§27.1Διὰ τί οἱ φοβούμενοι τρέμουσιν;
为什么感到恐惧的人会发抖?
ἢ διὰ τὴν κατάψυξιν;
或者是因为冷却?
ἐκλείπει γὰρ τὸ θερμὸν καὶ συστέλλεται· διὸ καὶ αἱ κοιλίαι λύονται τοῖς πολλοῖς.
因为热气退去并收缩;所以多数人的肠胃会变松弛。
§27.2Διὰ τί οὖν καὶ διψῶσιν ἔνιοι, καθάπερ οἱ μέλλοντες κολάζεσθαι;
那么,为什么有些人还会口渴,就像那些即将受罚的人一样?
οὐ γὰρ ἔδει καταψυχομένων.
因为在被冷却时本不应该如此。
ἢ οὐκ ἐν ταὐτῷ τόπῳ ἡ κατάψυξις καὶ ἡ θερμότης, ἀλλ’ ἡ μὲν ἐν τῷ ἐπιπολῆς, ἔνθεν ἐκλείπει τὸ θερμόν, ἡ δὲ ἐν τῷ ἐντός, ὥστε ἐκθερμαίνει;
或者是因为冷却和炎热不在同一部位,而是前者在表面(热气从此处退去),而后者在内部,从而使内部受热?
σημεῖον δὲ καὶ τὸ λύεσθαι τὰς κοιλίας.
其迹象也是肠胃松弛。
ἀναξηραινομένου δὴ τοῦ κυρίου τόπου τὸ δίψος.
当主导部位变干燥时,就会产生口渴。
ὅμοιον δὲ ἔοικεν ὥσπερ τοῖς ἠπιαλοῦσιν, οἳ ἅμα τῷ ῥιγοῦν διψῶσιν· οὐδὲ γὰρ ὁ αὐτὸς οὐδ’ ἐκεῖ τόπος ψύχεται καὶ θερμαίνεται.
这似乎与患间歇热的人相似,他们在发冷的同时感到口渴;因为在那种情况下,同一部位也不是同时变冷和变热。
§27.3Διὰ τί ἐν μὲν τοῖς θυμοῖς εἰς τὸ ἐντὸς ἀθροιζομένου τοῦ θερμοῦ διάθερμοι καὶ θαρραλέοι, ἐν δὲ τοῖς φόβοις ἀνάπαλιν;
为什么在愤怒时,热气聚集于内部,使人变得温热而大胆,而在恐惧时却相反?
ἢ οὐκ εἰς τὸν αὐτὸν τόπον, ἀλλὰ τοῖς μὲν ὀργιζομένοις περὶ τὴν καρδίαν, διὸ καὶ θαρρητικοὶ καὶ ἐν ἐρυθήματι καὶ πνεύματος πλήρεις, ἄνω τῆς φορᾶς οὔσης, τοῖς δὲ φοβουμένοις κάτω συμφευγόντων τοῦ αἵματος καὶ τοῦ θερμοῦ, διὸ καὶ ἡ λύσις τῶν κοιλιῶν·
是因为热气并不是聚集在同一部位,而是在愤怒者中聚集在心脏周围——所以他们表现得勇敢、面色红润且呼吸急促,其运动方向是向上的——而在恐惧者中,血液和热气一同向下逃逸,所以也会导致肠胃松弛?
ἐπεὶ καὶ ἡ τῆς καρδίας πήδησις οὐχ ὁμοία, ἀλλὰ τοῖς μὲν ὡς ἂν διὰ τὴν ἔκλειψιν πυκνὴ καὶ νυγματώδης, τοῖς δὲ ὡς ἂν ἀθροιζομένου πλείονος θερμοῦ· διὸ καὶ τὸ ἀναζεῖν καὶ τὸ ὀρίνεσθαι τὸν θυμὸν καὶ ταράττεσθαι, καὶ ὅσα τοιαῦτα λέγουσιν οὐ κακῶς, ἀλλ’ οἰκείως.
