Humanitext Reader

亚里士多德 · 问题集 §20.1-20.8

植物栽培与食用特性及结实机制

第 89 段,共 148 段 · 希腊语

内容简介

本章讨论了关于植物和作物的栽培、食用性质(煮、烤、生食)、寿命与种子结实的关系,以及芹菜栽培技术的植物学疑问及其原因。

§20.1Διὰ τί τὸ ἁλυκὸν ὕδωρ τὰ μὲν σέλινα δέχεται, τὸ δὲ πράσον οὔ;
为什么盐水能容纳芹菜,却不能容纳韭葱?
ἢ ὅτι τοῦ μὲν ἀσθενεῖς αἱ ῥίζαι, τοῦ δὲ ἰσχυραί;
还是因为前者的根虚弱,而后者的根强壮?
τὸ δὲ ἰσχυρότερον ἀπαθέστερον.
而更强壮的更不易受影响?
§20.2Διὰ τί λέγεται μίνθην ἐν πολέμῳ μήτ’ ἔσθιε μήτε φύτευε;
为什么人们说:“战争期间,既不要吃也不要种植薄荷”?
ἢ ὅτι καταψύχει τὰ σώματα;
还是因为它会使身体变冷?
δηλοῖ δὲ ἡ τοῦ σπέρματος φθορά.
精液的损耗说明了这一点。
τοῦτο δὲ ὑπεναντίον πρὸς ἀνδρείαν καὶ θυμὸν ταὐτὸν ὄν τῷ γένει.
而这与勇气和激情(它们在属上是同一的)是相反的。
§20.3Διὰ τί ἔνια ἄνθος ἔχοντα ἄκαρπά ἐστιν, οἷον σίκυος καὶ κολόκυνθα καὶ ῥόα;
为什么有些开花的东西是不结果的,比如黄瓜、葫芦和石榴?
ἢ οὐκ ἄκαρπα, ἀλλὰ ταῦτα καρπός ἐστιν;
或者它们并非不结果,而是这些(开花的部分)本身就是果实?
περικάρπιον γοῦν ἐστι τὸ ἀνθοῦν, ὁ δὲ σίκυος περικάρπιον.
无论如何,开花的部分是果皮,而黄瓜就是果皮。
§20.4Διὰ τί τῶν φυομένων τὰ μὲν ἑψανά, τὰ δὲ ὠμὰ βρωτά;
为什么在生长的植物中,有些要煮着吃,有些可以生吃?
ἢ ὅσων οἱ χυμοὶ μὴ εὐθὺς ἐδώδιμοι, τούτων πυρωθέντων γλυκύτεροι γίνονται ὑπὸ τοῦ θερμοῦ, ὅσων δὲ εὐθύς, καὶ ὠμὰ ἐδώδιμα;
还是因为对于那些汁液不能立即食用的植物,经过火加热后,它们在热力的作用下变得更甜;而对于那些汁液可以立即食用的植物,即使生吃也可以食用?
§20.5Διὰ τί τὰ μὲν ἑψανά, τὰ δὲ ὀπτανά;
为什么有些要煮着吃,有些要烤着吃?
ἢ ὅτι τὰ μὲν ὑγρότερα οὐ τοσοῦτον, τὰ δὲ ξηρότερα οὐ μᾶλλον ξηρανθῆναι δεῖ;
还是因为水分较多的不需要[干燥]那么多,而较干燥的不应该被进一步干燥?
ἑψόμενα δὲ πάντα ὑγρότερα καὶ μαλακώτερα. τὰ δὲ ἧττον ὑγρὰ ἂν πυρωθῇ, γίνεται ξηρά.
因为在煮的时候,所有东西都会变得更湿润、更柔软;但水分较少的东西如果被火加热,就会变干。
§20.6Διὰ τί δὲ τὰ μὲν ἄβρωτά ἐστι, τὰ δὲ βρωτά;
又为什么有些东西不可食用,有些可以食用?
ἢ διὰ τοὺς χυμούς;
还是因为它们的汁液?
ὅσα γὰρ καὶ ὠμὰ ἀπέπτους ἔχει καὶ πυρούμενα μὴ μεταβάλλει, ἄβρωτα.
因为凡是生吃时含有难消化汁液,且加热后也不发生变化的,都是不可食用的。
ὅσων δὲ βρωτὸς μὲν ὁ χυμὸς ἰσχυρότερος δέ, ταῦτα ἡδύσματά ἐστιν· τὰ γὰρ ἐν μικρῷ ἔχοντα πολλὴν δύναμιν τῶν βρωτῶν ἡδυντικὰ τῶν ἐν πολλῷ.
但那些汁液虽可食用但味道更浓烈的是调味品;因为在可食之物中,微量而具有很大效能的,能为大量的食物调味。
§20.7Διὰ τίνα αἰτίαν τὰ μὲν μέχρι σπέρματος τῶν φυτῶν ζῇ, εἶτα ἐνεγκόντα αὐαίνεται, οἷον ἡ πόα καὶ τὰ καλούμενα λάχανα, τὰ δὲ οὔ, ἀλλὰ πολλάκις φέρει;
出于什么原因,有些植物只活到结种,然后结出果实后就枯萎了(例如草和所谓的蔬菜),而另一些植物则不然,而是多次结果?
καὶ τῶν μέχρι σπέρματος ζώντων τὰ μὲν πολλὰ ἐπέτεια, τὸ δὲ ἱπποσέλινον τῷ ὑστέρῳ ἔτει φέρει καρπόν, καὶ ἐνέγκαν ἐξαυαίνεται;
并且在那些只活到结种的植物中,大多数是一年生的,而马芹则在第二年结果,结出果实后就完全枯萎了?
ἢ ἅπαντα μὲν μέχρι τούτου ἀκμάζει, ἕως ἂν κατὰ τὸ σπέρμα ἀκμάζῃ;
还是因为所有植物在种子方面处于全盛期时,都一直处于全盛期?
ἐπεὶ καὶ οἱ ἄνθρωποι μέχρι τριάκοντα ἐτῶν ἐπιδιδόασιν, ὁτὲ μὲν τῷ πλήθει, ὁτὲ δὲ τῇ παχύτητι.
因为人类在三十岁之前也会发育,有时在高度上,有时在围度(厚度)上。
ὅταν δὲ μηκέτι δύνηται φέρειν, ὥσπερ ἐκεῖ, αὐαίνεται καὶ καταγηράσκει· τὰ δὲ βραδέως καὶ κατὰ λόγον.
当他们不能再繁衍时,就像植物那里一样,就会枯萎和衰老;而有些植物则是缓慢且成比例地衰老。
δι’ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν βραχύβια, τὰ δὲ μακρόβιά ἐστιν, ἄλλος ἔστω λόγος·
因此,关于为什么有些短命而有些长寿的原因,且作别论。
ἐπεὶ δ’ ἔστιν πᾶσιν ὅρος ἡ τοῦ σπέρματος τελείωσις, ἀνάγκη τοῖς μὲν βραχυβίοις ἅπαξ ἢ ὀλιγάκις ἐνεγκεῖν καρπόν, τοῖς δὲ μακροβίοις πολλάκις, ὥστε τὰ μὲν ἀσθενέστατα ἅπαξ ἐνέγκοι (διὸ ἀνάγκη αὐαίνεσθαι)· καὶ τούτων τὰ μὲν δυνάμενα ἐνιαυτῷ ἐπέτεια εἶναι, τὰ δέ, ὥσπερ τὸ ἱπποσέλινον, τῷ ὑστέρῳ ἔτει, ὥσπερ τὰ δένδρα καὶ τὰ φυτά.
但既然种子的成熟对所有植物都是一个界限,那么短命的必然只结果一次或少数几次,而长寿的必然结果多次,以至于最虚弱的只结果一次(因此必然枯萎);在这些植物中,有些能在一年内结果所以是一年生的,而另一些则像马芹一样在第二年结果,就像树木和其他植物一样。
§20.8Διὰ τί σελίνου, ἐάν τις περιορύξας μέχρι κάτω πρὸς τὰς ῥίζας περιβάλλῃ τῶν καχρυδίων, εἶτα ἄνωθεν τὴν γῆν, καὶ οὕτως ἄρδῃ, παμμεγέθεις γίνονται αἱ ῥίζαι;
为什么对于芹菜,如果有人环挖到根部,用炒大麦壳包裹它,然后从上面盖上土,并这样浇水,它的根就会变得极大?
ἢ διότι τὸ καχρύδιον θερμὸν ὂν καὶ σομφὸν κατέχει μὲν σύνολκον τὴν τροφὴν καὶ οὐ προΐεται ἄνω, πέττει δὲ θερμὸν ὄν, ὥστε πολλὴν τὴν αὔξησιν γίνεσθαι;
还是因为炒大麦壳温热且呈海绵状,它能汇聚并保持养分而不让其向上流失,且因其温热而熟化养分,从而产生巨大的生长?

