似情况从外部发生,且热气从上部退到下方,从表面退到内部时,肠胃和膀胱周围的区域被加热并松弛,使它们处于准备就绪的状态。
καὶ γὰρ τὰ ἄνηθα καὶ τὰ ἀψίνθια, καὶ ὅσα οὐρητικά, θερμαντικά.
因为事实上,莳萝、苦艾以及所有利尿之物都是温热的。
ὁμοίως δὲ καὶ τὰ πρὸς τὴν κοιλίαν φάρμακα, τὰ κάτω θερμαντικά· καὶ τὰ μὲν τῶν εἰσενεχθέντων μόνων λυτικά, τὰ δὲ καὶ ἑτέραν σύντηξιν ποιεῖ, οἷον τὸ σκόροδον εἰς τὸ οὖρον.
同样地,针对肠胃的药物也是在下方起温热作用的;有些药物仅能分解摄入的食物,而另一些则能产生另一种熔化,就像大蒜对尿液的作用一样。
τὸ αὐτὸ δὲ τοῖς τοιούτοις ἡ ἐκ τῶν ἐπιπολῆς θερμασία εἰς τούτους τοὺς τόπους συνιοῦσα δρᾷ.
从表面聚集到这些区域的热气,也起到了与这些药物相同的作用。
§27.11Διὰ τί οἱ φοβούμενοι συσπῶσιν τὰ αἰδοῖα;
为什么恐惧的人会收缩生殖器?
εἰκὸς γὰρ ἦν τοὐναντίον, τοῦ θερμοῦ εἰς τοῦτον τὸν τόπον ἀθροιζομένου τῶν φοβουμένων, ἀνίεσθαι αὐτά.
因为相反的情况才是自然的,既然恐惧之人的热气聚集在这个区域,它们本该松弛才对。
ἢ οἱ φοβούμενοι σχεδὸν ἅπαντες ὥσπερ ῥιγοῦντές εἰσιν;
或者是因为几乎所有恐惧的人都像发冷的人一样?
ἐκλελοιπότος οὖν ἐκ τῶν ἐπιπολῆς τοῦ θερμοῦ συσπῶσιν.
因此,由于热气从表面退去,他们收缩了它们。
διὸ καὶ βομβυλίζουσιν οἱ δεινῶς δεδιότες.
所以,极度恐惧的人会起鸡皮疙瘩。
δοκεῖ δὲ συσπᾶν τὸ ἐπιπολῆς καὶ τὸ δέρμα τῶν ῥιγούντων, ἅτε τοῦ θερμοῦ ἐκκεκριμένου· διὸ καὶ φρίττουσιν.
事实上,发冷的人表面的皮肤似乎也会收缩,因为热气被排出了;所以他们会战栗。
συσπᾶται δὲ καὶ ἡ ὄσχεα τοῦ αἰδοίου ἄνω, καὶ συνεφέλκονται καὶ οἱ ὄρχεις αὐτοῖς συστελλομένων.
而且阴囊也会向上收缩,睾丸也随着它们的收缩而被一起拉上去。
θᾶττον δὲ φαίνεται ἐπὶ τῶν ἀφροδισίων· ὁ γὰρ φόβος ἐκκρίνει, καὶ πολλοῖς τῶν ἀγωνιώντων καὶ τῶν περιφόβων συγκινεῖ ἡ τῆς γονῆς πρόεσις.
这在性方面表现得更快;因为恐惧会引起分泌,在许多焦虑和极度恐惧的人身上,精液的排出会被共同触发。

词汇与语法注释

  1. 27.6διὰ μὲν οὖν τὸ ἐκ τοῦ στήθους — 在表示原因的前置词短语 `διὰ ... τὸ` 中省略了语法上的主语和谓语。此处最自然的是补出前文的 `ἡ φωνή`(主语)和动词 `εἶναι`(或表示“源自、产生”的动词),理解为“因为声音来自胸部”。
  2. 27.9τοῦ τε φόβου λύπης τινὸς ὄντος καὶ τῆς ἀλγηδόνος — 属格独立结构(Genitive Absolute)。`τοῦ τε φόβου... καὶ τῆς ἀλγηδόνος` 是逻辑主语,与现在分词 `ὄντος`(单数形式,与较近的词一致或共同作用)相结合,表示让步或前提的语气:“尽管恐惧和痛苦都是一种痛苦(悲伤)”。
  3. 27.10ἔξωθεν οὖν γινομένων τῶν τε ὑπὸ τῆς ἀγωνίας φόβων καὶ τῶν τοιούτων — 属格独立结构(Genitive Absolute)。`τῶν τε ὑπὸ τῆς ἀγωνίας φόβων καὶ τῶν τοιούτων` 是逻辑主语,修饰分词 `γινομένων`。在接下来的句式 `καὶ ἐκ τῶν ἄνωθεν εἰς τὰ κάτω...` 中,被理解为省略了表示前句主语“热(`τὸ θερμόν`)”移动的动词(如 `φεύγοντος` 或 `ἰόντος`)。

引用这一段

亚里士多德, 问题集 §27.6-27.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:27.6-27.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。