因为心脏的跳动也不同,前者因热气的退去而跳动频繁且有刺痛感,而后者则仿佛是因为聚集了更多的热气;因此人们说愤怒“沸腾”、“被激起”和“动荡”等等,这些说法并无不妥,而是非常贴切。
ἆρ’ οὖν καὶ διὰ τοῦτο τὸ δίψος, ἐπεὶ τό γε ξηρὸν πτύειν καὶ ὁ σαυσαρισμὸς καὶ τὰ τοιαῦτα γίνεται διὰ τὴν ἀναφορὰν τοῦ πνεύματος ἅμα καὶ θερμοῦ.
那么,口渴也是因为这个原因吗? 因为吐出干唾、喉咙发干等现象,是由于呼吸和热气同时向上移动而产生的。
καὶ τὸ δίψος δὲ δῆλον ὡς ἐκθερμαινομένου τοῦ σώματος.
由于身体受热而产生口渴是显而易见的。
πῶς οὖν ὁ αὐτὸς τόπος ἀναξηραίνεται ἀμφοῖν, ᾧ διψῶμεν, καὶ τῷ φοβουμένῳ καὶ τῷ ὀργιζομένῳ;
那么,我们感到口渴的同一个部位,在恐惧者和愤怒者两者身上,又是如何同样变干燥的呢?
ὁ δὲ φόβος ὅτι διψητικόν, καὶ οἱ ἐν ταῖς τροπαῖς δηλοῦσιν· οὐδαμοῦ γὰρ οὕτω διψῶσιν.
恐惧会引起口渴,这也由在溃退中的人们所证明;因为他们在任何其他地方都不曾如此口渴。
καὶ οἱ ἀγωνιῶντες δὲ σφόδρα· διὸ καὶ διακλύζονται καὶ ἐπιρροφοῦσιν, καθάπερ Παρμένων ὁ ὑποκριτής.
那些极度焦虑的人也是如此;所以他们会漱口并小口啜饮,就像演员帕梅农那样。
ἢ τούτοις μὲν οὐκ ἔστιν δίψος, ἀλλὰ ξηρότης πεφευγότος τοῦ αἵματος, ὅθεν καὶ ὠχροί;
或者,这些人并非真的口渴,而只是因为血液逃逸而导致干燥,所以他们也脸色苍白?
σημεῖον δὲ τὸ μὴ πίνειν πολύ, ἀλλὰ καὶ βροχθίσαι.
其迹象在于他们并不多喝,而只是湿润喉咙。
οἱ δ’ ἐν ταῖς τροπαῖς μετὰ πόνου.
但溃退中的人是因为劳累而口渴。
διὸ διψῶσι καὶ οἱ μέλλοντες κολάζεσθαι· καὶ οὐθὲν ἄτοπον.
因此,即将受罚的人也会口渴;这并没有什么奇怪的。
ἐν δὲ τοῖς πολεμικοῖς ἔνιοι καὶ τῶν ἀνδρείων, ὅταν διασκευασθῶσιν, καὶ τρέμουσιν οὐκ ἐξεστηκότες, ἀλλὰ θαρροῦντες· ὧν εἰώθασιν μαστιγοῦν τὸ σῶμα πλατεῖ νάρθηκι, εἰ δὲ μή, ταῖς χερσὶν ἀναθερμανθέντες.
然而在军事活动中,一些勇敢的人在排兵布阵时也会发抖,这并非因为他们丧失了理智,而是尽管他们很自信;人们习惯用宽大的茴香茎抽打他们的身体,或者用手按摩使他们重新暖和起来。
ἔοικεν δὴ διὰ τὴν ὀξύτητα καὶ τὴν φορὰν τοῦ θερμοῦ ἀνωμαλία τις εἶναι περὶ τὸ σῶμα ταραχώδης.
这似乎是因为热气的急剧变化和移动,导致身体周围产生了一种混乱的不均衡。
§27.4Διὰ τί οἱ ἀνδρεῖοι ὡς ἐπὶ τὸ πολὺ φίλοινοι;
为什么勇敢的人大都喜好葡萄酒?
ἢ ὅτι οἱ ἀνδρεῖοι θερμοί, ἡ δὲ θερμότης περὶ τὰ στήθη.
是因为勇敢的人身体温热,而热气位于胸部周围吗?