词汇与语法注释

  1. 20.1τοῦ μὲν ... τοῦ δὲ — 确定属格代词的指代对象。`τοῦ μὲν` 指代前文的 `σέλινα`(芹菜),`τοῦ δὲ` 指代 `πράσον`(韭葱)。展示了“前者根弱,后者根强”的对比。
  2. 20.2ταὐτὸν ὄν — 分词 `ὄν`(中性单数主格)指代前文两个不同性别的宾格名词 `ἀνδρείαν`(阴性)和 `θυμόν`(阳性)。使用中性单数是为了表示这两个性质在本质上“在属上是同一的”。
  3. 20.5οὐ τοσοῦτον — 此处省略了一个动词(可能是 `δεῖ ξηρανθῆναι`“需要干燥”)。对比后续“煮会使东西变湿润、变柔软”的解释,暗示水分较多的东西不需要干燥那么多,而较干燥的东西不应该被进一步干燥。
  4. 20.8σελίνου — 置于句首的属格(关系属格)。置于后面的条件从句 `ἐάν τις...` 之前,引入话题(“关于芹菜”)。虽然主句的主语是 `αἱ ῥίζαι`(根),但表示所有关系的属格被提前到句首,形成了倒装(hyperbaton)结构。

引用这一段

亚里士多德, 问题集 §20.1-20.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:20.1-20.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。