Humanitext Reader

亚里士多德 · 问题集 §26.56-26.62

致雨之风的地域差异与云层凝聚

第 121 段,共 148 段 · 希腊语

内容简介

讨论了带来降雨的风的地域差异、陆地与海域的云层形成、高海拔阿卡迪亚的气候特征、晨风的持续性、北风的昼夜变化、蜘蛛丝与风的征兆关系,以及冬季北风造成的云层冻结与晴雨地域差异。

§26.56Διὰ τί ἄλλοις ἄλλοι τῶν ἀνέμων ὑέτιοι, οἷον ἐν μὲν τῇ Ἀττικῇ καὶ ταῖς νήσοις ὁ Ἑλλησποντίας, ἐν Ἑλλησπόντῳ δὲ ὁ βορέας καὶ ἐν Κυρήνῃ, περὶ Λέσβον δὲ νότος;
为什么对不同的地方而言,不同的风会带来降雨? 例如在阿提卡和岛屿是赫勒斯滂风,在赫勒斯滂和昔兰尼是北风,而在莱斯博斯附近是南风?
ἢ ὅπου ἂν ἄθροισις νεφῶν, ἐνταῦθα ὕδωρ;
是因为凡是有云群聚集的地方,那里就有雨水吗?
ἐνταῦθα γὰρ ἡ πύκνωσις ἀθροίζεται, ὅπου ἂν προκαθίζεσθαι ἔχῃ.
因为凡是云能够停留下来的地方,凝结就会堆积。
διὸ καὶ ἐν τοῖς ὄρεσι μᾶλλον ὕει ἢ ὅπου ἂν τὸ πλῆθος ὑπεξάγειν δύνηται· περικαταλαμβανόμενον γὰρ πυκνοῦται· δεῖ δὲ τοῦτο γενέσθαι.
因此,相比于[风]能将云群排出的地方,山地的降雨更多;因为云被包围而凝结,且这是必然会发生的。
καὶ ἐν ταῖς εὐδίαις μᾶλλον ὕει.
而且在晴朗无风时也会下雨。
ἐν Ἑλλησπόντῳ μὲν οὖν ἄνωθεν ὁ βορέας πολλὰ συνωθεῖ νέφη, πρὸς δὲ τὴν Ἀττικὴν καὶ τὰς νήσους ὁ Ἑλλησποντίας, ὥσπερ ὕλην ἔχων· καὶ γὰρ περιίσταται τὰ πολλὰ ἐκ τοῦ βορέου.
因此,在赫勒斯滂,北风从上方推挤来许多云,而对于阿提卡和岛屿,赫勒斯滂风则如此做,仿佛携带着原料一般;因为风通常是从北风转过来的。
περὶ δὲ Λέσβον ὁ εὖρος καὶ ὁ νότος ἐκ τοῦ πελάγους φέροντες πολλὰ νέφη προσβάλλει τῇ χώρᾳ.
在莱斯博斯附近,东东南风和南风从外海运送许多云来并吹袭该地区。
τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
其他地方也是同样的情况。
§26.57Διὰ τί λέγεται μή ποτ’ ἀπ’ ἠπείρου δείσῃς νέφος ἀλλ’ ἀπὸ πόντου χειμῶνος, θέρεος δὲ ἀπ’ ἠπείροιο μελαίνης ;
为什么人们会说:“在冬季,绝不要害怕来自大陆的云,而要害怕来自海洋的;但在夏季,则要害怕来自黑暗大陆的云”?
ἢ διότι τοῦ μὲν χειμῶνος ἡ θάλαττα θερμοτέρα, ὥστε εἰ τι συνέστη, δῆλον ὅτι ἀπ’ ἀρχῆς ἰσχυρᾶς συνέστηκεν· ἐλύθη γὰρ ἂν διὰ τὸ ἀλεεινὸν εἶναι τὸν τόπον.
是因为在冬季海洋更温暖,所以如果有任何云雾结集,显然它是源自强大的起因;因为由于该处温暖,否则它早已消散了。
τοῦ δὲ θέρους ἡ μὲν θάλαττα ψυχρά, καὶ τὰ πόντια πνεύματα, ἡ δὲ γῆ θερμή, ὥστε εἴ τι ἀπὸ τῆς γῆς φέρεται, διὰ μείζονος ἀρχῆς συνέστη· διελύθη γὰρ ἄν, εἰ ἀσθενὲς ἦν.
而在夏季,海洋和海风是寒冷的,而陆地是温暖的,所以如果有任何东西从陆地运送过来,它就是通过更大的起因结集而成的;因为如果它很微弱,它早已消散了。
§26.58Διὰ τί ἐν τῇ Ἀρκαδίᾳ ὑψηλῇ οὔσῃ τὰ μὲν πνεύματα οὐθὲν ψυχρότερα τῶν παρὰ τοῖς ἄλλοις, ὅταν δὲ νηνεμία ῃ καὶ ἐπινέφελα, ψυχρά, ὥσπερ ἐν τοῖς ὁμαλέσιν τοῖς ἑλώδεσιν;
为什么在海拔高的阿卡迪亚,风本身并不比其他地方的冷,但在无风且多云时,却像在平坦的沼泽地区那样寒冷?
ἢ ὅτι καὶ ἡ Ἀρκαδία ὁμοία γίνεται τοῖς ἑλώδεσιν·
