Humanitext Reader

亚里士多德 · 问题集 §20.9-20.12

果实增大与辛辣特征及野生植物习性

第 90 段,共 148 段 · 希腊语

内容简介

本段讨论了将南瓜和黄瓜覆土或放入容器以避免干燥从而使其长大的机理、辛辣植物种子和细萝卜辣味更浓的原因,以及凯璞(刺山柑)偏爱墓地而非耕地的野生特性,以此阐释栽培与野生植物在生成原理上的差异。

§20.9Διὰ τί, ἐάν τις τὰς κολοκύνθας εὐθὺς μικρὰς οὔσας κρύψῃ τῇ γῇ ἢ τοὺς σικύους, μείζους γίνονται;
为什么如果有人在南瓜或黄瓜还小的时候就立即用土把它们埋起来,它们就会变得更大?
ἢ διότι τὰ πνεύματα καὶ ὁ ἥλιος ξηραίνοντα ἀφαιροῦνται τὴν αὔξησιν, καὶ τοὺς ὄγκους ἐλάττους μὲν ποιοῦσιν πάντων, στιφροτέρους δέ, ὥσπερ καὶ τῶν δένδρων τά τε ἐν προσηνέμοις καὶ ἑλώδεσιν καὶ τὰ ἐν κοίλοις καὶ ἐφύδροις (τὰ μὲν γὰρ μεγάλα γίνονται καὶ σομφά, τὰ δὲ μικρὰ καὶ πυκνά)· ἐν δὲ τῇ γῇ κρυφθέντα ἐναντία πάσχοντα ἐναντίως ἀποβαίνει.
还是因为风和太阳通过干燥夺走了它们的生长,使所有东西的体积变小却变得更坚实,就像树木一样,无论是在多风和潮湿地方的树木,还是在洼地和多水地方的树木(因为前者变得巨大而海绵质,后者变得矮小而稠密);但在土里被埋起来的,由于遭受相反的情况,结果也相反?
ὁμοίως δὲ καὶ τὰ εἰς ἀγγεῖα τιθέμενα, σίκυοι εἰς νάρθηκας κοίλους ἢ καλυπτῆρας καὶ ῥοιαὶ καὶ μῆλα εἰς χύτρας, τὰ μὲν μεγάλα σομφὰ δέ, οἱ δὲ μικροὶ στερροὶ αὐξανόμενοι, μὴ εἰς ἀντίτυπον.
同样地,放入容器中的东西也是如此,比如放入中空阿魏茎或瓦罩中的黄瓜,以及放入陶罐中的石榴和苹果:一些长得大而呈海绵状,另一些则长得小而坚实,只要不朝向阻碍它们的地方生长。
αἰτία δὲ ἡ τροφὴ πλείων γινομένη διὰ τὸ μήτε ἀποπνεῖσθαι, μήτε ξηραίνεσθαι· τὸ γὰρ ἀποστέγον κωλύει ταῦτα πάσχειν.
其原因在于养分变得更多,因为它们既不发散也不干燥;因为遮蔽物阻止了它们遭受这些情况。
§20.10Διὰ τί τὰ σπέρματα τῶν δριμέων φυτῶν δριμύτερά ἐστιν ἢ αἱ ῥίζαι καὶ τὰ φύλλα;
为什么辛辣植物的种子比它们的根和叶更辛辣?
ἢ διότι ἐκ τοῦ σπέρματος γίνεται ἅπαντα, καὶ εἰς τὰ ἄλλα δίδοται μέρη ἐκ τούτου, οἱονεὶ ἐνυπάρχοντα, ὥς φασί τινες, καὶ οἱ χυμοὶ καὶ αἱ ὀσμαί, ἐπεὶ καὶ αἱ ὀσμαὶ ἴδιοι γίνονται ἅμα τοῖς σπέρμασιν ἅπασιν.
还是因为万物都由种子产生,并从此分给其他部分,正如有些人所说,汁液和气味仿佛已预先存在于其中,因为独特的味道也是与所有种子同时产生的。
εἰ οὖν ἐκ τούτου καὶ τοῖς ἄλλοις ἡ δριμύτης ὑπάρχει, εὔλογον καὶ αὐτὸ ὑπάρχειν μάλιστα.
因此,如果其他部分的辛辣是从中而来的,那么它最强烈地存在于种子自身之中也是合理的。
§20.11Διὰ τί αἱ ῥαφανῖδες αἱ λεπταὶ δριμύτεραι;
为什么细小的萝卜更辛辣?
ἢ ὅτι αἱ μείζους διὰ τὸν χρόνον πεπεμμέναι μᾶλλον;
还是因为较大的萝卜由于时间的关系,而被更充分地熟化了?
§20.12Διὰ τί ἡ κάππαρις οὐκ ἐθέλει ῥᾳδίως ἐν τοῖς ἐργασίμοις γίνεσθαι χωρίοις (πολλοὶ γὰρ πεπείρανται καὶ ῥίζας μεταφέροντες καὶ σπέρματα καταβάλλοντες· ἐνιαχοῦ γὰρ λυσιτελεῖ μᾶλλον τῶν ῥόδων), ἀλλὰ φύεται μάλιστα ἐπὶ τῶν τάφων, ὅτι ἀβατώτατος ὁ τόπος ἐστίν.