ἐνταῦθα γὰρ καὶ ὁ φόβος φαίνεται, γινόμενος κατάψυξίς τις.
因为在那里也会表现出恐惧,而恐惧是一种冷却。
ὥστε 〈τοῖς μὲν〉 περὶ τὴν καρδίαν ἧττον μὲν μένει, τοῖς δὲ πηδᾷ ψυχομένη.
因此,在某些人中热气在心脏周围留存较少,而在另一些人中,心脏因变冷而剧烈跳动。
ὅσοι οὖν τὸν πνεύμονα ἔχουσιν ἔναιμον, θερμὸν ἔχουσι τοῦτον ὥσπερ οἰνωμένοι, ὥστε οὐ ψύχει ἡ φαντασία τοῦ δεινοῦ.
所以,凡是肺部充满血液的人,这个器官就像喝了酒一样温热,因此对危险的想象不会使他们冷下来。
οἱ δὲ τοιοῦτοι καὶ φιλοπόται· ἥ τε γὰρ τοῦ ποτοῦ ἐπιθυμία διὰ τὴν τούτου τοῦ μορίου θερμότητά ἐστιν (εἴρηται δὲ περὶ αὐτοῦ ἐν ἄλλοις) καὶ τοῦ παυστικοῦ ἡ ἐπιθυμία.
而这样的人也喜好饮酒;因为对饮料的渴望是由于这一部位的温热(这在其他地方已经讨论过)以及对能平息这种温热之物的渴望。
ὁ δὲ οἶνος θερμὸς μὲν τὴν φύσιν, παύει δὲ τὴν δίψαν μᾶλλον τοῦ ὕδατος, καὶ μάλιστα τῶν αὐτῶν· δι’ ἣν αἰτίαν, εἴρηται ἐν ἄλλοις.
葡萄酒本质上是温热的,但它比水更能平息口渴,尤其是对于这些人而言;其原因已在其他地方说明。
διὸ καὶ οἱ ἐν τῇ περιπνευμονίᾳ καὶ οἱ μαινόμενοι ἀμφότεροι ἐπιθυμοῦσιν οἴνου· καίτοι τῶν μὲν διὰ τὴν θερμασίαν θερμὸς ὁ πνεύμων, τῶν δὲ διὰ τὴν ταραχήν.
因此,肺炎患者和疯子都渴望葡萄酒;尽管前者的肺部因发热而温热,后者的肺部则因动荡而温热。
ἐπεὶ οὖν οἱ αὐτοὶ ὡς ἐπὶ τὸ πολὺ τῷ γένει διψητικοὶ καὶ ἀνδρεῖοι, οἴνου δὲ οἱ διψητικοὶ ἐπιθυμητικοί, οἱ δὲ τοιοῦτοι φιλοπόται, ἀναγκαῖον ὡς ἐπὶ τὸ πολὺ παρακολουθεῖν ἀλλήλοις τὰς φύσεις.
既然同样的人在大多数情况下天生既容易口渴又勇敢,而口渴的人又渴望葡萄酒,且这样的人喜好饮酒,那么在大多数情况下,他们的本性必然是相互伴随的。
διὸ καὶ οἱ οἰνωμένοι ἀνδρειότεροι τῶν μή.
所以,喝了酒的人比没喝的人更勇敢。
§27.5Διὰ τί μάλιστα τὴν ἀνδρείαν τιμῶσιν αἱ πόλεις, οὐ βελτίστην οὖσαν τῶν ἀρετῶν;
为什么城邦最尊崇勇敢,尽管它并不是美德中最优秀的?
ἢ ὅτι διατελοῦσιν ἢ πολεμοῦντες ἢ πολεμούμενοι, αὕτη δὲ ἐν ἀμφοῖν χρησιμωτάτη ἐστίν·
是因为他们要么一直在发动战争,要么一直在遭受战争,而勇敢在这两种情况下都是最实用的吗?
τιμῶσι δὲ οὐ τὰ βέλτιστα, ἀλλὰ τὰ αὑτοῖς βέλτιστα.
而且他们尊崇的不是绝对最优秀的,而是对他们自身最有利的。