是因为阿卡迪亚也变得像沼泽地区一样吗?
οὐ γὰρ ἔχει ἐξόδους τοῖς ὕδασιν εἰς θάλατταν, διὸ καὶ βάραθρα πολλὰ αὐτόθι ἐστίν.
因为它的积水没有排入海洋的出口,所以那里有许多深坑。
ὅταν μὲν οὖν ᾖ ἄνεμος, ἀπορριπίζει τὴν ἐκ τῆς γῆς ἀναθυμίασιν, οὖσαν ψυχράν, αὐτὰ δὲ τὰ πνεύματα οὐ ψυχρὰ διὰ τὸ ἀπὸ τῆς θαλάττης προσβάλλειν· ἐν δὲ ταῖς νηνεμίαις ἀνιοῦσα ἡ ἀτμὶς ἀπὸ τοῦ ἐμμένοντος ὕδατος ποιεῖ τὸ ψῦχος.
因此,当有风时,它会吹散从地面升起的寒冷蒸气,而风本身因为是从海洋吹来所以并不寒冷;但在无风时,从残留的水中升起的蒸汽便产生了寒冷。
§26.59Διὰ τί, ἂν ἕωθεν πνεῖν ἄρξηται, διημερεύει μᾶλλον;
为什么如果风在早晨开始吹拂,就更容易持续整天?
ἢ διότι ἀρχομένου τοῦ ἡλίου σφοδροτάτη ἡ φορά, διὸ ἐκτείνεται τοιαύτη οὖσα.
是因为在太阳升起时,风的运动最为猛烈,因此,由于具有这样的性质,它被延长了吗?
σημεῖον δὲ ὅτι ἰσχυρὰ ἡ σύστασις.
而这也是其结集强大的迹象。
§26.60Διὰ τί βορέας τὴν ἡμέραν μὲν λαμπρός, τὴν δὲ νύκτα πίπτει;
为什么北风在白天猛烈,而在夜间减弱?
ἢ διότι γίνεται ἀπὸ πεπηγότος ὑετοῦ, ὅταν ἀναθυμιᾶται διὰ τὸν ἥλιον;
是因为它产生于结冰的雨水,在因太阳而蒸发时吹拂吗?
πίπτει δὲ νυκτός, ὅτι οὐχ ἡ αὐτὴ γένεσις, ἀλλὰ τοὐναντίον ποιεῖ· τὰς γὰρ νύκτας ἐκπνεῖ, τὰς δὲ ἡμέρας ἧττον.
而在夜间减弱,是因为没有同样的生成过程,反而是起到了相反的作用;因为它们在夜间停吹,而在白天较少停吹。
§26.61Διὰ τί τὰ ἀράχνια τὰ πολλὰ ὅταν φέρηται, πνεύματός ἐστι σημεῖα;
为什么当大量的蜘蛛网四处飘动时,是风的征兆?
πότερον ὅτι ἐργάζεται ὁ ἀράχνης ἐν ταῖς εὐδίαις, φέρεται δὲ διὰ τὸ ψυχόμενον τὸν ἀέρα συνιέναι πρὸς τὴν γῆν, τὸ δὲ ψύχεσθαι ἀρχὴ χειμῶνος· σημεῖον οὖν ἡ φορὰ τῶν ἀραχνίων.
是因为蜘蛛在晴朗无风时工作,而丝飘动是因为空气变冷而向地面收缩,而变冷是暴风雨的开始,因此蜘蛛丝的飘动是一个征兆吗?
ἢ ὅτι μετὰ τὰ ὕδατα καὶ τοὺς χειμῶνας γίνεται τῶν ἀραχνίων ἀθρόα ἡ φορά, ἐν ταῖς εὐδίαις ἐργαζομένων, διὰ τὸ ἐν τῷ χειμῶνι μὴ φαίνεσθαι: δύσριγον γὰρ τόδε.
还是因为在雨水和暴风雨之后,蜘蛛网会集体飘动,因为它们在晴朗无风时工作,而在暴风雨中不出现;因为这种生物极度怕冷。
καὶ φερόμενοι ὑπὸ τοῦ πνεύματος πολὺ ἐκπηνίζονται.
而且它们被风吹动时,会吐出大量的丝。
μετὰ δὲ τὰ ὕδατα εἴωθεν πνεύματα γίνεσθαι ὡς τὰ πολλὰ.
而在雨水之后,通常习惯于起风。
§26.62Διὰ τί οἱ βορέαι μεγάλοι τοῦ χειμῶνος ἐν τοῖς ψυχροῖς τόποις ἐπινέφελοι, ἔξω δὲ αἴθριοι;
为什么冬季的强北风在寒冷地区会带来多云,而在其外围地区则是晴天?
ἢ ὅτι ἄμα ψυχροί εἰσι καὶ μεγάλοι, ἐγγὺς δὲ μᾶλλον ψυχροί, ὥστε φθάνουσι πηγνύντες πρὶν ἀπῶσαι τὰ νέφη·
是因为它们既寒冷又强大,但在接近源头的地方更冷,以至于它们在推开云层之前就抢先将其冻结了吗?
ὅταν δὲ παγῇ, μένουσι διὰ βάρος.
而一旦冻结,它们就因为重量而留下来。
ἔξω δὲ τῷ μεγέθει ἐργάζονται μᾶλλον ἢ τῷ ψυχρῷ.
但在外围地区,风更多地是靠其强大力量而非寒冷来起作用。