为什么刺山柑不愿在耕作过的土地上轻易生长(因为许多人既通过移植根部,也通过播下种子来进行过尝试;因为在某些地方它比玫瑰更有利可图),却主要生长在坟墓上,因为那是人迹最罕至的地方。
περὶ δὲ δὴ τούτου καὶ ὅσα ἄλλα τοιαῦτα, δεῖ λαβεῖν ὅτι οὐχ ἅπαντα ἐκ τῆς αὐτῆς ὕλης γίνεται οὐδ’ αὔξεται, ἀλλ’ ἔνια ἐξ ἄλλων φθορᾶς καὶ ἐξ ἀρχῆς γίνεται καὶ αὐξάνεται, οἷον οἱ φθεῖρες καὶ αἱ τρίχες ἐν τῷ σώματι διαφθειρομένης τῆς τροφῆς, καὶ ἀεὶ τὸ χεῖρον ἔχοντος.
关于这一点以及所有其他此类事物,必须懂得并非所有事物都从相同的物质中产生或生长,而是有些事物从其他事物的腐败中并从一开始产生和生长,就像当养分腐败且身体一直处于较差状态时体内的虱子和毛发一样。
ὥσπερ οὖν καὶ τῶν ἐν σώματι ἔνια γίνεται ἐκ περιττώματος τροφῆς, τοῦτο δ’ ἐστὶν ἀπεψία, καὶ οὗ μὴ ἐδύνατο κρατῆσαι ἡ φύσις, τὰ μὲν προχειρότατα εἰς κύστιν καὶ κοιλίαν ἀποκρίνεται, ἐξ ἐνίων δὲ ζῷα γίνεται, διὸ καὶ αὐξάνονται ταῦτα ἐν γήρᾳ καὶ νόσοις, οὕτως ἐν τῇ γῇ τὰ μὲν ἐκ πεπεμμένης τῆς τροφῆς γίνεται καὶ αὐξάνεται, τὰ δὲ ἐκ περιττωμάτων καὶ ἐναντίως ἐχόντων.
因此,正如体内的某些事物是由养分的残留物(这就是消化不良,也是自然所无法支配的,其中最容易动用的部分被排泄到膀胱和腹部,而从某些残留物中则产生出生物,所以这些在老年和疾病中也会增加)产生的一样,同样在土地中,有些是从熟化了的养分中产生并生长的,而另一些则是从残留物和处于相反状态的物质中产生的。
ἡ δὲ γεωργία πέττει καὶ ἐνεργὸν ποιεῖ τὴν τροφήν· ἐξ ἧς συνίστανται οἱ ἥμεροι καρποί.
而农业熟化并激活了养分,栽培的果实就是由这种养分形成的。
ἅ μὲν οὖν ἐκ τοιαύτης γίνεται ἡμερότητος, ἥμερα καλεῖται διὰ τὸ ἀπὸ τέχνης ὠφελεῖσθαι ὥσπερ παιδευόμενα· ὅσα δὲ μὴ δύναται ἢ καὶ ἐξ ἐναντίως ἔχοντος συνίσταται, ταῦτα ἄγριά ἐστιν καὶ οὐκ ἐθέλει γίνεσθαι ἐν γεωργησίμῳ.
因此,凡是由这种栽培状态产生的,就因受到技术的益处(如同接受教育一般)而被称为“栽培的”;但是,凡是不能如此,甚至是从相反状态中形成的,这些就是野生的,且不愿在耕作地上生长。
ἡ γὰρ γεωργία φθείρει αὐτὰ παιδεύουσα· ἐκ γὰρ φθορᾶς γίνεται.
因为农业在教育它们的同时也毁灭了它们;因为它们是从腐败中产生的。
ὧν καὶ ἡ κάππαρίς ἐστιν.
刺山柑也是其中之一。

词汇与语法注释

  1. §20.9μὴ εἰς ἀντίτυπον — 意为“只要不朝向阻碍物生长”。指在空心茎或容器中生长的植物在不受到容器内壁等坚硬障碍物的挤压或阻碍的前提下良好生长的条件。
  2. §20.12καὶ ἀεὶ τὸ χεῖρον ἔχοντος — 属格独立结构。与前文的独立分词短语 `διαφθειρομένης τῆς τροφῆς`(当养分腐败时)并列。它被作不及物动词(或省略了反身代词)理解,意为“(身体)一直处于较差状态时”,在此需要补充理解省略的主语 `τοῦ σώματος`。

引用这一段

亚里士多德, 问题集 §20.9-20.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:20.9-20.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。