词汇与语法注释

  1. §26.56ἢ ὅπου ἂν τὸ πλῆθος ὑπεξάγειν δύνηται — 连词 "ἤ"(比)引导由比较级 "μᾶλλον" 决定的比较从句,与前文的 "ἐν τοῖς ὄρεσι"(在山地)相对应。"τὸ πλῆθος" 指代云群,不定式 "ὑπεξάγειν"(排出/运走)的省略主语在语境上为风或该地的地形。
  2. §26.57ἐλύθη γὰρ ἂν διὰ τὸ ἀλεεινὸν εἶναι τὸν τόπον — "ἐλύθη ἂν"(带有 "ἄν"的直陈式过去不定过去时)表示与过去事实相反的虚拟条件句的归结句。此处虽然没有显式写出条件从句,但语境中暗含了“如果它是由微弱的起因所结集”的条件。这一理解可通过与后半句 "διελύθη γὰρ ἄν, εἰ ἀσθενὲς ἦν" 的结构与语义平行关系得到确认。
  3. §26.60τὰς γὰρ νύκτας ἐκπνεῖ — 动词 "ἐκπνέω" 除了表示“吐气/吹出”外,还可以表示“平息/停吹”。这里解释了北风在夜间减弱的物理原因,通过与紧随其后的 "τὰς δὲ ἡμέρας ἧττον"(在白天则较少停吹,即白天持续吹拂)进行对比,可知此处应译为“停吹”或“平息”。

引用这一段

亚里士多德, 问题集 §26.56-26.62. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:26.56-26.62

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。